Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Προσευχὴ Μωϋσῇ τῷ ἀνθρώπῳ Θεοῦ. Ψαλμὸς πθʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) Προσευχὴ Μωϋσῇ τῷ ἀνθρώπῳ Θεοῦ. Ψαλμὸς πθʹ..1
Not analysed yet
αʹ. Καλὸν ἀξίωμα τῷ Μωϋσῇ τὸ Πνεῦμα ἐπενόησεν· ἐπειδὴ γὰρ ἑαυτοὺς ἐμερίσαμεν, καὶ οἱ μὲν τοῦ ἐχθροῦ προστεθέντες τῇ ἁμαρτίᾳ γεγόναμεν, οἱ δὲ τοῦ ποιητικοῦ Ποιητοῦ ἀκέραιον φυλάττοντες τὸ πλάσμα τῷ πλάσαντι, ἄνθρωπον τοῦ Θεοῦ τὸν Μωϋσῆν προσηγόρευσεν, ἵνα μάθῃς ὅτι Θεοῦ κτῆμα ἰδιάζον ὁ δίκαιος. Ἀλλὰ γὰρ ἀνθ’ ὅτου τῷ Μωϋσῇ τὸν ψαλμὸν τοῦτον ἀνέθηκεν; οὐδὲ γὰρ Μωϋσῆς αὐτὸν συγγράψας εὑρίσκεται· ἢ τίνος χάριν καθάπερ τὰς ᾠδὰς καὶ τοῦτον οὐ παρέδωκεν; Οὐκοῦν τὴν αἰτίαν τὸ ἀληθὲς ἔχουσαν καὶ τὸ εὔλογον μάνθανε. Κοσμοποιητὴν ἐν τοῖς προοιμίοις ὁ ψαλμῳδὸς ἐμνημόνευσε, πρέπουσαν ἀρχὴν ἐπινοῆσαι τῇ ψαλμικῇ βίβλῳ τῇ τετάρτῃ βουλόμενος. Ἰδιάζον δὲ Μωϋσέως ἀξίωμα περὶ κόσμου γενέσεως διαλέγεσθαι· ὅθεν αὐτῷ τοῦτο τῆς ἑαυτοῦ κιθάρας ὁ ψαλμῳδὸς τὸ μέρος ἀπεκλήρωσεν. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Τὸ διηνεκὲς τῆς τοῦ Θεοῦ κηδεμονίας ὁ προφήτης ἐνδείκνυται, γενεὰν καὶ γενεὰν οὐ δύο τινά, ἀλλὰ πάσας εἰπών. Ἐπειδὴ γὰρ ὁ νοητὸς ἐχθρὸς ἀπὸ τῆς κατὰ τὸν ὄφιν ἀπάτης ἀρξάμενος ἐν ἑκάστῳ καιρῷ καὶ πολιτείᾳ πολεμῶν μεμένηκε τὸ γένος τὸ ἡμέτερον, ἀναγκαίως ἐπὶ Θεὸν καταφυγεῖν ἐχρῄζομεν. Οὐκ οὖν ἄλλως σωθέντες εἰ μὴ κατὰ τοῦ δοκοῦντος εἶναι δυνατοῦ, τὸν ὄντως δυνατὸν ἐστρατεύομεν. Πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ ὁ Θεός. Δύο κατὰ τὸ παρὸν ἡμῖν ὁ ψαλμῳδὸς συνίστησι· γενητὸν εἶναι τὸν κόσμον· ἐπειδή τινες αὐτὸν εἶναι δοκοῦσιν ἀγένητον. Τοιγαροῦν γενόμενα τὰ ὄρη τῷ τῆς δημιουργίας λόγῳ, καὶ τὴν γῆν ὁμοίως πλαττομένην παρήγαγεν· ὁμοῦ δὲ ποιητὴν αὐτῶν εἶναι τὸν Θεόν, ὡς πρὸ πάντων ὄντα, καὶ ἀρχὴν τοῖς πᾶσι γενόμενον διὰ τοῦτο. Εἰπὼν δὲ τὴν γῆν, οὐ μάτην, Τὴν οἰκουμένην, προσέθηκεν, ἀλλὰ τῇ λέξει ταύτῃ τὸν ἄνθρωπον καὶ τὰ λοιπὰ ζῶα εἰς μέσον καλῶν, ἀφ’ ὧν οἰκεῖσθαι ἔλαχε, μήποτε τὰ θηρία τυχὸν ἢ τὰ ἑρπετά, ἤ τι τῶν ἄλλων ζώων