# Commentarius magnus in Psalmos (Ms Α) Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ. Ψαλμὸς πηʹ..1

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ. Ψαλμὸς πηʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A3%CF%85%CE%BD%CE%AD%CF%83%CE%B5%CF%89%CF%82%20%CE%91%E1%BC%B0%CE%B8%E1%BD%B0%CE%BC%20%CF%84%E1%BF%B7%20%E1%BC%B8%CF%83%CF%81%CE%B1%CE%B7%CE%BB%CE%AF%CF%84%E1%BF%83.%20%CE%A8%CE%B1%CE%BB%CE%BC%E1%BD%B8%CF%82%20%CF%80%CE%B7%CA%B9..1

αʹ. Ἕτερος οὗτος ψαλτῳδὸς παρ’ ἐκεῖνον τὸν διὰ τῆς ἐπιγραφῆς τοῦ ὀγδοηκοστοῦ ἑβδόμου ψαλμοῦ δηλωθέντα καθέστηκεν. Ὁ μὲν γὰρ Αἰμάν, Αἰθὰμ δὲ οὗτος εἴρηται. Συγγενεῖς δὲ ἵσως ἢ πολῖται· διόπερ ἑκάτερος αὐτῶν Ἰσραηλίτης ὠνόμασται, ἀπὸ τοῦ τόπου τοῦτο λαχόντες, ἢ συγγενείας, λέγεσθαι. Συνέσεως δὲ καὶ ὁ παρὼν ψαλμὸς ἐπιγέγραπται· περὶ μεγάλων γὰρ καὶ τῆς περὶ Θεοῦ συνέσεως δεδομένων τὰ τῇ παρούσῃ προφητείᾳ προσκείμενα· Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Αἰῶνα τὸν παρόντα λέγει. Ἐνταῦθα οὐ μονοειδῆ ἔλεον, πολλὰ ἡμῖν εἴδη φιλανθρωπίας ἔνευσε, τὸ βάπτισμα, τὴν μετάνοιαν, τὴν ἐλεημοσύνην, ὧν ἑκάστῳ χρησάμενος ὁ ἁμαρτωλός, ἐλέου τυχεῖν καὶ συμπαθείας δύναται. Εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. Εἰς γενεὰν καὶ γενεάν, τὴν παροῦσαν δηλαδὴ καὶ τὴν μέλλουσαν· ἐν ἑκατέρᾳ γὰρ ἀλήθειαν τοῦ Θεοῦ διηγούμεθα. νῦν μὲν αὐτὴν ἀπὸ τῆς Γραφῆς τῆς θεοπνεύστου μανθάνοντες, ὕστερον δὲ αὐτοῖς παραλαμβάνοντες ἔργοις, καὶ σαφῆ τὴν ἀλήθειαν ἐν τῷ κριτηρίῳ λάμπουσαν τῷ ἡμετέρῳ βλέποντες, ὅτε τὴν ἀντιμισθίαν ἕκαστος τῶν ἔργων τῶν οἰκείων κομίζεται. Ἀλλὰ τίνος χάριν τὸν μὲν ἔλεον τῷ νῦν αἰῶνι, τὴν δὲ ἀλήθειαν καὶ τῷ νῦν ἀποκληροῖ καὶ τῷ μέλλοντι, δείκνυσι τὰ ἑπόμενα. Ὅτι εἶπας, εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται ἐν τοῖς οὐρανοῖς· ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Θεοῦ, φησίν, ἀπόφασις ἑκάτερον τῶν εἰρημένων καθέστηκε. Τίς αὕτη καὶ ποία; Ἡ τάχα τοῦ Θεοῦ τὸ κήρυγμα· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Ἐπείγοντος γὰρ ὑπῆρχε τὸ ῥῆμα, καὶ ἁμαρτωλῶν μετάνοιαν ἐπισπεύδοντος. Διόπερ λέγει, Μετανοεῖτε. Ἐπειδὴ νῦν χώραν ἔχει τὸ ἔλεος, καὶ ἐνταῦθα τὴν ἐφ’ ἡμῖν φιλανθρωπίαν ὁ τῆς ἡμετέρας σωτηρίας ἀρχιτέκτων ᾠκοδόμησεν· εἶτα τοῦτο σφραγίζων ἐπήγαγεν, Ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· δεικνὺς ὡς ἐὰν ἡ βασιλεία τῶν οὐρανῶν ἐπιστῇ, οὐκέτι χώραν ἡ μετάνοια κέκτηται, ἐπειδὴ ἐν τοῖς οὐρανοῖς τὴν ἀλήθειαν ὁ κριτὴς τὴν οἰκείαν ἡτοίμασεν· ἀλήθεια δὲ κριτοῦ, πάσης χωρὶς προσπαθείας τὴν κρίσιν διεξέρχεται. Πῶς δὲ ἄρα τὸ ἕλεος οἰκοδομεῖται, τουτέστι, κατασκευάζεται, καὶ πῶς ἡ ἀλήθεια ἐν οὐρανοῖς ἑτοιμάζεται; Ὁδηγουμένης δηλονότι τῆς κρίσεως· ἀλλὰ διὰ τῆς τοῦ Χριστοῦ παρουσίας ἑκάτερον· διόπερ αὐτὴν τοῖς ἑξῆς ἐπιφέρει σαφέστατα. Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου. Ποίαν; Τὴν εὐαγγελικήν, περὶ ἧς Ἱερεμίας ὁ προφήτης ἐξέθετο· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν, ἐν ἡμέρᾳ ἐπιλαμβανομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Καὶ τίς ταύτης τῆς διαθήκης μεσίτης γίνεται; Ὤμοσα Δαυῒδ τῷ δούλῳ μου· ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. Ὁρᾷς τὸν ἐκ σπέρματος Δαυῒδ ταύτης μεσίτην τῆς διαθήκης τυγχάνοντα. Οὐ μὴν σχεδιάζει, φησί, τὸ μυστήριον, εὐτρεπίζει δὲ ἄνω. Βουλὴ γὰρ ἦν ἀρχαία ἀληθινὴ τοῦ Σωτῆρος ἡ ἄφιξις. Ὅθεν τοῦ Δαυῒδ τὸ σπέρμα εἰς τὸν αἰῶνα ἑτοιμάζειν ὑπέσχετο. Λέγει δὲ τὸν Χριστόν, περὶ οὗ καὶ Παῦλος Ῥωμαίοις ἐπέστελλε· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο ἐν Γραφαῖς ἁγίαις, περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γεννωμένου ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα. Τοῦτον τὸν θρόνον, δηλαδὴ τὴν βασιλείαν, εἰς γενεὰν καὶ γενεὰν οἰκοδομεῖν ὁ Θεὸς ἐπαγγέλλεται. Ὁ γὰρ ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα γεννώμενος, πρὸς τῇ παρούση βασιλείᾳ, καὶ τὴν μέλλουσαν κέκτηται, εἰς ὃν οὕτω καὶ Δανιὴλ ἐξέθετο· Καὶ αὐτῷ ἐδόθη ἡ τιμὴ καὶ ἡ ἀρχὴ καὶ ἡ βασιλεία· πάντες λαοί, φυλαί, γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ, ἥτις οὐ διαφθείρεται. Διάψαλμα μέσον τὸ Πνεῦμα ἐπήγαγεν, ἐπειδὴ τὸν λόγον εἰς τὸ τοῦ προφήτου μετέστησε πρόσωπον. