# Commentarius magnus in Psalmos (Ms Α) Προσευχὴ τῷ Δαυίδ. Ψαλμὸς πεʹ..1

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Προσευχὴ τῷ Δαυίδ. Ψαλμὸς πεʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A0%CF%81%CE%BF%CF%83%CE%B5%CF%85%CF%87%E1%BD%B4%20%CF%84%E1%BF%B7%20%CE%94%CE%B1%CF%85%CE%AF%CE%B4.%20%CE%A8%CE%B1%CE%BB%CE%BC%E1%BD%B8%CF%82%20%CF%80%CE%B5%CA%B9..1

αʹ. Θεωρεῖς τῆς προσευχῆς τὸ ἀξίωμα; Τὰ μὲν γὰρ ἄλλα τῷ Ἀσὰφ καὶ τοῖς υἱοῖς Κορὲ μελῳδεῖν παρεχώρησε· τὴν προσευχὴν δὲ αὐτὸς καθαρίζει τῷ Θεῷ, οὐκ ἐφ’ ἑαυτοῦ μόνον, ἐξ ὅλου δὲ αὐτὴν τοῦ προσώπου τῶν ἀνθρώπων ὑποκρινόμενος. Κλῖνον, Κύριε, τὸ οὗς σου καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Πτωχὸς καὶ πένης πᾶς ἄνθρωπός ἐστιν, οὗ νῦν ὁ προφήτης ἀναλαμβάνει τὸ πρόσωπον. Αὐτοὶ δὲ γὰρ ἐξ ἁμαρτίας πτωχεύομεν, καὶ πένητες διὰ τὸν Ἀδάμ, κλῆρον ὥσπερ ἡμῖν παραπέμψαντα τὴν πενίαν, τυγχάνομεν. Διὰ τοῦτο κλῖναι τὸν Θεὸν τὸ οὖς, ἵνα συγκαταβῇ ὡς πλούσιος πτωχοῖς, ὡς ἰατρὸς ἀσθενοῦσι, προσηύξατο. Συγκαταβῇ δέ, διατί; Ἐπειδὴ πολλάκις Θεοῦ αἰτοῦμεν ἀνάξια· ἀλλ’ αὐτὸς ὡς ἰατρὸς ἀνέχεται μὲν ἀκοῦσαι τῆς αἰτήσεως· μόνα δὲ παρέχει τὰ συμφέροντα. Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι. Καὶ πῶς ὅσιος εἶναι δύναται ὁ πτωχεύων ἐν ἀρετῇ, ἢ πενόμενος; Πάντως ἐπειδὴ τὴν πενίαν ὡμολόγησεν, ὅσιος ἤδη διὰ τῆς ὁμολογίας γέγονεν· ἢ καὶ ὅσιόν φησι τὸν ἄνθρωπον, διόπερ εἶχε πρὸ τῆς παραβάσεως ἐν παραδείσῳ ἀξίωμα. Σῶσον τὸν δοῦλόν σου. ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ. Ἱκανὰ δυσωπῆσαι τοῦ προφήτου τὰ ῥήματα. Ἐπειδὴ γὰρ ὁ Δεσπότης οὐδενὶ τρόπῳ τὸν ἑαυτοῦ δοῦλον, ὅταν ἐπ’ αὐτὸν ἐλπίζων τύχῃ, ἀποποιεῖσθαι δύναται, περιποιεῖται δὲ αὐτόν, ἕνεκα τῆς εἰς αὐτὸν ἐλπίδος, κἂν ἕτερα τύχῃ κεκτημένος ἐλαττώματα, προβάλλεται τὴν δουλείαν, ἐπισπάσασθαι τὸν Θεὸν πρὸς ἡμᾶς, ἵνα μὴ ζημιωθῇ τὸ κτῆμα τὸ οἰκεῖον βουλόμενος. Ἐλέησόν με. Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. Ἔγνως τίνα τρόπον ἐλεεῖσθαι δυνάμεθα; Ὅλην τὴν ἡμέραν κράζοντες πρὸς τὸν Θεόν, οὐχὶ νῦν μὲν τοῖς λόγοις εὐχόμενοι, νῦν δὲ αὐτὸν τοῖς ἔργοις παροξύνοντες· οὐδὲ νῦν μὲν εἰς ἐκκλησίαν Θεοῦ, νῦν δὲ εἰς ἐκκλησίαν ἀνδρῶν παρανόμων σχολάζοντες· περὶ ὧν, Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, αὐτὸς ὁ Δαυῒδ ἔλεγεν. Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Παρὰ σοῦ, φησίν, αἰτῶ τὴν χαράν, πρὸς ὃν ἦρα τὴν ψυχήν, ἀπὸ τῆς γῆς αὐτὴν κουφίσας ἄνω, καὶ τῇ ἐλπίδι τῶν θείων βαστάσας, ὥστε μὴ χαίνειν πρὸς τὰ ἀνθρώπινα. Σὺ τοίνυν εὔφρανον. Τὴν γὰρ παρὰ ἀνθρώπων εὐφροσύνην ὡς ἐπιβλαβῆ καὶ παυομένην οὐ βούλομαι. Ὅτι σύ, Κύριε, χρηστὸς καὶ ἐπιεικής, καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Οὐ μάτην τὴν ψυχὴν πρὸς σὲ ἦρα, ἀλλ’ ἐπειδὴ συμπάσχεις μὲν ὡς χρηστός, ἀντέχῃ δὲ τῶν πταιόντων ὡς ἐπιεικής, πρὸς τούτοις οὐ μονοειδῶς ἐλεεῖς, ἀλλὰ πολλοῖς καὶ διαφόροις τρόποις ἐλεεῖς διὰ φιλοπτωχίας, ἐλεεῖς διὰ δακρύων, ἐλεεῖς διὰ κατορθωμάτων, ἐλεεῖς διὰ πίστεως, οὐ τινάς, ἀλλὰ πάντας τοὺς ἐπικαλουμένους σε. Ἄρα ὅσοι Θεὸν οὐκ ἐπικαλοῦνται, ἐλεεῖσθαι οὐ δύνανται· ὥστε ὅπλον ἡμῖν καὶ λιμὴν καὶ θύρα σωτηρίας ἡ προσευχὴ καθέστηκεν. Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐνώτισαι, τουτέστιν, ἀξίαν τῶν σῶν ἀκοῶν ἔγκρινον· Πρόσχες δὲ τῇ φωνῇ, ἵνα τῷ προσφέροντι τὴν δέησιν ἀπονείμῃς συμπάθειαν, ἀκμάζοντα τῷ τόνῳ τῆς ψυχῆς καὶ τῷ πρὸς σὲ πόθῳ (τοῦτο γάρ ἐστι, Φωνὴ προσευχῆς). θεασάμενος. Διόπερ ἐπήγαγεν· Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι ἐπήκουσάς μου. Ἐπειδήπερ αἱ θλίψεις ὡς τὰ πολλὰ τὰς προσευχὰς ἐκκόπτουσιν, ἐμβάλλουσαι εἰς ὀλιγωρίαν τὸν ἄνθρωπον, αὐτὸς οὐ ταῦτα πεπονθέναι φησίν, κεκράξαι δὲ καὶ φωνῇ συντονωτέρᾳ χρήσασθαι· ὅπερ ἦν μὴ καταπεσόντος, ἀλλὰ καὶ θαῤῥοῦντος τὴν αἴτησιν. Καὶ τίς ἡ αἰτία; Ὅτι ἐπήκουσάς μου. Ὡς γὰρ ἐπακουσθεὶς ἤδη, εἰκότως τὴν προσευχὴν οὐκ ἐνάρκησεν· ὥστε καὶ φωνῇ κέχρηται. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Οὐ περὶ τῶν εἰδώλων τῷ προφήτῃ νῦν ὁ λόγος (τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος, ἢ τίς σύγκρισις τῷ ψεύδει πρὸς τὴν ἀλήθειαν), ἀλλὰ θεοὺς λέγει πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καθάπερ ὁ Χριστὸς ἐν Εὐαγγελίοις ἔλεγεν, δηλαδὴ τοὺς ἁγίους καὶ θεοφόρους ἄνδρας, ὧν οὐδεὶς ἐξομοιωθῆναι τῷ Κυρίῳ δυνήσεται. Εἰ γὰρ καὶ συγγενὴς αὐτοῖς κατὰ τὴν σάρκα ἐτύγχανεν, ἀλλὰ διὰ τὴν θεότητα ὑπῆρχεν ἀπαράβλητος· μᾶλλον δὲ καὶ διὰ τὴν ἀνθρωπότητα. Οὐδεὶς γὰρ αὐτῶν ἐκ παρθένου γεγέννηται, τὰς ἡμετέρας ἁμαρτίας ἐβάστασεν, οὐδεὶς αὐτῶν ἐτροπώσατο διὰ θανάτου θάνατον. Οὔτε αὐτῷ τοίνυν, οὔτε τοῖς ἔργοις τοῖς παρ’ αὐτοῦ ἐστιν ὁ συγκριθῆναι δυνάμενος. Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε. Ἐνώπιον, ποῦ ἄρα; ἐν τῷ ναῷ τῶν Ἰουδαίων; Ἀλλ’ οὔτε ὁ ναός ἐστιν, οὔτε τὰ ἔθνη ἀκρόβυστα ὄντα ἐκεῖ προσκυνεῖν ἠδύναντο. Οὐκοῦν σαφῶς περὶ τοῦ Χριστοῦ λέγει, οὗ προσκυνεῖ πάντα τὰ ἔθνη ἐνώπιον. Οἱ γὰρ ἐν τῇ Βηθλεὲμ καὶ τῷ σταυρῷ καὶ τῇ ἀναστάσει προσκυνοῦντες, κατὰ πρόσωπον προσκυνοῦσι τοῦ τὴν σωτηρίαν ἐκεῖ τὴν ἡμετέραν πράξαντος. Τὸ δὲ αὐτὸ καὶ οἱ ἐπὶ τοῦ θυσιαστηρίου προσκυνοῦντες, ἐνώπιον αὐτοῦ προσκυνοῦσι. Ἐκεῖ γὰρ αὐτὸν καθ’ ἑκάστην θυσίαν μυστικὴν θεωροῦσι καθήμενον. Καὶ δοξάσουσι τὸ ὄνομά σου. Τίνος γεγονότος; Ξύλοις γὰρ καὶ λίθοις ἐλάτρευον, ὑπήκοοι καὶ δοῦλοι δαιμόνων ἐτύγχανον. Οὐκοῦν τὰ ἑξῆς ἄκουε· Ὅτι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ ὁ Θεὸς μόνος. βʹ. Οὐκοῦν τὸν Χριστὸν διὰ τοῦτο δοξάζουσι, μέγαν αὐτὸν εὑρόντες καὶ μόνον πεποιηκότα θαυμάσια. Τί δὲ αὐτοῦ τὸ μέγεθος, καὶ ποῖα τὰ θαυμάσια; Τὴν πλάνην τῶν εἰδώλων τὴν ἀπ’ αἰῶνος ἠφάνισεν, οὐκ ἀγγέλους ἐπὶ τούτῳ πέμψας, οὐ κινήσας τὴν γῆν, οὐ πῦρ ἐξ οὐρανοῦ βρέξας, ἀνθρώποις δὲ καὶ ἀγραμμάτοις καὶ πτωχοῖς καὶ ἁλιεῦσιν ὑπηρέταις εἰς τοῦτο χρησάμενος. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου. Σαφῶς ὁ προφήτης πρὸ τῶν Εὐαγγελίων εὐαγγελικὰ φθέγγεται, ὁδηγηθῆναι παρὰ τῆς ὁδοῦ πρὸς τὴν ὁδόν, καὶ πορευθῆναι τῇ ἀληθείᾳ βουλόμενος τοῦ λέγοντος· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια. Πλὴν ὅτι πρῶτον ὁδηγηθῆναι πρὸς τὴν ὁδὸν τοῦ Θεοῦ, καὶ καταμαθεῖν αὐτῆς τὰς ἀρχάς, δηλαδὴ καὶ τὰ στοιχεῖα, χρῄζομεν, καὶ τότε τῇ ἀληθείᾳ πορευσόμεθα. Τέλος γὰρ θεογνωσίας τὸ καταλαβεῖν τὴν τῶν ὄντων ἀλήθειαν. Εὐφρανθήτω ἡ καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Καλὴν χαρὰν αἰτεῖ, καλὴν πανήγυριν εὔχεται, φοβεῖσθαι τὸ τοῦ Θεοῦ ὄνομα. Ἐκεῖθεν γὰρ ἡμῖν ἡ ὄντως ἐπιγίνεται χαρά, ἥτις οὐ σαρκός ἐστιν, ἀλλὰ ψυχῆς καὶ καρδίας αὐτῆς, πολλὴν πρὸς τὸν Θεὸν οἰκείωσιν ἐχούσης καὶ συγγένειαν. Ὅθεν αὐτοῦ καὶ τὸν φόβον πανήγυριν τίθεται, οὐκ ἀγνοοῦσα ποῖον ἔχει ἀξίωμα. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Οὐκ ἄρα Θεὸν δοξάζειν πρὸ τῆς τῶν ἁμαρτημάτων ὁμολογίας ἐπιτρέπει· ἐβούλετο μὲν γὰρ ἀπὸ γλώττης καθαρᾶς δοξάζειν τὸν Θεόν· καθαίρεται δὲ αὕτη τὰς ἁμαρτίας ἐξ ὅλης καρδίας ἐκλέγουσα. Τοῦτο γάρ ἐστιν ἀληθῶς ἐξαγόρευσις, τὸ τὴν ἁμαρτίαν ἐξ ὅλης ἐμέσαι διανοίας, καὶ μηκέτι πρὸς αὐτὴν ὑποστρέψαι, ἀλλ’ ὡς ἅπαξ ἐμεθεῖσαν ἀποστρέφεσθαι. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ’ ἐμέ, καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου. Τούτου, φησί, χάριν τὴν τῶν ἁμαρτημάτων ὁμολογίαν ἐθάρσησα, δέον αὐτὴν φοβεῖσθαι καὶ αἰσχύνεσθαι, ἐπειδὴ μέγα τὸ ἔλεός σου ἐπ’ ἐμέ, τουτέστι, τὸν ἄνθρωπον, ὥστε τὸν ὁμολογοῦντα τὴν ἁμαρτίαν οὐ μόνον ἀπολαύειν φειδοῦς καὶ συγχωρήσεως, ἀλλὰ καὶ ἀμοιβὴν προσδοκᾷν. Τίς δὲ αὕτη; Ῥυσθῆναι τὴν ψυχὴν ἐξ ᾅδου κατωτάτου, δηλαδὴ τοῦ τῆς γεέννης χωρίου, καὶ τοῦ ἐξωτάτου σκότους. Ἐκεῖνος γὰρ τοῖς ἀμαρτωλοῖς ὁ τόπος κεκλήρωται· ᾅδης κατώτατος ἀναγκαίως. Οὐκ ἔνι γὰρ ἐκεῖθεν ἀναβῆναι τὸν κατελθόντα, λέγομεν. Ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ’ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. Ὁ γὰρ τὸν πλησίον ἀδικῶν, τὸν Θεὸν πρὸ τῶν ὀφθαλμῶν τῶν οἰκείων οὐ τίθεται· ὃς ὡς, εἴγε ἐτίθετο, οὐκ ἂν ἠδίκει, τὸν κριτὴν εὐλαβούμενος· οὐδὲ παρηνόμει, τοῦ νομοθέτου τὴν ἀπειλὴν λογιζόμενος. Τοῦτο δὲ οὐκ ἐξ ἀγνοίας, ἀλλ’ ἐκ θρασύτητος πάσχουσιν· ὥσπερ οἱ λῃστεύοντες ἐπ’ ἐρημίας, οὐκ ἀγνοοῦντες εἶναι κριτὰς καὶ δικαστὰς λῃστεύουσι, φροντίδα δὲ αὐτῶν ἢ φόβον ἐξ ἀνοίας οὐκ ἔχουσι. Τούτους οὐ μόνον παρανόμους, ἀλλὰ καὶ συναγωγὴν κραταιῶν, τῶν ἐν κακίᾳ δυναστευόντων, ἐκάλεσεν, οἷς καθ’ ἕτερον μέρος τῆς προφητείας ἐμέμφετο. Ἱνατὶ ἐγκαυχᾷς ἐν κακίᾳ, ὁ δυνατός; Διατί δὲ τοὺς ἐπαναστάντας οὐ μόνον παρανόμους, ἀλλὰ καὶ κραταιοὺς ἐν κακίᾳ, ὅπερ ἔφημεν εἶναι δυνατούς, προσηγόρευσεν; Ἐπειδὴ οὐκ ἀγρόν, οὐκ οἶκον, οὐκ ἐσθήματα, ἢ ἀνδράποδα, ἀλλὰ τὸ μονογενὲς τοῦ ἀνθρώπου κτῆμα τὴν ψυχὴν ἐζήτουν ἐπιβουλεῦσαι ταύτην, καὶ θανατῶσαι βουλόμενοι. Ἄντικρυς τοίνυν ταῦτα περὶ τῶν ὄντως παρανόμων, καὶ τῶν ἐν κακίᾳ δυνατῶν τῶν δαιμόνων ἐλέγετο, διόπερ αὐτοῖς τὸν Θεὸν ἐπεστράτευσεν. Καὶ σύ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός· ἐπίβλεψον ἐπ’ ἐμέ, καὶ ἐλέησόν