ἐπὶ δημιουργὸν ἀναγάγωμεν ἕτερον. Καλῶς δέ, Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, τουτέστι, τοῦ μέλλοντος, εἶναί φησι Θεὸν πάντως καὶ Ποιητὴν καὶ Δημιουργὸν (ταῦτα γὰρ πάντα τῆς οὐσίας τοῦ Θεοῦ προϋπακούεται), ἀλλὰ πάσαις ὁμοῦ ταῖς δόξαις ταῖς ἐναντίαις μαχόμενος· εἰσὶ γὰρ οἱ τοῦ παρόντος βίου Θεὸν ἄλλον, ἕτερον δὲ τοῦ μέλλοντος ὑπογράφοντες, ὧν τὴν βλάσφημον δόξαν ταῖς εἰρημέναις ἀνέτρεψε λέξεσι. Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν. Ποίαν; Πολλὰ γὰρ εἴδη ταπεινώσεως παρὰ τῇ Γραφῇ τῇ θεοπνεύστῳ λέγεται· καὶ ποτὲ μὲν λέγει τὸ ἀπὸ γνώμης μέτριον· Μάθετε γάρ, φησὶν ὁ Χριστός, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· ποτὲ δέ, τὴν ἀπὸ παιδείας γινομένην πρὸς ἡμετέραν διόρθωσιν· διόπερ λέγει ὁ Δαυΐδ· Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με· ποτὲ μὲν τὴν ἀπὸ τιμωρίας, ἐξ ἧς ὁ τιμωρηθεὶς ἐπονείδιστος γίνεται· ὡς ὅταν περὶ τοῦ διαβόλου λέγῃ· Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον. Ταύτην ἀπεύχεται τῷ ἀνθρώπῳ τὴν ταπείνωσιν, ὥστε μὴ καὶ αὐτὸν ἀποβληθῆναι τοῦ Θεοῦ, καθάπερ ἐκεῖνος ἀποβέβληται· διόπερ ὁ Σύμμαχος ἀντὶ τῆς ταπεινώσεως τὴν καταδίκην ἐκδέδωκε. Ταῦτα δὲ ὁ προφήτης προσευξάμενος, ἀκολούθως ἐπιφέρει τὰ ἑξῆς τὸν Θεὸν ἀποκρινόμενον· Καὶ εἶπας, Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων. Ἐὰν γὰρ ἐπιστρέψωμεν, οὐκ ἀποστρέφομεν εἰς ταπείνωσιν, καθάπερ ὁ νοσήσας κακίαν ἀμεταμέλητον. Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡ ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Σαφῶς τὴν τοῦ Θεοῦ μακροθυμίαν ἐκτίθεται· ἧς ἕνεκα ἐπιστρέψαι μὲν τοὺς ἀνθρώπους προσέταξε, χίλια δὲ ἔτη ὡς ἡμέραν μίαν, τὴν ἤδη προλαβοῦσαν ὥραν· καὶ οὐδὲ ὡς ἡμέραν μίαν, ἀλλὰ καὶ ὡς φυλακὴν ἐν νυκτί· χρόνον πολὺ τῆς ἡμέρας β· εἰς τέσσαρας γὰρ φυλακὰς τὴν νύκτα κατατέμνουσι. Οὐ τοίνυν κάμνει πρὸς ὅλον τὸν ἑκάστου βίον μακροθυμῶν ὁ Θεός· ὅτι χίλια ἔτη ὡς χρόνον ἐλάχιστον, καὶ οὐχὶ τὸν ἐνεστῶτα, ἀλλὰ τὸν ἤδη παρελθόντα λογίζεται. Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. Τίνων; Τῶν ἁμαρτωλῶν· περὶ γὰρ αὐτῶν καὶ τὰ ἑξῆς διαλέγεται· οἵτινες εἰ καὶ πολυετῆ καὶ πολυχρόνια τὰ ἐξουδενώματα, ἀλλ’ οὐκ αἰώνια κέκτηνται. Ἐξουδενώματα γὰρ τὰς τῶν πονηρῶν ἀνθρώπων εὐθηνίας καλεῖ· οἵτινες ἐπ’ οὐδενὶ τῶν δεόντων αὐχοῦσι καὶ πεποίθασιν, ἐπὶ κάλλει δὲ τυχόν, ἢ πλούτῳ, ἢ ἰσχύϊ σαρκός, ἅπερ ὡς πρόσκαιρα οὐδενὸς ἄξια λόγου, καὶ διὰ τοῦτο ἐξουδενώματα λέγονται. Ὅθεν καὶ Δανιὴλ πρὸς τὸν Ναβουχοδονόσορ ἔλεγεν, ὅτι Κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ αὐτῷ, δώσει αὐτήν, καὶ ἐξουδένωμα ἀνθρώπων ἀναστήσει ἐπ’ αὐτήν. Τὸ πρωῒ ὡσεὶ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. βʹ. Πρωῒ τὸν παρόντα βίον καλεῖ, οὐ συγκρίσει τοῦ μέλλοντος, ἀλλ’ ὅτι παυομένου τοῦ παρόντος βίου, τὸ σκότος τὸ τοῦ θανάτου ἐπέρχεται. Τοιγαροῦν Ἱερεμίας φησίν· Οὐαὶ ἡμῖν ὅτι ἔκλινεν ἡ ἡμέρα, καὶ ἐκλείπουσιν αἱ σκιαί· ἡμέραν τὸν παρόντα καὶ αὐτὸς βίον εἰπών, σκιὰς δὲ τὴν ἐν αὐτῷ πολιτείαν, ὡς πρὸς ὀλίγον κατέχουσαν. Ἐν τῷ παρόντι τοίνυν βίῳ ἡ τῶν ἀνθρώπων εὐπραγία· ἡ μὲν ὡς χλόη, ἡ δὲ ὡς ἄνθος παρέρχεται, τουτέστι, μέσον ἔρχεται· ἀλλ’ ἡ μὲν ὡς ἄνθος ἀποπίπτει, διὰ τὸ λίαν αὐτῆς ὀλιγοχρόνιον· ἡ δὲ κἂν πρός τινα καιρὸν ἐπιμείνῃ χλοάζουσα, σκληρύνεται ὅμως ὕστερον θερμανθεῖσα τῷ τῆς δικαιοσύνης ἡλίῳ καὶ ξηραίνεται, χόρτος τε οὖσα ἐλέγχεται πρὸς κλίβανον καὶ καῦσιν ἐπιτήδειος. Ὥστε καὶ λίαν συμβαίνει ὅπερ Ἡσαΐας ὁ προφήτης, ἀλλὰ μὴν καὶ Ἰάκωβος εἰς νουθεσίαν ἡμετέραν ἐξέθετο λέγων· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο. Ἀλλὰ ταῦτα οὐκ εὐχόμενος ὁ προφήτης, ἀποφαινόμενος δὲ καὶ ὀργιζόμενος φθέγγεται. Εἰ γὰρ καί, Παρέλθοι, οὐκ ἐν εὐχῆς τρόπῳ τὸ ῥῆμα λέγει· δηλοῖ δὲ Θεοδοτίων· ἀντὶ γὰρ τοῦ, Παρέλθοι, Παρέλθῃ, οὗτος ἐκδέδωκε. Πλὴν ὅτι τοῦ Θεοῦ τῶν ἁμαρτωλῶν καὶ τὴν δίκην αὐτοῖς κατὰ καιρὸν ἐπάγοντος ἡ τοῦ παρόντος εὐπρέπεια σαθρωθεῖσα ἐλέγχεται· ὡς δηλοῖ τὸ ἑπόμενον· Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Μετριώτερον τῆς ὀργῆς τὸν θυμὸν εἴωθεν αὐτὸς ὁ προφήτης ἐκτίθεσθαι· εἴσῃ δὲ μάλιστα, τοῦτον τὸν στίχον αὐτοῦ ἐπερχόμενος· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Τὸν μὲν γὰρ ἔλεγχον τῷ θυμῷ, τὴν δὲ μετὰ τὸν ἔλεγχον παιδείαν, δηλαδὴ τὴν τιμωρίαν, τῇ ὀργῇ προσεκύρωσεν. Ὅθεν καὶ νῦν ἀπὸ μὲν τῆς ὀργῆς φησιν ἡμᾶς ἐκλείπειν, τουτέστι, διαφθείρεσθαι· ἀπὸ δὲ τοῦ θυμοῦ ταράττεσθαι· ὁ δὲ ταραχθεὶς οὐ πάντως διαφθείρεται, ἀλλ’ ἐὰν σωφρονήσας ἐπιστρέψῃ, κερδαίνει τὴν ὀργὴν καὶ τὴν ἐξ αὐτῆς ἔκλειψιν· ὥσπερ ὁ ἐλεγχθείς, ἐὰν μεταβάληται, τὴν παιδείαν διαλαθεῖν δυνήσεται. Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου. Πρῶτον μὲν ὅτι ἀπεχθῶς πρὸς τὰς ἁμαρτίας ὡς δίκαιος καὶ ἐναντίως κέκτηται· ἔπειτα ὡς κριτὴς ἐν ὀφθαλμοῖς ἔχει καθάπερ τὰ κατορθώματα, οὕτως καὶ τὰ πλημμελήματα. Ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Οὐδὲν γὰρ τῶν ἐν αὐτῷ λανθάνει τὸν Θεόν, καὶ διὰ τοῦτο εἰς φωτισμὸν αὐτῷ εἶναι, τουτέστι, τοῦ προσώπου πεφανερῶσθαι λέγεται. Καὶ εἰς φωτισμόν ἐστι τοῦ προσώπου τοῦ Θεοῦ· δηλαδὴ τοῦ Χριστοῦ, παρ’ αὐτοῦ φωτισθῆναι δεόμενος. Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον. Πῶς; Τοῖς μετὰ ταῦτα μάνθανε. Ἐν τῇ ὀργῇ σου ἐξελίπομεν. Ὀργισθέντος γὰρ τοῦ Θεοῦ ἡνίκα ὁ Ἀδὰμ ἐν παραδείσῳ παρήκουσεν, αὐτοί τε ἡμεῖς ἐξελίπομεν, καὶ πᾶσαι ἡμῶν αἱ ἡμέραι, τουτέστιν, ὅλος ἡμῶν ὁ βίος ἐξέλιπε, θάνατον ἐφ’ ἡμῖν τοῦ κριτοῦ καταδικάσαντος. Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. Ἔπρεπε γὰρ τοιαῦτα τῷ προφήτῃ μελετᾷν καὶ φιλοσοφεῖν, καὶ τὸν ἀνθρώπινον βίον ὡς ἀράχνην διανοεῖσθαι, διηνεκῶς τοῦτο περὶ ἑαυτοῦ λογιζόμενον· ἐντεῦθεν γὰρ καὶ τὰ λυπηρὰ καρτερεῖν, καὶ τῶν δοκούντων εἶναι χρηστῶν περιφρονεῖν, ὡς σαθρὰν ἐχόντων τὴν ὑπόστασιν, ἔμελλεν. Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη. Ἐν αὐτοῖς, τουτέστιν, ἐνίων· ὀλίγοι γὰρ ἀριθμὸν ἐτῶν τῶν εἰρημένων φθάνουσιν. Ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη. Δυναστείαν καλεῖ τὴν εὐρωστίαν τοῦ σώματος. Σύμμαχος δὲ ἀντὶ τοῦ, Ἐν δυναστείαις, Ἐν παραδόξῳ, ἐκδέδωκε δεικνὺς ὡς οὐκ εἶναι εὐχερὲς εἰς τοσοῦτον ἡλικίας προκόψαι καὶ τὸν εὔρωστον. Καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Ἄρα τοίνυν ἀράχνην τὸν βίον ἐκάλεσε τὸν ἀνθρώπινον· τοῦτο μὲν ὡς πρὸς ὀλίγον ἀρκοῦντα καιρόν· τὸ γὰρ ἀσθενές, τῆς ἀράχνης ἴδιον· τοῦτο δὲ ὡς κόπον καὶ πόνον εἰς ἀνωφελὲς ἔχοντα· πολλῷ γὰρ κόπῳ καὶ μόχθῳ καὶ ἡ ἀράχνη διὰ τὸ λίαν λεπτὸν τῶν ὑφασμάτων συνετίθετο· ἀλλ’ ὅμως ἀνωφελὴς ὁ ἐπ’ αὐτοῖς πόνος· εἰς οὐδὲν γὰρ ἀποβαίνει χρήσιμον. Ἀνθ’ ὅτου δὲ ἐν ἑβδομήκοντα τῶν ἀνθρωπίνων ἐτῶν τὸν ἀριθμὸν περιέγραψε, καίτοι πολλῶν εἰς ἑκατὸν ἔτη φθανόντων καὶ πλείονα, ἢ πάντως ὅσα τὸν ὀγδοηκοστὸν ἀριθμὸν ὑπερπέσῃ, οὐδαμῶς ἀριθμεῖσθαι ἠξίωσεν, ὡς περιττῶν τῷ βίῳ τυγχανόντων, εἰς γῆρας ἐλαυνόντων ὑπερήμερον, ὅπερ αὐτοὺς μικροῦ τοῖς νεκροῖς παραπλησίους καθίστησιν. Ὅτι ἐπῆλθε πραότης ἐφ’ ἡμᾶς, καὶ παιδευθησόμεθα. Πραότητα καλεῖ τὴν ἐφ’ ἡμῖν παρὰ τοῦ Θεοῦ ἐξελθοῦσαν ἀπόφασιν· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Πραῦναι γὰρ ὁ Θεὸς τὰς προλαβούσας τιμωρίας βουλόμενος (φημὶ δὲ τόν, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου· καὶ τό, Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ), τέλος ἡμῖν τοῦτον ἐπινοεῖ τὸν θάνατον, ᾧ σφόδρα παιδευσόμεθα, οὐ τιμωρούμενοι τοσοῦτον, ὅσον ὠφελούμενοι· ἐλπίδι γὰρ τοῦ θανάτου πολλὰ τῶν κακῶν τῶν ἐντεῦθεν ἐκκλίνομεν. Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι; γʹ. Ἐνταῦθα τό, Τίς, οὐκ ἐπὶ ἀδυνάτῳ, ἀλλ’ ἐπὶ τῷ σπανίῳ ὁ προφήτης ἐξέλαβεν· ὡς τό, Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Θεοῦ; καί, Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; Σπανίους γὰρ τούτους ὁμοῦ καὶ μακαρίους ἐπαπορήσας δείκνυσιν. Ὥσπερ δὴ καὶ ἐνταῦθα· τὸ γὰρ γινώσκειν τὸ δυνατὸν τῆς ὀργῆς τοῦ Θεοῦ, καὶ ἀπὸ τοῦ φόβου αὐτοῦ, δηλαδὴ διὰ τὸν φόβον αὐτοῦ, τὸν θυμὸν αὐτοῦ ἐξαριθμεῖσθαι, τουτέστι, πολυπραγμονεῖν καὶ ἀναλογίζεσθαι, ἁμαρτημάτων ἀποχήν, κατόρθωσιν δὲ τῶν ἀρετῶν ἐργάζεται. Τὴν δεξιάν σου οὕτως γνώρισόν μοι, καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. Δεξιὰν τοῦ Θεοῦ τὸν Χριστὸν καλεῖ· πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ, τουτέστιν, ἐν τῷ Χριστῷ (Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία), τοὺς ἀποστόλους· οὐδὲ γὰρ εἶπε, Γλώττῃ πεπαιδευμένους, ἀλλά, Καρδίᾳ, ὅπερ τῶν ἀποστόλων ὡς θεοφόρων ἴδιον, οἵτινες καὶ νοῦν ἔχουσι Χριστοῦ, καθάπερ καὶ Παῦλος ἔλεγε. Γνωρισθῆναι τοίνυν, τουτέστιν, ἀποκαλυφθῆναι τὸν Χριστὸν καὶ τοὺς ἀποστόλους, ὡς ἐκεῖθεν ἡμῶν ἁμαρτανόντων τὴν σωτηρίαν πρεσβεύεται. Ἀλλὰ γὰρ εἰπών, Οὕτως γνώρισον, εἶτα τὸ πῶς μὴ ἐπαγαγών, δῆλός ἐστιν εἰπεῖν μὲν θελήσας τὸν τρόπον καθ’ ὃν τὸν Χριστὸν ἀποκαλυφθῆναι προσεύχεται, ἢ ἐν ὕψει τυχόν, ἢ ἐν ταπεινώσει, ἐπαπορήσας δὲ ποῖον ἐκλέξασθαι προσῆκε. Τὸ μὲν γὰρ ὕψος αὐτὸν ποιεῖ τοῖς ἀνθρώποις ἀπρόσιτον· εὐκαταφρόνητον δὲ ἡ ταπείνωσις· διόπερ ὁ Χριστὸς ἑκατέρου τὸ μέσον ἐκλέλεκται, τὸ ταπεινὸν τῶν παθῶν θεραπεύων τοῖς θαύμασιν. Ἐπίστρεψον, Κύριε (ἕως πότε), καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου. Οὐκ αὐτὸν ἐπιστρέψαι τὸν Θεόν, ἀλλ’ ἡμᾶς ἐπιστρέψαι, τουτέστι διορθῶσαι πρεσβεύεται. Ἢ καὶ τὸν Θεὸν ἐπιστρέψαι βούλεται, ἵνα ἐπιστραφεὶς ὡς ποιμὴν τὰ ῥεμβόμενα πρόβατα ἐπιβλέψηται, ἐφ’ οἷς καὶ παρακληθῆναι αὐτὸν τοῦτον διὰ τὴν πλάνην βούλεται. Ἕως πότε δὲ λέγει οὐκ ἐγκαλῶν, ἀλλ’ ὡς ὑπεροδυρόμενος τὴν ἀναβολὴν τοῦ Θεοῦ, καὶ δεῖξαι βουλόμενος τάχους τὰ ἡμέτερα χρῄζοντα. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε· καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Οὔπω τὴν προσευχὴν ὁ προφήτης ἐπλήρωσεν· ἔτι γὰρ αὐτῆς ἐν τοῖς στίχοις τοῖς ἑπομένοις ἔχεται· καὶ ὡς ἀκουσθεὶς ὅμως τὰ παρόντα ἐφθέγξατο, ἐν οἷς ἐμπλησθῆναι τοῦ ἐλέους τοῦ Θεοῦ, τουτέστι, δαψιλῶς ἀπολαῦσαι, σεμνύνεται· ἐμπλησθῆναι δὲ Τὸ πρωΐ, ἤτοι τὸν καιρὸν λέγων τῆς τοῦ Σωτῆρος ἀναστάσεως, Λίαν πρωΐ, καθά φησιν ὁ Μάρκος, γενόμενον· ἢ καὶ τὸν παρόντα βίον, ἐν ᾧ τὸ ἔλεος τοῦ Θεοῦ τοῖς ἀνθρώποις ὁ Χριστὸς ἐπεδήμησεν· οὗ καὶ τῶν ἀγαθῶν ὡς πολλῶν ἐνεπλήσθημεν· ἐφ’ οἷς ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν πάσας τὰς ἡμέρας, ἅστινάς ποτε τῷ λαῷ τῶν Ἰουδαίων συνέβαινε χρόνον τινὰ δυναστεύοντι καὶ πάλιν