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, κύριε· καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ἁγίων. Οὐρανοὺς τοὺς φρονοῦντας νόησον τὰ οὐράνια. Ὁ γὰρ τοιοῦτος ἄνθρωπος, οὐράνιος καὶ παρὰ Παύλου λέγεται. Διόπερ ἀλλαχοῦ αὐτὸς οὗτος ὁ προφήτης φησίν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· τοὺς ἀποστόλους, ὥσπερ καὶ νῦν, αἰνιττόμενος. Οὗτοι γὰρ ἐξομολογοῦνται, τουτέστι, μετ’ εὐχαριστίας ἀπαγγέλλουσι τοῦ Θεοῦ τὰ θαυμάσια καὶ τὴν ἀλήθειαν ἐν Ἐκκλησίᾳ ἁγίων. Τίνων; Τῶν ἐν Ἱερουσαλήμ· ὅπερ Λουκᾶς περὶ Βαρνάβα καὶ Παύλου σαφῶς ἐν ταῖς ἀποστολικαῖς ἱστόρησε Πράξεσιν, ἡνίκα συνήχθησαν οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι περὶ τοῦ προκειμένου σκοπῆσαι ζητήματος· φησὶ γὰρ οὕτως· Ἐσίγησε δὲ ἅπαν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων, ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσι δι’ αὐτῶν. Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; Περὶ τῶν ἀγγέλων τῶν ἐν ὕψει τεταγμένων δυνάμεων. Ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ. Ἐνταῦθα τὴν σύγκρισιν ἐπὶ τῶν ἁγίων ἐξέλαβεν· ἀλλ’ ὅμως οὔτε ἄγγελος οὔτε ἅγιος πρὸς τὸν ποιητὴν δύναται τὸν ἐπὶ πάντων κρίνεσθαι. Καλῶς δὲ ἐπὶ μὲν τῶν ἀγγέλων ἔταξεν, Ἰσωθήσεται, ἐπειδὴ ἀσώματοι καὶ αὐτοὶ χρηματίζουσιν· ἀλλ’ ὅμως οὐκ ἔχουσι πρὸς Θεὸν τὴν ἰσότητα, ἐν τόποις ὄντες, καὶ περιγραφὰς ἔχοντες· ὅθεν καὶ πλῆθος τυγχάνουσιν ἄπειρον· ἐπὶ δὲ τῶν ἁγίων τὸ Ὁμοιωθήσεται. Εἰ γὰρ καὶ τὴν ὁμοίωσιν ἣν ἔλαβον παρὰ τοῦ Θεοῦ τὴν εἰκόνα φυλάξοντες σώζουσιν, ἀλλὰ ἐκ μέρους αὕτη καὶ παρὰ Θεοῦ δοθεῖσα· ὥστε ἀνόμοιος καὶ κατὰ τοῦτο ἡ σύγκρισις. Ὁ γὰρ λαβὼν πῶς ἔσται τῷ δεδωκότι ὅμοιος, ἀφελέσθαι τὸ δοθὲν ἐξουσίαν ἔχοντι; Ὁ Θεός, ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. βʹ. Ἐπεὶ καὶ σφόδρα χαίρει τῇ τῶν ἁγίων συναγωγῇ, καὶ δόξαν αὐτὴν οἰκείαν λογίζεται· φοβερὸς ὅμως ἐπ’ αὐτοῖς ἐστιν. Οὗτοι γὰρ αὐτοῦ κύκλῳ διὰ τὸ ἐγγίζειν τῇ κατὰ τὸν ἁγιασμὸν πολιτείᾳ τυγχάνουσι· φοβερὸς δὲ ἐπ’ αὐτοῖς ἐστιν, ὅταν ἁμαρτάνωσιν· ὡς δικαίοις μηδαμῶς χαριζόμενος· μᾶλλον δὲ φοβερὸς καὶ μὴ ἁμαρτάνουσιν, ὥστε τὸν Ἰὼβ πρὸς αὐτὸν λέγειν· Ἀπόστησον ἀπ’ ἐμοῦ τὴν χεῖρά σου· καὶ ὁ φόβος σου μή με στροβείτω. Φοβεῖ δὲ οὐ μισῶν, ἀλλὰ φειδόμενος. Μακάριοι γὰρ πάντες οἱ φοβούμενοι τὸν Κύριον. Ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; Συνεχῶς ταύτην ἐπιλέγει τὴν φωνὴν οὐκ ἐρωτῶν ὁ προφήτης, ἀλλ’ ἐκπληττόμενος, καὶ τὸ ἀπαράβλητον τοῦ Θεοῦ διηγούμενος. Ὅθεν αὐτὸν οὐχ ἁπλῶς Κύριον, ἀλλὰ καὶ Θεὸν δυνάμεων προσηγόρευσεν· οἷον ἀγγέλων, ἀρχαγγέλων, ἢ καὶ εἴ τινες ἄλλαι δυνάμεις ἀφ’ ἡμῶν κεκρυμμέναι τυγχάνουσιν· ὧν ἑκάστη παρὰ Θεοῦ κυριεύεται. Πῶς τοίνυν ὁμοιωθῆναι τῷ Δεσπόζοντι δύνανται; Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Εἶπε τὴν τοῦ Θεοῦ τὴν τῶν δημιουργημάτων ὑπεροχήν· ἰδοὺ καὶ τὴν πρὸς τὸν Υἱὸν διηγεῖται ἰσότητα· μή ποτε καὶ τὸν Υἱὸν τῷ Πατρὶ φαντασθῇς, καθάπερ τινὲς τῶν ἀσεβούντων, ἀνόμοιον, ὃν ἀλήθειαν μὲν τοῦ Πατρὸς προσηγόρευσεν, ὡς ἐξ αὐτοῦ προερχόμενον· κύκλῳ δὲ πάλιν τοῦ Πατρὸς εἶναί φησιν, ἐπειδὴ μόνος τοῦ Πατρὸς ὁ Υἱὸς χωρητικὸς καθέστηκεν. Ἐγὼ γάρ, φησιν, ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Χωρητικὸς δὲ ὡς μέγας μεγάλου, ὡς δυνατὸς δυνατοῦ. Τούτου γὰρ χάριν, Δυνατὸς εἶ, Κύριε, πρὸς τὸν Πατέρα λέγων, εἶτα ἐπήγαγε· Καὶ ἡ ἀλήθειά σου κύκλῳ σου· ἵνα μάθῃς μέγιστον μὲν τὸν Πατέρα καὶ δυνατόν, καὶ μηδένα πρὸς αὐτὸν παραβάλλεσθαι· ἴσον δὲ ὅμως ἑαυτῷ τὸν Υἱόν, ὥστε καὶ κύκλῳ λέγεσθαι. Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. Ἀπὸ τῶν ἀοράτων εἰς τὰ ὁρατὰ τὴν τοῦ Θεοῦ δοξολογίαν μεταστήσας, ἀναγκαίως τῆς θαλάσσης ὡς φοβερᾶς ἐμνημόνευσεν· ἧς τοσοῦτον δεσπόζει, ὥστε ψάμμον αὐτῇ κατέστησεν ὅριον· πραΰνει δὲ αὐτῆς τὸν σάλον καὶ καταστέλλει τὰ κύματα, ἀναλαμβάνων τοὺς ἀνέμους, οἵπερ αὐτὴν φυσῶντες ἐξαίρουσιν. Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον. Τὸν διάβολον λέγει· ἐξ ὑπερηφανίας γὰρ τραυματίας ἐγένετο, καὶ τούτου χάριν ἀπὸ τῶν ἄνω χωρίων εἰς τὴν γῆν καταβληθεὶς τεταπείνωται, ὥστε καὶ ποσὶν ἁγίων πατεῖσθαι καὶ συντρίβεσθαι· καθάπερ ὁ Παῦλος Ῥωμαίοις ἐπέστελλεν· Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. Βραχίων τῆς τοῦ Θεοῦ δυνάμεως ὁ Χριστός. Οὕτως γὰρ Ἡσαΐας λέγει· Κύριε. τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Οὗτος τοὺς ἐχθροὺς τοῦ Θεοῦ τοὺς Ἰουδαίους διεσκόρπισε· περὶ ὧν ὁ προφήτης εἰσήγαγε λέγοντα· Εἰς ἐχθροὺς ἐγένοντο. Ἐσκόρπισε δὲ καθελὼν τὸν τόπον, ἐν ᾧ τὰ τῆς λατρείας αὐτοῖς κατὰ τὸ γράμμα ἐτύγχανε. Σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ. Δῆλον ἀφ’ ὧν μόνος αὐτοῖς ὡς βούλεται κέχρηται. Τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. Πλήρωμα τῆς οἰκουμένης ὁ ἄνθρωπος. Αὐτοῦ γὰρ ἕνεκα καὶ παρὰ τῶν ἄλλων ζώων οἰκεῖσθαι χρείας ἕνεκα τῆς ἡμετέρας παρενεχθέντων ἔλαχε. Τοῦτο τοίνυν ἐθεμελίωσε, νόμον αὐτῷ φυσικὸν δεδωκώς, θεμέλιον πάντων τῶν ἀγαθῶν τῶν ἀνθρωπίνων τυγχάνοντα. Ὥστε οὐδὲ σαλεύεται, ἐὰν ἀκέραιον φυλάξῃ τὸν ἑαυτοῦ θεμέλιον. Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας. Οἱ μὲν ἄλλοι τῶν ἑρμηνευτῶν, ἀντὶ θαλάσσης, Νότον, ἢ Δεξιὰν ἐκδεδώκασι, τὸν νότον διὰ τῆς δεξιᾶς, ἐπειδὴ πρὸς τῷ κλίματι τέτακται τῷ πρὸς ἀνατολὰς ἐκ δεξιῶν κειμένῳ, αἰνιττόμενοι. Καλῶς δὲ μετὰ τοῦ βοῤῥᾶ καὶ ἡ θάλασσα τέτακται· ἐπὶ γὰρ τοῦ δυσμαίου χωρίου παρὰ τῇ θεοπνεύστῳ Γραφῇ ταύτην ἔθος τὴν λέξιν ἐκλαμβάνεσθαι. Ὅθεν ἡ τῶν Ἀριθμῶν βίβλος ἐκθεμένη τὰς φυλάς, ὧν αἱ μὲν πρὸς ἀνατολάς, αἱ δὲ πρὸς νότον, αἱ δὲ πρὸς βοῤῥᾶν τῆς σκηνῆς ἐτάχθησαν, τῇ λέξει ταύτῃ τοὺς ἀπὸ δυσμῶν αὐτῇ τεταγμένους ἐμήνυσεν· Ἡ τάξις παρεμβολῆς Ἐφραῒμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν. Ἀλλὰ νῦν τοῦ (τῷ) βοῤῥᾶ τὰς δυσμὰς τούτου χάριν συνέπλεξεν, ἐπειδήπερ ἑκάτερον κλίμα σκοτεινὸν καὶ χειμέριον. Καὶ διὰ τοῦτο (ὅτι) ταῦτά τινες τῆς δημιουργίας τὰ μέρη πονηρῷ δημιουργῷ προσγράφουσιν, ἀσεβεῖ λογισμῷ καὶ βλασφήμῳ τὴν κτίσιν μερίζοντες, ἀνελεῖν αὐτῶν τὴν πλάνην βουλόμενος, παρὰ τοῦ κοινοῦ δημιουργοῦ κτισθῆναι καὶ ταῦτα μαρτύρεται. Θαβὼρ καὶ Ἐρμωνιεὶμ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. γʹ. Καὶ τίνος χάριν τούτων μόνων τῶν ὀρέων ἐμνημόνευσεν, ἢ πάντως ἐπειδὴ τὸ Θαβὼρ ὡς γεῖτον ὂν τῷ Ἐρμών, ἐδέξατο τοῦ Χριστοῦ τὴν μεταμόρφωσιν; Καὶ διὰ τοῦτο ἐπ’ αὐτῷ ἀγαλλιᾶσθαι ἑκάτερον εἴρηται· τὸ μὲν ὡς τηλικοῦτον πεπιστευμένον μυστήριον· τὸ δέ, ὡς τὴν εὐλογίαν λαχὼν ἐκ τοῦ γείτονος. Διόπερ αὐτῷ καὶ καθ’ ἕτερον ψαλμὸν τὴν εὐλογίαν ἔδωκε· φησὶ γάρ· Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Σὸς ὁ βραχίων μετὰ δυναστείας; Ποίας; Τῆς τοῦ σταυροῦ. Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ, καθά φησιν ὁ Παῦλος, τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί· τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Τίς δὲ ἡ δυναστεία; Ἡ τῆς ἡμετέρας πλάνης ἐπιστροφή· ταύτην γὰρ διὰ σταυροῦ ὁ τοῦ Πατρὸς βραχίων ὁ Υἱὸς κατώρθωσε. Δηλοῖ δὲ τὰ τούτοις ἑπόμενα· Κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. Κραταιωθήτω, οὐχ ἵνα λάβῃ κράτος· εἶχε γάρ· ἀλλ’ ἵνα φανερωθῇ πέρας τοῦ μυστηρίου λαμβάνοντος, ὅπερ αὐτὸς ὁ Χριστὸς ὑπέσχετο, Ὅταν ὑψωθῶ, φήσας, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Βραχίων γὰρ ὅτι τοῦ Πατρὸς καὶ χεὶρ δεξιὰ λέγεται ὁ Μονογενής, αὐταρκῶς ἡμῖν ἐκ τῶν φθασάντων δέδεικται. Λέγεται δὲ ταῦτα, ἐπειδὴ δι’ αὐτοῦ πάντα ὁ Πατὴρ καθάπερ διὰ χειρὸς ἐργάζεται· Πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν. Δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου. Ποίου; Πάντως ὅτι τοῦ μέλλοντος· διόπερ ἑτοιμασίας ἐμνημόνευσεν. Ἐντεῦθεν γὰρ ἀφ’ ὧν ἡμεῖς βιοῦμεν δικαιοσύνην καὶ κρίμα ἑτοιμάζει ἑαυτῷ ὁ κριτὴς ὁ ἡμέτερος πρὸς τὴν ἐκείνου πρᾶξιν τὴν κρίσιν ὁδοποιῶν τὴν μέλλουσαν. Ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου. Φθάνει τὸ ἔλεος, ἀκολουθεῖ δὲ εἰκότως ἡ ἀλήθεια. Ἐὰν γὰρ μὴ προστάξῃ (προτάξῃ) τὸ ἔλεος, τίς ὑποστῆναι τοῦ κριτοῦ τὴν ἀλήθειαν δυνήσεται; Πῶς δὲ ἡ ἀλήθεια τῷ ἐλέῳ κρινῶται (κοινοῦται); Ὅτι οὐ πάντας ὁ κριτὴς ἐλεεῖ, ἀλλὰ τούτους, οἵτινες ἐφ’ οἷς ἥμαρτον ἐλέῳ κατώρθωσαν, ἢ μετανοήσαντες, ἢ τὸν πλησίον ἐλεήσαντες. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· ἀλαλαγμὸς τῶν στρατιωτῶν ἡ φωνὴ τῶν ἐν πολέμῳ νενικηκότων λέγεται. Ὅσοι τοίνυν ἡνίκα τὸν διάβολον ἥττησαν, ἢ κατορθοῦντες ἀρετάς, ἢ μετανοοῦντες ἐφ’ οἷς ἐπλημμέλησαν, οὗτοι γινώσκουσιν ἀλαλαγμόν, καὶ τὸν μακαρισμόν, οἱ μὲν ὡς τευξόμενοι στεφάνων, οἱ δὲ ὡς κερδαίνοντες τὰς τιμωρίας, οὐ τὸν τυχόντα ἔχουσιν. Οὐδὲ γὰρ μόνον, Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, ἀλλὰ καί, Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἀπεκαλύφθησαν αἱ ἁμαρτίαι, μεμάθηκας. Εἰς τούτους ἁρμόττει καὶ τὰ ἑπόμενα· Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν. Ὅλον δηλαδὴ τὸν ἑαυτῶν βίον ἐν τῷ φωτὶ τοῦ Θεοῦ, τουτέστιν, ἐν τῷ νόμῳ πορεύσονται. Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἀγαλλιῶνται, ὡς προσφεύγοντες Θεῷ, οὗ τὸ ὄνομα ὑπὲρ πᾶν ὄνομα, οὗ ἡ δουλεία ἐλευθερία, καὶ ἡ οἰκείωσις πάσης ἐστὶ δεσποτικῆς κτίσεως. Καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται· οἱ αὐτοί. Τί δαὶ αὐτοῖς τὸ παρέχον τὴν ὕψωσιν; Ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ, κα ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. Ἰουδαῖοι μὲν γὰρ ἐπὶ Μωσεῖ καυχῶνται, καὶ ἐπὶ τῷ Ἀβραάμ. ὡς ἐξ ἐκείνου γεγονότες, σεμνύνονται· Ἕλληνες ἐπὶ ξύλοις καὶ λίθοις θαῤῥοῦσιν, ἢ καὶ ἐπὶ τῇ σοφίᾳ τῇ τοῦ διαβόλου σεμνύνονται· ἡμῶν δὲ δύναμις ὁ Χριστός, καύχημα δὲ ὁ Πατὴρ τῆς ἡμετέρας δυνάμεως· καὶ τὸ κέρας ἐν τῇ εὐδοκίᾳ τοῦ Πατρὸς ὑψοῦται τὸ ἡμέτερον· διόπερ οὐδὲ συντρίψεται· τοῦ γὰρ Θεοῦ τὴν δόξαν τίς παραλῦσαι δυνήσεται; Ποίῳ δὲ τρόπῳ ὑψοῦται; Διὰ τῆς τοῦ Πατρὸς εὐδοκίας, φησίν, ἀφ’ ἧς εἰς υἱοθεσίαν τὴν πρὸς αὐτὸν ἐκλήθημεν, καθάπερ ὁ Παῦλος Ἐφεσίοις ἐπέστελλε· φησὶ γὰρ περὶ τοῦ Πατρός· Ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ. Ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις, καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν. Ὅρα καὶ τὸν Δαυῒδ μετὰ τοῦ Παύλου κηρύττειν, καὶ λέγειν τὰ αὐτά, Ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ τὸ ἀσφαλές. Ἰδοὺ γὰρ ἐν πολλοῖς ἐφεξῆς στίχοις τὸν περὶ τοῦ Σωτῆρος ἀνακυκλοῖ λόγον, αὐτὸν Κύριον καὶ ἅγιον ὡς Θεὸν καλῶν· Ἰσραὴλ δὲ καὶ βασιλέα ἡμῶν, ὡς ὄντα ἐκ σπέρματος τοῦ βασιλέως Δαυΐδ, καὶ Ἰσραὴλ δὲ κατὰ Πνεῦμα λεγόμενον. Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου. Τότε, πότε; Ἐν ὁράσει τοῖς υἱοῖς σου· τουτέστιν, ἐν τῇ ὁράσει τῇ περὶ τῶν υἱῶν σοῦ. Υἱοὺς δὲ τοῦ Θεοῦ τοὺς ἐξ ἐθνῶν σωθέντας καλεῖ, πρὸς οὓς ὁ Παῦλος ἔλεγεν· Ἄρα οὐκ ἔτι ἐστὲ δοῦλοι, ἀλλὰ υἱοί. Ἡνίκα τοίνυν ἐθεώρησε τοὺς ἐξ ἐθνῶν ἐπιτηδείως εἰς σωτηρίαν ἔχοντας, καὶ τῷ φυσικῷ νόμῳ ψηλαφῶντας μὲν τὸν νομοθέτην, οὐ μὴν καταλαμβάνοντας (ἀσθενήσας γὰρ ἐν αὐτοῖς διὰ τὴν ἐπιγινομένην πλάνην ἐτύγχανε), τότε ἐλάλησε τὰ ἑπόμενα· Καὶ εἶπας· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. Δυνατὸς ὁ Χριστός, ὡς καὶ Θεοῦ προσαγορεύεσθαι δύναμις. Ἐπὶ τοῦτον ἡμῖν, τουτέστι διὰ τούτου (οὐδὲ γὰρ διὰ νομοθέτου, ἢ διὰ προφήτου, διὰ δὲ τοῦ ἰδίου Υἱοῦ) βοήθειαν τοῖς ἔθνεσι καὶ σωτηρίαν ἔθετο. Τίνα τρόπον; Αὐτὸς σαφῶς ἐπήγαγεν ὁ ψαλμός· Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. Τὸν Χριστόν, ὁρᾷς, λέγει. Ὑψώθη γὰρ οὗτος ἐπὶ σταυροῦ, καὶ πρὸς αὐτὸν τοὺς πλανωμένους εἵλκυσεν, ἐκλεκτὸς ὢν ἀπὸ τοῦ λαοῦ τῆς ἀνθρωπότητος. Ἀπὸ γὰρ μυριάδων ἐκλελογισμένος ὑπῆρχεν, ὥς φησιν ἐν τοῖς ᾌσμασι· πολλὰ καὶ διὰ τὴν σάρκα κατὰ τῶν ἄλλων ἀνθρώπων ἐσχηκὼς πλεονεκτήματα, τὸ ἐκ παρθένου τεχθῆναι, τὸ ἁμαρτήματα μὴ σχεῖν, καὶ ὅσα τούτοις ὅμοια. Εὗρον Δαυῒδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. δʹ. Ἄνω περὶ τοῦ Χριστοῦ προφητεύσας, ἐνταῦθα περὶ τοῦ λαοῦ τοῦ κατὰ Χριστὸν σαφῶς τὸν λόγον αἰνίττεται Ὅθεν, Εὗρον, λέγει, ὡς ἐπὶ πλανωμένου καὶ ἀποσφαλέντος. Ἡμεῖς γὰρ τὸ ἀπολωλὸς ἦμεν καὶ τὸ ῥεμβόμενον πρόβατον, ὅπερ ὁ ποιμὴν τὰ ἐνενήκοντα ἐννέα καταλιπὼν ἐπεζήτησεν. Ἀλλὰ μὴν καὶ δοῦλον ἑαυτὸν καλεῖ, ὡς μηκέτι τοῖς εἰδώλοις δουλεύοντα· καὶ Δαυῒδ δὲ διὰ τὴν πρὸς τὸν Χριστὸν συγγένειαν, ἅμα δὲ ὡς ἱκανὸν χειρί· Δαυῒδ γὰρ ὡς ἱκανὸς χειρὶ ἑρμηνεύεται. Ἱκανὸς χειρὶ ὁ τῶν ἐθνῶν λαός, ὃς μόνος καθελὼν τὸν πρὸς τὰ εἴδωλα πόλεμον, οὕτως ἐν ἐλαίῳ ἁγίῳ τῷ τοῦ βαπτίσματος κέχρισται· περὶ οὗ Ἰωάννης ὁ θεόλογος ἐπέστελλε· Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ Ἁγίου. Καὶ οἴδατε πάντες, διὰ τί χρίεται, ἵνα πρὸς τὸν ἀγῶνα εὐψύχως ἀποδύσηται· ἐφ’ ᾧ καὶ τῆς ἑξῆς αὐτῷ βοηθείας ἐδέησεν. Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. Ἐπεὶ πῶς πρὸς ἀρχάς, πρὸς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πυκτεύειν ὁ πρότερον ἐπ’ αὐτοῖς τεταγμένος ἠδύνατο, εἰ μὴ τῇ χειρὶ τοῦ Θεοῦ καὶ τῷ βραχίονι ὑπῆρχε δυναμούμενος; Διόπερ οὐχ ἁπλῶς φησιν, ἀντιλήψεται αὐτοῦ, ἀλλά, Συναντιλήψεται αὐτῷ· ἤγουν βοηθῆσαι καὶ ἀντιλαβέσθαι· δεικνὺς ὅτι τὴν ἄνωθεν χεῖρα κοινωνὸν ἐν τοῖς ἀγῶσι καὶ τοὺς πόνους μεριζομένην κέκτηται. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ· ὁ διάβολος εὔδηλον· οὐδὲ γὰρ ἀποστῆσαι ἡμᾶς τῆς εἰς Χριστὸν δυνήσεται πίστεως. Καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Τὸν ἀντίχριστον λέγει, τὸν ἥξειν προσδοκώμενον, περὶ οὗ καὶ Παῦλος Θεσσαλονικεῦσιν ἐπέστελλεν· Ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα. Οὗτος οὐ κακώσει τοὺς εἰς Χριστὸν πιστεύοντας· ἔχουσι γὰρ ἐντολάς, πῶς αὐτὸν καὶ τίνα τρόπον ἐκκλίνωσι, καὶ πῶς αὐτοῦ τὴν πλάνην ἀποφύγωσιν· ὧν ἕκαστα τοῖς τοῦ Χριστοῦ λόγοις τοῖς περὶ συντελείας ἐμφέρεται. Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Ἐχθροὶ καὶ μισοῦντες ἡμᾶς, ὡς εἴρηται πολλάκις, οἱ δαίμονες. Τούτους ἐν τῇ προτέρᾳ παρουσίᾳ συνέκοψε, καὶ τραυματίας ὥσπερ ξίφους δίκην τῷ σταυρῷ τετρωμένους κατέστησεν· εἰς τὸ παντελὲς δὲ αὐτοὺς τῇ δευτέρᾳ παρουσίᾳ τροπώσεται, ὥστε μηκέτι πρὸς τὸν πόλεμον ἵστασθαι τὸν ἡμέτερον. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Πανταχοῦ τὸν πιστὸν ἀσφαλίζεται, εἰδέναι πῶς ἐσώθη βουλόμενος, πόθεν ὑψώθη τὸ κέρας, πῶς γέγονε τῶν ἐχθρῶν ἰσχυρότερος. Διὰ Χριστοῦ γὰρ ἡμῖν, ὅς ἐστιν ἔλεος παρὰ Θεοῦ καὶ ἀλήθεια· ἔτι δὲ καὶ ὄνομα τοῦ Πατρός· ἐν αὐτῷ γὰρ ὡς Υἱῷ γνωρίζεται, καὶ ὑπῆρξε τῶν εἰρημένων ἕκαστα. Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. Θάλασσαν ἐνταῦθα προσαγορεύει τὸ βάπτισμα· φησὶ γὰρ περὶ τοῦ διαβόλου· Ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην· ποταμούς, τὰς δωρεὰς τοῦ Πνεύματος· φησὶ γὰρ ὁ Χριστός· Ὁ πιστεύων εἰς ἐμέ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος. Εἶτα ἐπήγαγεν ὁ τῶν Εὐαγγελίων συγγραφεύς, ἑρμηνεῦσαι τὸ εἰρημένον βουλόμενος· Ταῦτα δὲ εἶπε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Ἐκεῖ τοίνυν ἡμεῖς τὴν χεῖρα καὶ τὴν δεξιὰν ἔχομεν· ἐν αὐτοῖς γὰρ ἡμῖν ὑπάρχει τὸ δύνασθαι. Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ· οὐκ ἀφ’ ἑαυτοῦ τολμῶν, παρὰ δὲ τοῦ Σωτῆρος ἐπιτραπείς, ὅστις ἡμᾶς ἀδελφοὺς ἑαυτοῦ καὶ συμμόρφους κατέστησε, καὶ διὰ τοῦτο λέγειν προσευχομένους ἐκέλευσε· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Κύριός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Εἰ γὰρ καὶ Πατὴρ ἡμῖν κατὰ χάριν γεγένηται· Θεὸν ὅμως αὐτὸν οὐ παυσόμεθα. λέγοντες, ἔτι δὲ καὶ ἀντιλήπτορα τῆς σωτηρίας ἡμῶν. Εὑρὼν γὰρ ἀδικουμένους ὑπὸ τοῦ διαβόλου, καὶ ὡς σαρκικοὺς ὑπὸ τοῦ ἀσάρκου κατατρεχομένους, ἀντελάβετο, ἐχθρὸν ἑαυτοῦ τάξας τὸν ἐχθρὸν τὸν ἡμέτερον, καὶ τῆς μερίδος τῆς ἡμετέρας γενόμενος. Ἀλλὰ ταῦτα μὲν τῆς ἐπικλήσεως τῆς ἡμετέρας τὰ ῥήματα· αὐτὸς δὲ ποίαν ἡμῖν ἀντὶ τούτων ἐπαγγέλλεται; Κἀγὼ πρωτότοκον θήσομαι αὐτόν. Οὐκοῦν τῶν πρωτοτοκίων ὁ Ἰουδαῖος ἐκβέβληται. Θήσομαι γάρ, φησι, δεικνὺς ὡς οὐκ ἦμεν, ἀλλὰ γεγόναμεν ὕστερον, καθάπερ ὁ Ἰακώβ, τοῦ πρεσβυτέρου λαοῦ τὴν εὐλογίαν κλέψαντες. εʹ. Ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Πάντες γὰρ οἱ δίκαιοι, οἵτινες ὄντως βασιλεῖς γῆς ὀνομάζονται, τῶν ἡμετέρων μυστηρίων τὸ ὕψος θαυμάζουσι, καὶ λίαν ἡμᾶς ὑψηλοὺς διὰ ταῦτα νομίζουσιν· ὥστε καὶ πολλοὶ ἐπεθύμησαν ἰδεῖν ἃ ἡμεῖς βλέπομεν, καὶ ἀκοῦσαι ἃ ἡμεῖς ἀκούομεν. Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. (Οὐκ ἐκ) τῶν εἰρημένων ὁ τῶν Ἰουδαίων λαὸς σεμνύνεσθαι δύναται· μόνος δὲ ὁ τῶν ἐθνῶν. Τοῦτο (τούτῳ) γὰρ ὁ Θεὸς εἰς τὸν αἰῶνα φυλάττει τὸ ἔλεος· ἐπειδὴ μέχρι συντελείας ἀσάλευτον ἑστάναι τὸ καθ’ ἡμᾶς μυστήριον ἔταξεν· ἡμεῖς δὲ καὶ πιστὴν τὴν τοῦ Θεοῦ διαθήκην κεκτήμεθα, πίστει προσιόντες αὐτῷ, καὶ μέχρις αἵματος ὑπὲρ αὐτῆς ἐνιστάμενοι, ὡς οἱ τῶν μαρτύρων ἀγῶνες σφραγίζουσιν. Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ. Οὐχ ὥσπερ οἱ τῶν Ἰουδαίων παῖδες ἐνταῦθα τὰς ἀμοιβὰς ἐκδεχόμεθα· ἐν τῷ μέλλοντι γὰρ καρποφορεῖν οἶδεν ὁ σπόρος ὁ ἡμέτερος ἡμῖν ἀγαθά, Ἅπερ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ὁ Θεὸς τοῖς ἀγαπῶσιν ἡτοίμασεν. Καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Εἰκότως, ἐπειδὴ Τὸ πολίτευμα ἡμῶν ἐν οὐρανοῖς ὑπάρχει. Καὶ θρόνον ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Τὴν μακαρίαν τῶν ἀγγέλων διαγωγήν, ἢ τὸν καιρὸν τὸν ἀτελεύτητον νόησον· ἐπειδὴ ἀτελεύτητός ἐστιν ὁ Θεός, κατοικεῖν ἐν οὐρανοῖς λεγόμενος. Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν. Τὸν νόμον τοῦ Θεοῦ καταλιμπάνουσιν, εἰ καὶ μικρὰ τῶν ἐν αὐτῷ γεγραμμένων ἐκβαίνοντες, καὶ πρὸς τὸν οἰκεῖον σκοπόν, οὐ μὴν πρὸς τὸν τοῦ νομοθετήσαντος, ἐπιτελεῖν τὰ τοῦ νόμου βουλόμενοι· οὐ πορεύονται δὲ τοῖς τοῦ Θεοῦ κρίμασιν οἱ δυσωπούμενοι τὸν πλούσιον, ἢ τὸν πτωχὸν ἐλεοῦντες, ἡνίκα δικάζουσιν. Ὁ Θεὸς δὲ οὐχ οὕτως, ἀλλὰ πᾶσιν εἶναι ἴσον τὸ κριτήριον βούλεται. Βεβηλοῦσιν αὐτοῦ πάλιν τὰς ἐντολάς, οἱ τὴν ἀρετὴν ὑποκρινόμενοι, καὶ τὰς ἐντολὰς διὰ τὸ μὴ καθαρῶς αὐτὰς μετιέναι ὑβρίζοντες. Ὅθεν αὐτὰς οὐδὲ φυλάττειν λέγονται, τοῦ ἐντειλαμένου τὸν σκοπὸν παραβαίνοντες. Τούτων ἐν ῥάβδῳ τὰς ἀνομίας καὶ τὰς ἀδικίας ἐν μάστιξιν ἐπισκέπτεται. Οὐκοῦν ὅταν μαστιζώμεθα, μὴ ἐγκαλῶμεν, μηδὲ μεμφώμεθα, μηδὲ εἰ νηστείαν τυχὸν ἀσκοῦμεν, ἢ ἄλλην τοιαύτην ἀρετὴν μετερχόμεθα· πάντως γὰρ ὅτι καθὼς τὰ καλὰ κατορθοῦμεν, καὶ διὰ τοῦτο μαστίγων ἐδεήθημεν. Πλὴν ἀλλὰ μετὰ τῆς παιδείας φιλανθρωπίαν ὑπέσχετο. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτῶν, οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου. Πολλῇ πρὸς ἡμᾶς ἐπαγγέλλεται φιλανθρωπίᾳ χρήσασθαι· πρῶτον μὲν ὅτι ἁμαρτάνοντας μαστίζει· Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Ἔπειτα ἡμαρτηκότας ἀποστροφῆς οὐδαμῶς ἀξίους κρίνει· ὅθεν τὸ ἔλεος ἀφ’ ἡμῶν οὐ σκεδάννυσι. Πῶς; Ἐπειδὴ πάντας ἐλεεῖ μετὰ τὰς μάστιγας. Ἀλλ’ οὐδὲ ἀδικήσειν ἐν τῇ ἀληθείᾳ αὐτοῦ φησι. Τί γὰρ ἀλήθεια αὐτοῦ βούλεται; Τὸν εἰς αὐτὸν πιστεύοντα, ἂν ἀποθάνῃ, ζήσεσθαι, τουτέστι, κἂν ἁμάρτῃ, δι’ ἐπιστροφῆς σώζεσθαι. Ὅθεν οἱ λοιποὶ τῶν ἑρμηνευτῶν ἀντὶ τῆς ἀληθείας, τὴν πίστιν ἐκδεδώκασιν. Ὥστε τοὺς πιστοὺς διὰ τοῦτο παιδεύει, ἵνα σωθῶσιν ἐπιστραφέντες, καὶ μηδαμῶς εὑρεθῇ τὴν ὑπόσχεσιν τὴν ἐπὶ τῇ πίστει. ψευδόμενος. Σαφέστερον δὴ τοῦτο μηνύει τὰ ἑπόμενα. Οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου· τουτέστιν, οὐ μὴ ἀκυρώσω· καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. Σαφῶς τὰ ἐν Εὐαγγελίοις περὶ τῶν πιστῶν ἐπηγγελμένα ἐκτίθεται· ὅθεν ἐπειδὴ διαθήκης ἐμνημόνευσε, μήποτε τὴν διὰ Μωϋσέως ἢ τῶν ἄλλων προφητῶν νομίσῃς, ἐπήγαγε· Τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω· ἵνα ταῦτα νοήσῃς ἅπερ ἀρτίως παρεθέμεθα διὰ γλώσσης οἰκείας τὸν Χριστὸν ἐκφωνήσαντα. Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύσομαι. Ὅρκος τοῦ Θεοῦ ἡ παρ’ αὐτοῦ ὑπόσχεσις ὡς ἀπαράβατος λέγεται· ὅθεν καὶ ἀλλαχοῦ τὸν Θεὸν ὁ Δαυῒδ οὕτως ὑποτίθεται λέγοντα· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· ὅρκον τὴν ἐπαγγελίαν λέγων· κατὰ τίνος γὰρ ἔμελλεν ὀμνύναι εἰς ὃν πάντες ὀμνύουσι; Τί δαὶ τῷ Δαυῒδ ἐπαγγειλάμενος οὐ ψεύδεται; Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. ϛʹ. Τίς οὗτος; Ὁ Χριστὸς εἴδηλον· ἐν οὐρανοῖς γὰρ ὑπῆρχε τῷ Πατρὶ συμβουλεύων, ἡνίκα ταῦτα ἐλέγετο· περὶ οὗ καὶ Ἡσαΐας ἔλεγε· Γίνεσθέ μοι μάρτυρες· καὶ ἐγὼ μάρτυς, λέγει Κύριος, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην. Μάρτυς δὲ πιστὸς εἰκότως ἐλέγετο, ἐπειδὴ τὴν ἀπὸ τῶν ἔργων πίστιν τοῖς λόγοις ἐπήγαγεν· ἀλλὰ τηνικαῦτα τῷ Δαυῒδ ὁ Θεὸς ἐπηγγείλατο, ἡνίκα οἶκον τῇ κιβωτῷ κατασκευάσαι ἐσκόπησεν· φησὶ γὰρ οὕτως· Καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὅς ἐστιν ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου· καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα· σπέρμα τοῦ Δαυῒδ τὸν Χριστὸν διὰ τὴν σάρκα καλῶν. Διόπερ οὕτω καὶ Ματθαῖος τὸ τῶν Εὐαγγελίων προοίμιον ἔγραψεν· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυΐδ, υἱοῦ Ἀβραάμ. Φησὶ δὲ καὶ περὶ τοῦ Χριστοῦ Παῦλος· Περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα. Τούτου ὁ θρόνος ὡς ἥλιος· ἐν φωτὶ γὰρ τὴν βασιλείαν κέκτηται. Ἀλλ’ ἵνα μηδὲν μικρὸν περὶ αὐτοῦ φαντασθῇς, προσέθηκεν, Ἐναντίον μου· τουτέστιν, ἴσος τῷ ἐμῷ. Τὸ γὰρ Ἐναντίον ἐνταῦθα οὐκ ἐπὶ τοῦ ἀντικειμένου, ἀλλὰ ἐπὶ τοῦ ἰσοῤῥόπου ὁ προφήτης ἐξέλαβεν. Ἀλλὰ μὴν ὡς ἡμέρα εἰς τὸν αἰῶνα κατήρτισται. Αἰῶνα δὲ λέγει τὸν παρόντα βίον, ὡς πολλάκις εἰρήκαμεν· εἰς ὃν