Ancient Greek · ~2 min
4.139.2 to 4.139.3
Herodotus, Histories 4.139.2-3
Not analysed yet
ταῦτα μὲν προσέθηκαν τῇ γνώμῃ. μετὰ δὲ ἐκ πάντων ὑπεκρίνατο Ἱστιαῖος τάδε λέγων. Ἄνδρες Σκύθαι, χρηστὰ ἥκετε φέροντες καὶ ἐς καιρὸν ἐπείγεσθε· καὶ τά τε ἀπʼ ὑμέων ἡμῖν χρηστῶς ὁδοῦται καὶ τὰ ἀπʼ ἡμέων ἐς ὑμέας ἐπιτηδέως ὑπηρετέεται. ὡς γὰρ ὁρᾶτε, καὶ λύομεν τὸν πόρον καὶ προθυμίην πᾶσαν ἕξομεν θέλοντες εἶναι ἐλεύθεροι. ἐν ᾧ δὲ ἡμεῖς τάδε λύομεν, ὑμέας καιρός ἐστι δίζησθαι ἐκείνους, εὑρόντας δὲ ὑπέρ τε ἡμέων καὶ ὑμέων αὐτῶν τίσασθαι οὕτω ὡς κείνους πρέπει.