Ancient Greek · ~7 min · Dactylic hexameter
Edition urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2, lines 2.401-2.440
Hesiodus Epic., Ἔργα καὶ Ἡμέραι 2.401-440
Not analysed yet
δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δʼ ἔτι λυπῇς,
χρῆμα μὲν οὐ πρήξεις, σὺ δʼ ἐτώσια πόλλʼ ἀγορεύσεις·
ἀχρεῖος δʼ ἔσται ἐπέων νομός. ἀλλά σʼ ἄνωγα
φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τʼ ἀλεωρήν.
οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τʼ ἀροτῆρα,
κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο,
χρήματα δʼ ἐν οἴκῳ πάντʼ ἄρμενα ποιήσασθαι,
μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δʼ ἀρνῆται, σὺ δὲ τητᾷ,
ἡ δʼ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον.
μηδʼ ἀναβάλλεσθαι ἔς τʼ αὔριον ἔς τε ἔνηφιν·
οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν
οὐδʼ ἀναβαλλόμενος· μελέτη δὲ τὸ ἔργον ὀφέλλει·
αἰεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.
ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο
καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος
Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς
πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ
βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων
ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ·
τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ
ὕλη, φύλλα δʼ ἔραζε χέει, πτόρθοιό τε λήγει·
τῆμος ἄρʼ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα.
ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν,
ἄξονα δʼ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω·
εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο.
τρισπίθαμον δʼ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ.
πόλλʼ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτʼ ἂν εὕρῃς,
ἐς οἶκον, κατʼ ὄρος διζήμενος ἢ κατʼ ἄρουραν,
πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,
εὖτʼ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξας
γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.
δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον,
αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω·
εἴ χʼ ἕτερον ἄξαις, ἕτερόν κʼ ἐπὶ βουσὶ βάλοιο.
δάφνης δʼ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες,
δρυὸς ἔλυμα, γύης πρίνου· βόε δʼ ἐνναετήρω
ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν,
ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω.
οὐκ ἂν τώ γʼ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον
ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.