# Fragmenta 400.4

Hesiodus, Fragmenta, 400.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesiodus-epic/fragmenta/400.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hesiodus-epic/fragmenta/400.4

Pseuderatosthenes Catast. fr. I p. 50 R. (p. 1, 4 Ol.) = Comm. in Arat. reliq. p. 181b 1 M. ᾿Ἀρκτος ἡ μεγάλη᾿ ταύτην Ἡσιόδος φησι Λυκάονος θυγατέρα ἐν Ἀρκαδίᾳ οἰκεῖν, ἐλθεῖν δὲ μετὰ Ἀρτέμιδος τὴν περὶ τὰς θήρας ἀγωγὴν ἐν τοῖς ὄρεσι ποιεῖσθαι· φθαρθεῖσαν δὲ ὑπὸ Λιδὸς ἐμμεῖναι λανθάνουσαν τὴν θεόν· φωρασθῆναι δὲ ὑστερον ἐπίτοκον ἤδη οὖσαν ὀφθεῖσαν ὑπ᾿ αὐτῆς λουομένην· ἐφ᾿ ᾧ ὀργισθεῖσαν τὴν θεὸν ἀποθνηώσαι αὐτήν· καὶ οὕτως τεκεῖν ἄρκτον γενομένην τὸν κληθέντα Ἀρκάδα. οὗσαν δ᾿ ἐν τῷ ὄρει θηρευθῆναι ὑπὸ αἰπόλων τινῶν καὶ παραδοθῆναι μετὰ τοῦ βρέφους τῷ Λυκάωνι· μετὰ χρόνον δὲ τινα δόξαι εἰσελθεῖν εἰς τὸ τοῦ Λιδὸς ἄβατον [ἱερὸν] ἀγνοήσασαν τὸν νόμον. ὑπὸ δὲ τοῦ ἰδίου υἱοῦ διωκομένην καὶ τῶν Ἀρκάδων, καὶ ἀναιρεῖσθαι μέλλουσαν διὰ τὸν εἰρημένον νόμον ὁ Ζεὺς διὰ τὴν συγγένειαν αὐτὴν ἐξείλετο καὶ ἐν τοῖς ἀστροῖς αὐτὴν ἔθηκεν. ᾿Ἀρκτον δὲ αὐτὴν ὤνόμασε διὰ τὸ συμβεβηκὸς αὐτῇ σύμπτωμα

---

Hesiodus Epic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001735.
