Ancient Greek · Dactylic hexameter
Edition urn:cts:greekLit:tlg0020.tlg003.perseus-grc2, lines 2.463-2.480
Hesiodus Epic., Ἀσπὶς Ἡρακλέους 2.463-480
Not analysed yet
τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους
ἤλασαν αἶψʼ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης
ἐς δίφρον θῆκαν πολυδαίδαλον· αἶψα δʼ ἔπειτα
ἵππους μαστιέτην· ἵκοντο δὲ μακρὸν Ὄλυμπον.
υἱὸς δʼ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος
Κύκνον σκυλεύσαντες ἀπʼ ὤμων τεύχεα καλὰ
νίσσοντʼ· αἶψα δʼ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο
ἵπποις ὠκυπόδεσσιν. ἀτὰρ γλαυκῶπις Ἀθήνη
ἐξίκετʼ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός.
Κύκνον δʼ αὖ Κῆυξ θάπτεν καὶ λαὸς ἀπείρων,
οἵ ῥʼ ἐγγὺς ναῖον πόλιας κλειτοῦ βασιλῆος
Ἄνθην Μυρμιδόνων τε πόλιν κλειτήν τʼ Ἰαωλκὸν
Ἄρνην τʼ ἠδʼ Ἑλίκην· πολλὸς δʼ ἠγείρετο λαός,
τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν.
τοῦ δὲ τάφον καὶ σῆμʼ ἀιδὲς ποίησεν Ἄναυρος
ὄμβρῳ χειμερίῳ πλήθων· τὼς γάρ μιν Ἀπόλλων
Λητοΐδης ἤνωξʼ, ὅτι ῥα κλειτὰς ἑκατόμβας
ὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων.