# Commentarius magnus in Psalmos (Ms Α) Αἶνος ᾠδῆς τῷ Δαυΐδ· ἀνεπίγραφος παρ’ Ἑβραίοις. Ψαλμὸς ϟδʹ..1

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Αἶνος ᾠδῆς τῷ Δαυΐδ· ἀνεπίγραφος παρ’ Ἑβραίοις. Ψαλμὸς ϟδʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%91%E1%BC%B6%CE%BD%CE%BF%CF%82%20%E1%BE%A0%CE%B4%E1%BF%86%CF%82%20%CF%84%E1%BF%B7%20%CE%94%CE%B1%CF%85%CE%90%CE%B4%C2%B7%20%E1%BC%80%CE%BD%CE%B5%CF%80%CE%AF%CE%B3%CF%81%CE%B1%CF%86%CE%BF%CF%82%20%CF%80%CE%B1%CF%81%E2%80%99%20%E1%BC%99%CE%B2%CF%81%CE%B1%CE%AF%CE%BF%CE%B9%CF%82.%20%CE%A8%CE%B1%CE%BB%CE%BC%E1%BD%B8%CF%82%20%CF%9F%CE%B4%CA%B9..1

αʹ. Εἰ καὶ τοῖς Ἐβραίοις ὁ ψαλμὸς ἀνεπίγραφος, ὡς κοινῆς ὑπαρχούσης τῆς εἰς αὐτὸν ὑποθέσεως, ἀναγκαίαν ὅμως αὐτῷ ἐπιγραφὴν οἱ Ἑβδομήκοντα τάττουσιν, Αἶνον ᾠδῆς ἐπιγράψαντες, ἐπειδὴ δοξολογία τῇ προφητείᾳ μέμικται· ἔθος δὲ τοῦτο τοὺς ψαλμοὺς τοὺς οὕτως ἔχοντας ἐπιγράφεσθαι. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ· ἀλαλάξωμεν τῷ Θεῷ σωτῆρι ἡμῶν. Δεῦτε πρὸς τίνας λέγει; Ὁρᾷς γάρ, οὐ προσέθηκεν· ἀπρόσωπον δὲ τὴν κλῆσιν ἐκθέμενος ἐπιτρέπει πᾶσιν ὡς κεκλημένοις προσέρχεσθαι. Τίνα δὲ ταύτην καὶ ἐπὶ τίσιν ἐδίδαξε, μηνύει τὰ ἐχόμενα. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Ὁρᾷς ὅτι λύτρωσιν ἁμαρτημάτων εὐαγγελίζεται; Τοῦτο γὰρ μηνύει σαφῶς ἡ ἐξομολόγησις. Ἀγαλλιᾶσθαι τοίνυν ἐπὶ ταύτῃ καὶ ἀλαλάζειν, τουτέστι. φωνὴν βοᾷν ἐπινίκιον, ὡς τῶν νοητῶν ἡττημένων ἐχθρῶν, ἀναγκαίως παρεγγυᾷ. Ἀλαλάζειν δὲ καὶ ἀγαλλιᾶσθαι Θεῷ· αὐτοῦ γὰρ ἔργον ἡ ἧττα τῶν ἐχθρῶν, καὶ ἡ τῶν ἡμετέρων πλημμελημάτων συγχώρησις. Ὅθεν αὐτοῦ καὶ τὸ πρόσωπον προφθάσαι ὑπερτίθεται προσαπαντῆσαι τῷ Χριστῷ. Οὗτος γὰρ τοῦ Πατρὸς πρόσωπον προτρέπον διὰ τῆς ἐξομολογήσεως. Ἐπεὶ μηδὲ ἄλλως τῷ Κριτῇ εἰς ὄψιν ἐλθεῖν οἱ ἁμαρτωλοί, ἀλλὰ προλαβόντες καὶ φθάσαντες ἐξαγορεῦσαι τὰς ἑαυτῶν πλημμελείας, δυνάμεθα. Φησὶ γάρ· Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου ἵνα δικαιωθῇς. Ὅταν δὲ ἐξομολογησώμεθα, τότε καὶ ἐν ψαλμοῖς ἀλαλάζειν δυνάμεθα. ᾨδὴ γὰρ ἐπινίκιος, ὅπερ ἐστὶν ἀλαλαγμός, ἀπὸ καρδίας ῥυπαρᾶς καὶ βεβήλου γλώττης οὐχ ἁρμοδίως προφέρεται· ἑκατέρας δὲ τῇ ἐξαγορεύσει καθαρθείσης, θυσία γίνεται ἡ ᾠδή, καὶ ὁ ψαλμὸς ἡμῖν ἀλαλαγμὸς εὑρίσκεται. Ὅτι Θεὸς μέγας Κύριος, καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Μὴ σαυτῷ, φησί, λογίζου τὴν νίκην, μηδὲ ἀλαλάζων, ὡς αὐτὸς κατορθώσας, σεμνύνου τῶν ἐναντίων τὴν τρόπωσιν. Πῶς γὰρ ἂν ὁ κάτω τοὺς ἀπὸ ὕψους πολεμοῦντας ἐνίκησας; ἢ πῶς τοὺς ἀσάρκους ὁ σάρκινος; Ἐνίκησας δὲ ὅμως, ἐπειδὴ ὁ Θεός, ὅστις ἡμῶν ἀντελάβετο, μέγας ἐστὶ Κύριος, καὶ μέγας βασιλεύς· ὡς μέγας Κύριος, τοὺς καλῶς αὐτῷ δεδουλευκότας οὐ μόνον ἐλευθερῶν, ἀλλὰ καὶ εἰς υἱοθεσίαν καλῶν· ὡς μέγας βασιλεύς, τοὺς ἀγαθῷ ζήλῳ στρατευσαμένους οὐχ ἁπλῶς ἄρχοντας ποιῶν, ἀλλὰ καὶ κοινωνοὺς τῆς αὐτοῦ βασιλείας ἐργαζόμενος. Ἐπὶ τίνας δέ ἐστι μέγας; Ἐπὶ πάντας τοὺς θεούς, δηλαδὴ τοὺς δικαίους. Τὸ γὰρ τοῦ Θεοῦ μέγεθος τοῖς ἀσεβοῦσιν ἠγνόηται. τοῖς δὲ εὐσεβοῦσιν ἔγνωσται. Οὐ γὰρ ἐπειδὴ τυφλοὶ τὸ φῶς ἀγνοοῦσιν, ἡ δόξα παρὰ τοῦτο τοῦ ἡλίου ἠλάττωται· οὐδὲ ὅτι οἱ ἀσεβεῖς τὴν τοῦ Θεοῦ δυναστείαν παραλογίζονται, μικρὰ τοὺς εὐσεβοῦντας προσήκει περὶ τῆς αὐτοῦ διανοεῖσθαι δυνάμεως· οὕσπερ δὴ καὶ θεοὺς προσηγόρευσεν, ἐπειδὴ τῶν ἀσεβῶν οἱ δίκαιοι θεοὶ παρὰ τοῦ Θεοῦ κεχειροτόνηνται. Ὅθεν πρὸς τὸν Μωϋσέα φησί· Τέθεικά σε θεὸν τοῦ Φαραώ. Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσι. Μέγαν προσαγορεύσας τὸν Θεόν, εἰκότως αὐτοῦ διηγεῖται τὸ μέγεθος, οὐχ ὅσον ἐστίν, ἀλλ’ ὅσον ἡμεῖς καταλαβεῖν ἐκ τῶν ὁρωμένων κτισμάτων δυνάμεθα· καὶ σύμφωνα τῆς Ἡσαΐου προφητείας ἐκτίθεται. Φησὶ γὰρ ἐκεῖνος· Ὁ κατέχων τὸν γῦρον τῆς γῆς δρακί· καὶ πάλιν· Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. Εἰπὼν τὰ στοιχεῖα, τὰ ἐν τοῖς στοιχείοις ἀναγκαίως ἐδήλωσεν. Εἴτε τοίνυν πορευόμεθα θάλατταν, εἴτε γεωργοῦμεν τὴν γῆν, εἰδότες τίνος ταῦτα τυγχάνει κτίσματά τε