ὑπὸ τοὺς ἐχθροὺς γινομένῳ καὶ δουλεύοντι· τοῦτο γὰρ συνεχῶς ἐν τῇ βίβλῳ τῶν Κριτῶν εὑρήσεις ἱστορούμενον. Εὐφράνθημεν ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά. Ποίας ἡμέρας, ἢ πάντως ταύτας, ἃς ἐτελοῦμεν ὑπὸ τὴν δουλείαν τῶν εἰδώλων αἰνίττεται, ἐν αἷς ἡμᾶς ἐταπείνωσε συγχωρήσας δουλεύειν τοῖς ἡμετέροις ποιήμασι; Τότε πολλὰ κακά τε καὶ διάφορα εἴδομεν, οὐ μόνον εἰς τὸν Ποιητὴν βλασφημοῦντες, ἀλλὰ καὶ τῆς φύσεως ἀγνοοῦντες τὰ δίκαια· τοὺς γὰρ υἱοὺς καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις ἐθύσαμεν. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Ὁρᾷς πάλιν πῶς τὴν προσευχὴν ἀνέλαβεν; Τί δὲ ὅλως προσεύχεται; Ἐφορᾷν ἡμᾶς τὸν Θεὸν καὶ τὰ ἔργα τὰ ἡμέτερα. Ἐπόψεται δὲ ἡμᾶς καὶ δούλους οἰκείους ἕξει, ὅταν αὐτῷ αὐτοῦ τῷ νόμῳ (τοῦτο γὰρ δούλων ἴδιον) ὑπακούσωμεν· τότε ἡμῶν ἐπισκοπεῖν καὶ τὰ ἔργα ὡς ἀγαθὰ ἀνέξεται. Ὁδηγήσει δὲ ἡμᾶς καὶ τοὺς υἱοὺς ἡμῶν τοὺς τῆς σαρκός, ἀλλὰ μὴν καὶ τοῦ πνεύματος, ὡς παρὰ χρηστῶν χρηστὰ διδασκομένους καὶ τῇ παρὰ Θεοῦ χειραγωγίᾳ θεασάμενος πρέποντας. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ’ ἡμᾶς. Ἐὰν γὰρ τῆς λαμπρότητος τοῦ Θεοῦ, τῆς ἐλλάμψεως τοῦ Πνεύματος δηλαδή, μεταλάβωμεν, ἧς μετασχόντες οἱ ἅγιοι ἰδίαν καὶ αὐτοὶ λαμπρότητα κέκτηνται (φησὶ γάρ· Ἐν τῇ λαμπρότητι τῶν ἁγίων σου· ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε)· Τὰ ἔργα τῶν χειρῶν ἡμῶν, αἱ πράξεις, ἐρεῖς, ἐφ’ ἡμᾶς, τουτέστιν ὑπὲρ ἡμῶν, παρὰ Θεοῦ κατευθύνονται, οὕτως κατὰ νόμον τὸν παρ’ αὐτοῦ πραττόμεναι, ὥστε καὶ πρὸς ἡμᾶς ὅπερ εἴρηται τοῖς ἀποστόλοις λέγεσθαι· Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Ἄρα τὴν ἐλεημοσύνην ὁ ψαλμῳδὸς αἰνίττεται· αὕτη γὰρ ἔργον τῶν χειρῶν τῶν ἡμετέρων ἐξαίρετον· διὰ τοῦτο τῶν ἔργων αὐτὸ τῶν πολλῶν ἀφώρισεν, ὧν ἐν τοῖς στίχοις τοῖς πρόσθεν ἐμνημόνευσεν, ἰδιάζον ὥσπερ ἀξίωμα τῇ ἐλεημοσύνῃ περιθεῖναι βουλόμενος, ἧς κατευθυνούσης, οὐ τὰ τυχόντα κερδαίνομεν, ἔλεον δὲ τὸν παρὰ Θεοῦ καὶ συμπάθειαν· Μακάριοι γὰρ οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.