Ancient Greek · ~7 min · Dactylic hexameter
Edition urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2, lines 2.823-2.864
Hesiodus Epic., Θεογονία 2.823-864
Not analysed yet
οὗ χεῖρες μὲν ἔασιν ἐπʼ ἰσχύι, ἔργματʼ ἔχουσαι,
καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων
ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος,
γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων
θεσπεσίῃς κεφαλῇσιν ὑπʼ ὀφρύσι πῦρ ἀμάρυσσεν·
πασέων δʼ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·
φωναὶ δʼ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι
παντοίην ὄπʼ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ
φθέγγονθʼ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δʼ αὖτε
ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου,
ἄλλοτε δʼ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,
ἄλλοτε δʼ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματʼ ἀκοῦσαι,
ἄλλοτε δʼ αὖ ῥοίζεσχʼ, ὑπὸ δʼ ἤχεεν οὔρεα μακρά.
καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ
καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,
εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.
σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα
σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε
πόντος τʼ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης.
ποσσὶ δʼ ὕπʼ ἀθανάτοισι μέγας πελεμίζετʼ Ὄλυμπος
ὀρνυμένοιο ἄνακτος· ἐπεστενάχιζε δὲ γαῖα.
καῦμα δʼ ὑπʼ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον
βροντῆς τε στεροπῆς τε, πυρός τʼ ἀπὸ τοῖο πελώρου,
πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.
ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·
θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰ
ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει·
τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων,
Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,
ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα,
βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας
ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.
αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας,
ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.
φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος
οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς,
πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα
ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς
τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι
θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν.