Ancient Greek · ~7 min · Dactylic hexameter
Edition urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2, lines 2.209-2.247
Hesiodus Epic., Ἔργα καὶ Ἡμέραι 2.209-247
Not analysed yet
δεῖπνον δʼ, αἴ κʼ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω.
ἄφρων δʼ, ὅς κʼ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν·
νίκης τε στέρεται πρός τʼ αἴσχεσιν ἄλγεα πάσχει.
ὣς ἔφατʼ ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις.
ὦ Πέρση, σὺ δʼ ἄκουε δίκης, μηδʼ ὕβριν ὄφελλε·
ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ· οὐδὲ μὲν ἐσθλὸς
ῥηιδίως φερέμεν δύναται, βαρύθει δέ θʼ ὑπʼ αὐτῆς
ἐγκύρσας ἄτῃσιν· ὁδὸς δʼ ἑτέρηφι παρελθεῖν
κρείσσων ἐς τὰ δίκαια· Δίκη δʼ ὑπὲρ Ὕβριος ἴσχει
ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω.
αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν.
τῆς δὲ Δίκης ῥόθος ἑλκομένης, ᾗ κʼ ἄνδρες ἄγωσι
δωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας.
ἣ δʼ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν,
ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα,
οἵ τε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.
Οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν
ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου,
τοῖσι τέθηλε πόλις, λαοὶ δʼ ἀνθεῦσιν ἐν αὐτῇ·
εἰρήνη δʼ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτʼ αὐτοῖς
ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς·
οὐδέ ποτʼ ἰθυδίκῃσι μετʼ ἀνδράσι λιμὸς ὀπηδεῖ
οὐδʼ ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται.
τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς
ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας·
εἰροπόκοι δʼ ὄιες μαλλοῖς καταβεβρίθασιν·
τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν·
θάλλουσιν δʼ ἀγαθοῖσι διαμπερές· οὐδʼ ἐπὶ νηῶν
νίσσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.
οἷς δʼ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα,
τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.
πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,
ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.
τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήγαγε πῆμα Κρονίων
λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί.
οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι
Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου· ἄλλοτε δʼ αὖτε
ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος
ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποαίνυται αὐτῶν.