καὶ κτήματα, εὐχαριστῶμεν ὅτι τηλικαῦτα πρὸς χρῆσιν ἡμετέραν παρήγαγεν, οὐ τὴν μέχρι λόγων, τὴν ἐξ ἔργων δὲ αὐτῷ δοξολογίαν προσφέροντες. Ποίαν δὲ ταύτην; Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Προσκυνήσωμεν ὡς δοῦλοι, προσπέσωμεν ὡς ἐπικουρίας τῆς παρ’ αὐτοῦ δεόμενοι· κλαύσωμεν ὡς ἁμαρτωλοί, καὶ τῆς πρεσβείας οὐκ ἂν ἄλλως εἰ μὴ διὰ συμπαθείας τευξόμενοι. Οὐδὲν δὲ ἡμᾶς τῶν εἰρημένων εἰκὸς αἰσχύνεσθαι· ἐναντίον γὰρ τοῦ ποιήσαντος ἡμᾶς, δηλαδὴ τοῦ ἐξ οὐκ ὄντων παραγαγόντος, γίνεται· ὁ δὲ ἐξ οὐκ ὄντων παραγαγών, πάσης οὗτος εὐεργεσίας αἴτιος. βʹ. Τίς τοίνυν τῷ καὶ μικρὸν εὐεργετήσαντι. μήτι γε τοσαῦτα, προσκυνεῖν ἢ καὶ κλαίειν αὐτὸν ἱκετεύων αἰσχύνεται; Ὥστε καὶ σφόδρα ἀκολούθως ἐπήγαγε τὰ ἑπόμενα· Ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. Εἰ καὶ ὁ Θεὸς ποιητὴς καθέστηκεν, ἀλλ’ ὅμως, δι’ ἣν ἔχει πρὸς ἡμᾶς κηδεμονίαν καὶ πρόνοιαν, Λαός ἐσμεν νομῆς αὐτοῦ, τουτέστιν, αὐτὸν νεμόμενοι καὶ τροφὴν αὐτὸν ἔχοντες. Ἐσμὲν δὲ καὶ Πρόβατα χειρὸς αὐτοῦ, ἐπειδὴ καὶ ποιμὴν ὁ Θεὸς τοῦ ἀνθρωπίνου γένους καθέστηκε. Πῶς δὲ ἡμᾶς ποιμαίνει; Τῇ αὑτοῦ χειρί, τουτέστι, τῇ ἀνθρωπότητι. Ἐν αὐτῇ γάρ, ὅπερ ἐστὶ ποιμένος ἴδιον, τὴν ψυχὴν δεδωκὼς ὑπὲρ τῆς ποίμνης, ἔδειξε. Διὸ καὶ Ἡσαΐας φησίν· Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας. Σήμερον τῆς φωνῆς αὐτοῦ ἐὰν ἀκούσητε, μὴ σκληρύνατε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Οὐ μιᾶς ἡμέρας εἶναι σημαντικόν, οὐδὲ τοῦ παρόντος αἰῶνος τό, Σήμερον, Παῦλος ἡμῖν, Ἑβραίοις ἐπιστέλλων, ἐδίδαξε· φησὶ γάρ· Παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας. Ἐὰν τοίνυν τῆς φωνῆς αὐτοῦ ἐν τῷ παρόντι αἰῶνι ἀκούσωμεν (ἀκηκόαμεν γάρ· Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι καὶ ἀκολουθοῦσί μου), μὴ σκληρύνωμεν τὰς καρδίας ἡμῶν, μηδὲ ζηλώσωμεν τὸν τῶν Ἰουδαίων λαόν, οἶκον παραπικραίνοντα καὶ λαὸν σκληροκάρδιον ἐν τοῖς προφήταις λεγόμενον· ὃς πολλάκις μὲν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ ἐξεπείρασε καὶ παρεπίκρανεν· ἐξαιρέτως δὲ ἡνίκα τὸν Χανανίτην νικήσαντες, δέον εὐχαριστεῖν, κατελάλουν τοῦ Θεοῦ τὴν ἐξ Αἰγύπτου ἐκδημίαν αἰτιώμενοι· ὅτε καὶ ὄφεις αὐτὸν θανατοῦντας ἀπέστειλεν· ὥστε καὶ τὸν Παῦλον λέγειν· Μὴ ἐκπειράζωμεν τὸν Κύριον, καθὼς καί τινες αὐτὸν ἐξεπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Τοίνυν παρεγγυᾷ, ὅταν ὁ νοητὸς ἐχθρὸς τροπωθῇ, καὶ ἀκουστὴ γένηται ἡ τοῦ Θεοῦ φωνὴ διὰ τῆς τοῦ Μονογενοῦς ἐπιδημίας (τότε γὰρ ὁ προφήτης οὐ προφήτης τις ἦν, οὐ νόμου μεσίτης, αὐτὸς δὲ ὁ Θεὸς ὑπῆρχε φθεγγόμενος), μὴ καταλαλεῖν ἐφ’ οἷς εὐχαριστεῖν δέον, ὅπερ οἱ παῖδες τῶν Ἰουδαίων ἐποίησαν, πλάνον αὐτὸν καὶ νόμου παραβάτην ὀνομάζοντες· διόπερ οἱ καταλαλοῦντες ὑπὸ τῶν ὄφεων τῶν νοητῶν ἀπόλλυνται. Ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. Μέχρι τῶν ἐνταῦθα στίξον, καὶ μετὰ τοῦτο μελῴδει τὰ ἑπόμενα· Προσώχθισα τῇ γενεᾷ ἐκείνῃ· ἐπειδὴ καὶ Παῦλος οὕτω τὴν ψαλμικὴν ταύτην μαρτυρίαν παρατιθέμενος ἔστιξεν. Ἐδοκίμασάν με, καὶ εἴδοσαν τὰ ἔργα μου τεσσαράκοντα ἔτη· ἐπήγαγε· Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, ἀναγκαίᾳ τῇ διαστολῇ καὶ κατὰ λόγον χρησάμενος· ἐπειδὴ τεσσαράκοντα μὲν ἔτη κατὰ τὴν ἔρημον παρ’ αὐτῶν ὁ Θεὸς ἐδοκιμάζετο. Ἐδοκιμάζετο δὲ τῇ τῶν σημείων ἐνδείξει, ἡνίκα ἔλεγον· Ἐπεὶ ἐπάταξε πέτραν καὶ ἐῤῥύησαν ὕδατα, μὴ καὶ ἄρτον δύναται δοῦναι ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ; Αὐτὸς δὲ Ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν, καὶ ἔβρεξεν ἐπ’ αὐτοῖς ὡσεὶ χνοῦν σάρκας, καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά. Ταῦτα γὰρ ἐν τῷ ἑβδομηκοστῷ καὶ ἑβδόμῳ ψαλμῷ ἐμελῳδήθη τῷ Πνεύματι. Ἐφ’ οἷς τῇ γενεᾷ ἐκείνῃ, ἥτις ἀγνώμων μετὰ τοσαῦτα σημεῖα καὶ ἄπιστος ἔμεινεν, οὐ προσκαίρως, ἀλλὰ διηνεκῶς προσώχθισεν. Ὅθεν οὐδὲ χρόνον προσέθηκε. Πλήν, ἀντὶ Προσώχθισα, Δυσηρεστήθην, τουτέστι, δυσχερῶς καὶ οὐδὲ ὅλως ἠρέσθην, τοῖς λοιποῖς τῶν ἑρμηνευτῶν εἴρηται. Καὶ εἶπα· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. Εἰκότως δυσάρεστος ὁ Θεὸς πρὸς τὸν λαὸν τῶν Ἰουδαίων ἔμεινεν, ἐπειδὴ διηνεκῆ τὴν πλάνην, οὐχὶ πρόσκαιρον ἔχουσι. Ὁ δὲ διηνεκῶς πλανώμενος πότε ἐπιστρέψει; Ἄλλως τε οὐ γλώσσῃ, καρδίᾳ δὲ πλανῶνται, ὅπερ ἐστὶ χαλεπώτατον· ταύτης γὰρ ἠπατημένης, ἡ νόσος ἀδιόρθωτος. Ὅθεν αὐτοὺς διὰ τῆς Ἡσαΐου προφητείας ἐμέμφετο· Λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ· τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ. Καὶ τί καὶ πλάνην τῆς καρδίας ἐποίησεν; Ἀγνωσία τῶν ὁδῶν τοῦ Θεοῦ, δηλαδὴ τῶν ἐντολῶν, ἃς οὐχ οὕτως οἱ μελετῶντες γινώσκουσιν, ὅσον οἱ ἐργαζόμενοι. Ὥστε νῦν ἀγνωσίαν τὴν ἀργίαν ἐκάλεσε. Γνῶσις γὰρ ὄντως ἡ διὰ τῶν πράξεων· ἐπεὶ καὶ τὴν θάλασσαν ἐξ ἀκοῆς, ἢ τῆς πόῤῥωθεν ὄψεως γινώσκομεν ἅπαντες· ἀλλὰ τὴν ἀληθῆ γνῶσιν γινώσκουσιν οἱ ταύτην ἐργαζόμενοι. Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Τό, Ὡς, ἐνταῦθα οὐ παραβολή τίς ἐστιν, ἀλλὰ τοῦ λόγου βεβαίωσις. Τουτέστιν, Ὄντως ὤμοσα. Καθάπερ ὅταν λέγῃ· Ὡς ἀγαθὸς ὁ Θεὸς τοῦ Ἰσραὴλ τοῖς εὐθέσι τῇ καρδίᾳ· καὶ πάλιν· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. Ὅρκον δὲ τὴν ἀπειλὴν τοῦ Θεοῦ τὴν ἀμετάτρεπτον νόησον. Ἐπειδὴ γὰρ ἡμῖν μεταμεληθῆναι ὀμωμοκόσιν οὐκ ἔξεστιν· ὅσα ὁ Θεὸς ἐπαγγειλάμενος, ἢ ἀπειλήσας, οὐκ ἔτι μετατίθησι, ταῦτα ὀμόσαι λέγει. Τί τοίνυν ὤμοσε; Μὴ εἰσελεύσεσθαι τῶν Ἰουδαίων τὸν λαὸν εἰς τὴν αὐτοῦ κατάπαυσιν· ὅπερ ἔσχε πέρας ἐπὶ τούτων, οἵτινες αὐτὸν κατὰ τὴν ἔρημον παροξύναντες ἔτυχον. Τῆς γὰρ ἐπηγγελμένης γῆς ἐκεῖνοι πεσόντες ἐν τῇ ἐρήμῳ τὸν κλῆρον οὐκ ἐδέξαντο. Οὗπερ ὅτι καὶ τῆς ὄντως καταπαύσεως τῆς τοῦ αἰῶνος τοῦ μέλλοντος ὁ προφήτης ἐμνημόνευσεν. Οὐ γὰρ ἂν τὸν περὶ αὐτῆς λόγον ἤδη τέλος ἐσχηκότα ἀνέλαβεν, εἰ μή, καθά φησιν ὁ Παῦλος, ἑτέρας τινὸς καταπαύσεως ὑπολειφθείσης τοῖς μέλλουσιν ὑπακούειν ἐμέμνητο, ἐν ᾗ ἀπὸ πάντων ὁ Θεὸς τῶν νῦν ἔργων κατέπαυσεν.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