με. Μάτην, φησίν, ἐπανέστησαν· σὺ γὰρ ὡς Θεὸς ὑπερμαχεῖς τοῦ πλάσματος, ὡς οἰκτίρμων καὶ ἐλεήμων τῷ ἐπιβουλευομένῳ συμπάσχεις, ὡς μακρόθυμος οὐ παραδίδως τὸν ἁμαρτωλὸν εἰς χεῖρας ἐχθρῶν, ὡς πολυέλεος οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ἐλεεῖς, ὡς ἀληθινὸς ἀπωθεῖς τὸν ἀδικοῦντα, σώζεις τὸν ἀδικούμενον. Διόπερ Ἐπίβλεψον ἐπ’ ἐμέ· πρόβατον γὰρ ὃ ὁ ποιμὴν ἐπιβλέπει, λύκος λαβεῖν οὐ δύναται· Καὶ ἐλέησόν με. Ἐπειδὴ γὰρ ἔργα οὐκ ἔχω, οἷς τὴν σὴν χεῖρα εἰς τὴν ἐμὴν συμμαχίαν προτρέψωμαι, ἀναγκαίως προτείνω τὸν ἔλεον, τοῖς ἐπιβουλευομένοις μάλιστα χρεωστούμενον. Δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σού, φησιν, ὅτι ὡς μὲν ἄνθρωπος παῖς καὶ δοῦλός ἐστιν, ὃς καὶ τὸ κατὰ τῶν παθῶν κράτος αἰτεῖται λαβεῖν· ὡς δὲ τῆς παιδίσκης αὐτοῦ υἱός, ἤγουν τῆς σοφίας, τὸ σωθῆναι ζητεῖ· ἢ παιδίσκην τοῦ Θεοῦ τὴν φύσιν τὴν ἡμετέραν λέγει. Ὡς παιδίσκος γὰρ ὑπακούει τῷ δημιουργῷ πρὸς ἅπερ ἂν ἐθέλῃ καὶ διατάττηται κελεύει τοὺς ἑαυτῆς ὅρους, ὅταν αἴσθηται τοῦτο τὸν ποιητὴν κελεύοντα. Δοῦλον τοίνυν λέγων εἶναι καὶ δούλης υἱὸν τὸν ἄνθρωπον ὁ προφήτης σεμνύνεται· διόπερ αὐτῷ καὶ τὸ τοῦ Θεοῦ κράτος προσήκειν ἐνόμισεν, ὡς ἀρχαίῳ δούλῳ καὶ ἐκ προγόνων τυγχάνοντι. Οἱ δὲ τοιοῦτοι τῶν οἰκετῶν τὸν δεσποτικὸν πλοῦτον ἀνυπόπτως πιστεύονται. Καὶ τίς οὗτος ἦν, τοῖς ἑξῆς ἤδη μάνθανε. Ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με. Οὐχ ἁπλῶς αἰτεῖ σημεῖον, ἀλλ’, Εἰς ἀγαθόν, τουτέστιν, ἐπ’ εὐεργεσίαν τοῦ γένους γινόμενον· οἷόν ἐστιν ἐκεῖνο ὅπερ Ἡσαΐας πρὸς τὸν Θεὸν εἰπεῖν πρὸς τὸν Ἄχαζ ἐξέθετο· Αἴτησαι σεαυτῷ σημεῖον εἰς βάθος ἢ εἰς ὕψος· καὶ μετὰ τοῦτο ἐπήγαγεν· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Τὸ δὲ παρθένον τεκεῖν, τοῦτο σημεῖον ἄντικρυς· ἀλλὰ μὴν καὶ ὅπερ αὐτὸς ὁ Κύριος ἔλεγεν· Ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Ἐπὶ τούτοις τοῖς σημείοις οἱ μισοῦντες ἡμᾶς δαίμονες κατῃσχύνθησαν ἅπαντες. Οὔτε πρέσβυς, οὐδὲ ἄγγελος, καθά φησιν Ἡσαΐας, αὐτὸς δὲ ἡμῖν ὁ Θεὸς ἐβοήθησε, τεχθεὶς ἐκ παρθένου, καὶ δι’ ἡμᾶς γενόμενος ἄνθρωπος, αὐτὸς ἡμᾶς καὶ παρεκάλεσε. Πενθούντων γὰρ ἡμῶν ἐπὶ τῇ καταδίκῃ τοῦ θανάτου, ἀναστὰς ἐκ νεκρῶν, ὕπνον τὸν θάνατον ἔδειξεν.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
