Ancient Greek · ~7 min · Dactylic hexameter
Edition urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2, lines 2.296-2.337
Hesiodus Epic., Ἀσπὶς Ἡρακλέους 2.296-337
Not analysed yet
οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος
χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο,
σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι,
βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε.
οἵ γε μὲν ἐτράπεον, τοὶ δʼ ἤρυον· οἳ δʼ ἐμάχοντο
πύξ τε καὶ ἑλκηδόν· τοὶ δʼ ὠκύποδας λαγὸς ᾕρευν
ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,
ἱέμενοι μαπέειν, οἳ δʼ ἱέμενοι ὑπαλύξαι.
πὰρ δʼ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δʼ ἀέθλῳ
δῆριν ἔχον καὶ μόχθον. ἐυπλεκέων δʼ ἐπὶ δίφρων
ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους
ῥυτὰ χαλαίνοντες, τὰ δʼ ἐπικροτέοντα πέτοντο
ἅρματα κολλήεντʼ, ἐπὶ δὲ πλῆμναι μέγʼ ἀύτευν.
οἳ μὲν ἄρʼ ἀίδιον εἶχον πόνον οὐδέ ποτέ σφιν
νίκη ἐπηνύσθη, ἀλλʼ ἄκριτον εἶχον ἄεθλον.
τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,
χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.
ἀμφὶ δʼ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,
πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον, οἳ δὲ κατʼ αὐτὸν
κύκνοι ἀερσιπόται μεγάλʼ ἤπυον, οἵ ῥά τε πολλοὶ
νῆχον ἐπʼ ἄκρον ὕδωρ· παρὰ δʼ ἰχθύες ἐκλονέοντο.
θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰς
Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε,
ἀρσάμενος παλάμῃσι. τὸ μὲν Διὸς ἄλκιμος υἱὸς
πάλλεν ἐπικρατέως· ἐπὶ δʼ ἱππείου θόρε δίφρου,
εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο,
κοῦφα βιβάς· τῷ δʼ ἡνίοχος κρατερὸς Ἰόλαος
δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα.
ἀγχίμολον δέ σφʼ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,
καί σφεας θαρσύνουσα ἔπεα πτερόεντα προσηύδα·
χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο·
νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων
Κύκνον τʼ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
ἄλλο δὲ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν·
εὖτʼ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς,
τὸν μὲν ἔπειτʼ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο,
αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας,
ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
ὀφθαλμοῖσιν ἴδῃς, ἔνθʼ οὐτάμεν ὀξέι χαλκῷ·
ἂψ δʼ ἀναχάσσασθαι· ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν
οὔθʼ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.