οὐκ ἔτι ὡς ὁ ἥλιος, ἀλλὰ ὡς ἡ σελήνη κατήρτισται. Ὥσπερ γὰρ ἡ σελήνη ἐκλείψεις τινὰς καὶ ἐπιτολὰς κέκτηται, οὕτω καὶ ἡ Χριστοῦ δόξα κατὰ τὸ παρὸν παρά τισιν ἐκλείπει, τοῖς ἀσεβοῦσιν ἔκδηλον· παρὰ δὲ τοῖς εὐσεβοῦσιν ἀνυψοῦται. Καὶ ποτὲ μὲν ἐνδίδωσι τοῖς διώκουσι καὶ συγχωρεῖ δεσμοῖς καὶ φυλακαῖς καὶ θανάτῳ παραδίδοσθαι τοὺς εἰς αὐτὸν πιστεύοντας· ὅπερ αὐτοῦ τῆς δόξης ἔκλειψις εἶναι νομίζεται· ποτὲ δὲ πάλιν ἀθρόον καταβάλλει τοὺς διώκοντας, καὶ τοσοῦτον ἀνατέλλει τὴν ἑαυτοῦ δόξαν, ὡς παρὰ βασιλέων προσκυνεῖσθαι τοὺς ὑπὲρ αὐτοῦ μαρτυρήσαντας. Τούτου χάριν τῇ σελήνῃ κατὰ τὸν παρόντα βίον ἡ τοῦ Χριστοῦ βασιλεία παρείκασται. Διάψαλμα τοίνυν ὁ προφήτης ἀναγκαίως ἐπήγαγε, μάλιστα ἐπειδὴ ἐκ προσώπου τοῦ Θεοῦ τὰ μέχρι τοῦ νῦν παραθέμενος ῥήματα, νῦν αὐτὸς οἰκείαν εἰσφέρει πρὸς τὸν Θεὸν διάλεξιν. Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας. Ἐκπλήττει μὲν τοὺς ἀκεραιοτέρους ἡ τῶν προσώπων μετάβασις· σύνηθες δὲ ὅμως τῷ Δαυΐδ, ἐπειδὴ καὶ σκηνὴ τῷ τοιούτῳ πρέπει, ἢ διὰ τοῦ ψάλλειν καὶ κιθαρίζειν ὑπεστήσατο. Πλὴν ἀλλὰ τὰς ὑποσχέσεις περὶ τῶν ἐθνῶν γενέσθαι (οὐδὲ γὰρ περὶ τῶν Ἰουδαίων) τοῖς νῦν εἰρημένοις ἐνδείκνυται· φησὶ γὰρ αὐτὸν ἀπώσασθαι τὸν τῶν Ἰουδαίων λαόν, καὶ ἐξουδενῶσαι, τουτέστιν, εὐτελίσαι καὶ οὐδενὸς ἡγήσασθαι ἄξιον. Τίνα τρόπον; Ἄκουε τῶν ἑξῆς· Ἀνεβάλου τὸν Χριστόν σου. Ὑπερέθετο γὰρ αὐτοῦ μέχρι τινὸς τὴν ἄφιξιν, ὡς ἐκείνων οὐκ ὄντων ἐπιτηδείων δέξασθαι. Οὐ τοῦτο δὲ μόνον τὴν ἀναβολὴν καὶ τὸν φαυλισμὸν τῶν Ἰουδαίων, ἀλλὰ καὶ τὰ ἑξῆς εἰρημένα παρίστησιν. Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου. Καὶ ποίαν διαθήκην, ἢ τὴν πρὸς τίνας, ἢ πάντως τὴν πρὸς Ἰουδαίους κατέστρεψεν; Ἀφανίσας ὅλα τὰ ἐπ’ αὐτοῖς καὶ ἀνατρέψας νόμιμα· οὕστινας νῦν καλεῖ δούλους, οὐχ ὡς δουλεύοντας ταῖς ἐντολαῖς τοῦ Θεοῦ, ἀλλὰ τὸν Θεὸν ἑλκύσαι βουλόμενος εἰς συμπάθειαν· ἅμα δὲ καὶ τὸν ὀκνηρὸν δοῦλον αἰνιττόμενος, ὅστις τὸ τάλαντον ἔκρυψεν, εἰκόνα λαοῦ τῶν Ἰουδαίων ἔχοντα. Ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ. Οὐ χρῄζει τοῦτο σαφηνείας· ἐν γὰρ τοῖς πάντων ὀφθαλμοῖς βέβηλον τὸ ποτὲ τῶν Ἰουδαίων ἁγίασμα, παρὰ πάντων οὐ μόνον ἀνθρώπων, ἀλλὰ καὶ κτηνῶν τῶν ἀκαθάρτων πατούμενον. Καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ. Τὰ νομικά φησι παραγγέλματα, φραγμοὺς ἀναγκαίως λεγόμενα, διὰ τὴν ἐπ’ αὐτοῖς κατάραν, ἀκανθῶν τάξιν ἐπέχουσαν. Ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν. Ἐφ’ οἷς γὰρ πρότερον ὡς ὠχυρωμένοις ἐθάῤῥουν, ἐπὶ τούτοις νῦν μεταβληθείσης αὐτοῖς τῆς πολιτείας πεφόβηνται, οὐ θύειν, οὐχ ἑορτάζειν, οὐκ ἄλλο τι τολμῶντες ἐπιτελέσαι νόμιμον. Διήρπαζον αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν. Ὁδὸν ἄρα τὸν βίον ἐρεῖς· φησὶ γὰρ ὁ Χριστὸς ἐν τοῖς Εὐαγγελίοις· Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου, ἕως οὗ ᾖς ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ. Ταύτην παραπορεύονται οἱ πεπιστευκότες εἰς Χριστόν, παρέργως καὶ ὡς ἔτυχε τὸν βίον ὁδεύοντες, οὐδενὸς τῶν ἐν αὐτῷ μεταποιούμενοι, ἀλλὰ καὶ συντόμως διελθεῖν ἐπειγόμενοι, ὑφ’ ὧν ὁ λαὸς τῶν Ἰουδαίων νόμον καὶ προφήτας, τὸν πλοῦτον τὸν ἀληθῆ, διήρπασται. Ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ. Γείτονες ἡμεῖς τῶν Ἰουδαίων ἀναγκαίως λεγόμεθα· ἐπονειδίστους δὲ αὐτοὺς ἀναγκαίως ἡγούμεθα, ὅτι τῆς σωτηρίας ἐξ αὐτῶν οὔσης, οὐκ ἐθέλουσι σώζεσθαι. Ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτόν. ζʹ. Ὅρα, τῶν ἐχόντων τὴν Ῥωμαϊκὴν βασιλείαν φησίν· οὗτοι μὲν γὰρ αὐτὴν ὅτι θλίβουσιν εὔδηλον· ἀλλὰ μὴν καὶ τὴν δεξιάν, τουτέστι, τὴν δυναστείαν ὑψώθησαν, εὐρυτέραν κτησάμενοι τὴν βασιλείαν, ἀφ’ οὗ τὰ Ἰουδαίων ἐπόρθησαν. Εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ. Εἰ μὲν τὰ ἔθνη φησὶν ἐχθρούς, ηὔφρανε τούτους, οὐ δι’ ὧν ἐκείνους ἐλυμήνατο, ἀλλὰ δι’ ὧν ἡμῖν ἐχαρίσατο· εἰ δὲ τοὺς δαίμονας ἐχθρούς φησιν, ηὔφρανε τούτους, ἐπειδὴ τῆς χειρὸς τοὺς Ἰουδαίους τῆς οἰκείας ἐγύμνωσε καὶ προκεῖσθαι τοῖς βουλομένοις εἰς ἐπιβουλὴν ἔδωκεν. Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ. Ῥομφαία πάντως εὐσεβοῦς τὸ τοῦ Θεοῦ πρόσταγμα· αὐτῷ γὰρ τὰς δυνάμεις τὰς ἐναντίας τροπούμεθα· διόπερ καὶ Παῦλος ἔλεγε· Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Ῥομφαία δὲ τῶν Ἰουδαίων ἰδιάζουσα ὁ νόμος Μωϋσέως ἐτύγχανε. Τούτου τὴν βοήθειαν ἀπέστρεψεν· ἠκύρωσε γὰρ αὐτοῦ τὴν χρῆσιν τὴν τοῦ γράμματος. Καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ; Ποίῳ; Τῷ πρὸς ἡμᾶς· πολλάκις γὰρ ἡμῖν ἀπὸ νόμου καὶ προφητῶν συμβάλλουσιν· ἀλλ’ οὐκ αὐτοῖς ὁ Θεός, ἡμῖν δὲ παρέχει τὴν τῶν γεγραμμένων ἀντίληψιν, εἰς ἐκείνων μὲν κατηγορίαν, εἰς ἡμῶν δὲ συνηγορίαν ἑλκύσας τὰ γεγραμμένα σύμπαντα. Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ. Τίνι τρόπῳ; Τὸν ὄντως καθαρισμὸν νομοθετήσας, τὸ βάπτισμα. Καθαρσίου γὰρ ὁλοκλήρου κηρυχθέντος, ἀναγκαίως οἱ καθαρισμοὶ τῶν Ἰουδαίων οἱ ἀνὰ μέρος κατήργηνται. Ὅθεν ἀντὶ τοῦ, Κατέλυσας, Κατέδυσας ἡ ἕκτη τῶν ἑρμηνευτῶν παρέδωκεν ἔκδοσις. Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας. Θρόνον εἴτε τὸν βασιλικόν, εἴτε τὸν διδασκαλικόν, εἴτε ἱερατικὸν λέγοις, οἱ τῶν Ἰουδαίων συνετρίβησαν ἄπαντες, καὶ διὰ τοῦτο εἰς γῆν καταῤῥαγῆναι λέγονται, ἔνθα καὶ τὸ φρόνημα οἱ ἐκείνων εἶχον βασιλεῖς, ἱερεῖς τε καὶ διδάσκαλοι. Ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ· κατέχεας αὐτῷ αἰσχύνην. Οὐδὲ γὰρ εἰς τὸ παντελὲς αὐτῶν ἡ πολιτεία μεμένηκεν, οὐδὲ καθάπερ ἡ τῶν ἐθνῶν μέχρι συντελείας νενομοθέτηται· ᾧ καὶ εἰκότως αἰσχύνην καταχυθῆναι λέγονται. Εὔδηλον γὰρ ὡς ἕνεκα παρανομίας ὁ χρόνος αὐτοῖς τῆς πολιτείας ἐσμικρύνθη· δηλοῖ δὲ ἃ περὶ τοῦ ναοῦ πρὸς τὸν Σολομῶντα ὁ Θεὸς διετάξατο· Ἐὰν ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ’ ἐμοῦ, καὶ προσκυνήσητε θεοῖς ἑτέροις, ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς· καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀποῤῥίψω ἀπὸ προσώπου μου. Διάψαλμα τὴν προφητείαν ἀναγκαίως διεδέξατο, ἐπειδὴ τῶν Ἰουδαίων καταλιπὼν τὸ πρόσωπον, ὑπὲρ τῆς ἀνθρωπότητος ὅλης προσήγαγεν ἔντευξιν. Ἕως πότε, Κύριος, ἀποστρέφῃ εἰς τέλος; Ἀποστροφὴν εἰς τέλος, τουτέστι, παντελῆ τὴν ἀναβολὴν καλεῖ τῆς τοῦ Σωτῆρος ἀφίξεως. Οὐδὲ γὰρ ἄλλως ἐσπλαγχνίσθαι πρὸς τὸ γένος τὸ ἡμέτερον ὁ δημιουργὸς ἔμελλεν, ἢ τὴν ἀπαρχὴν ἀναλαβὼν εἰς ἑαυτὸν τοῦ φυράματος. Ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου· τουτέστιν, ἀναλώσει τούτους, οἵπερ αὐτὸν συνήγαγον. Τοῦτο γὰρ ἴδιον πυρός. Διὰ τί δὲ οὔ φησιν, Ἐκκέκαυται, ἀλλ’, Ἐκκαυθήσεται; Ἐπειδὴ ἡμαρτηκότων ἡμῶν ὁ Θεὸς ὀργίζεται μέν, ὡς πατήρ, ἀλλὰ καὶ μακροθυμεῖ, μέχρις ἂν ἡμεῖς ἁμαρτίαν ἁμαρτίᾳ προσθέντες, σφοδροτέραν καθ’ ἡμῶν τὴν ὁρμὴν πρὸς δίκην κατὰ τὸν καιρὸν τῆς γεέννης ἀνάψωμεν. Μνήσθητι τίς μου ἡ ὑπόστασις. Σαθρά, φησι, καὶ εὐτελής· ἀπὸ γῆς γάρ ἐσμεν, καὶ εἰς γῆν ἀναστρέφομεν· καὶ διὰ τοῦτο τῆς σῆς προνοίας εἰς ἀνάπλασιν χρῄζομεν· δηλοῖ δὲ τὸ ἑπόμενον· Μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων; Τουτέστιν, οὐ πάρεργόν σοι τὸ ποίημα τῶν ἀνθρώπων ἐσπούδασται, ὡς μόνον ὀφθῆναι, καθάπερ τὰ λοιπὰ ζῶα, καὶ ἀφανισθῆναι· ἀλλ’ ὥστε πᾶσιν ἐμπρέπειν τοῖς δημιουργήμασι, καὶ διὰ τοῦ φανῆναι τὸ χρειῶδες τῆς κτίσεως. Νῦν δὲ εἰς τοὐναντίον τὸ πρᾶγμα, θανάτου σβεννυμένου, περιίσταται· τοῦτο γὰρ τοῖς ἑπομένοις ὁ προφήτης ὠδύρετο. Τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾄδου; Κατὰ πάντων κρατεῖ, φησίν, ἡ τοῦ θανάτου ἀπόφασις· πάντων αἱ ψυχαί, καὶ τῶν δικαίων, ἐν ᾅδῃ κατέχονται· καὶ τὸ τῆς εἰκόνος τῆς ἐν ἡμῖν ἀξίωμα διὰ τὴν τυραννίδα τοῦ θανάτου διέφθαρται. Τούτοις δὲ πανταχοῦ τοῖς λόγοις ὁ προφήτης, ἐπιταχύνων τὴν ἄφιξιν τὴν τοῦ Σωτῆρος, κέχρηται. Οὐδεὶς γὰρ ἑαυτὸν ἐξελέσθαι θανάτου, οὐδὲ τὴν οἰκείαν ψυχὴν ἀναγαγεῖν ἐξ ᾅδου δύναται, πρὶν ἐλθεῖν τὸν κατὰ τοῦ θανάτου θανάτῳ δυναστεύοντα. Διάψαλμα καὶ νῦν ἰδοὺ πάλιν ἐντίθησιν, ἐπειδὴ τὴν προφητείαν πρὸς τὸν λαὸν αὖθις τῶν Ἰουδαίων μετέβαλε. Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου; τουτέστι, τῆς ἀληθείας σου· λέγει δὲ τοῦ Χριστοῦ, ὅσπερ ἐστὶν ἀλήθεια. Τί γὰρ τῷ Δαυῒδ ὤμοσεν, αὐτὸς ἀλλαχοῦ μελῳδήσας ἱστόρηκεν· Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου. ηʹ. Οὐκοῦν τὴν ὑπόσχεσιν ἐλθεῖν καλεῖ, ἐπειδὴ τὴν τοῦ Χριστοῦ παρουσίαν αἰνίττεται, ἐν ᾗ πᾶν ἡμῖν εἶδος ἐλέου, πᾶσα φιλανθρωπίας ὑπόθεσις· ἀρχαῖα δὲ ταῦτα τὰ ἐλέη, ἐπειδὴ πρὸ τῶν αἰώνων τῷ Θεῷ τὸ περὶ αὐτῶν ἐσκοπήθη μυστήριον. Ὅθεν καὶ Παῦλός φησι· Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον πρὸ τῶν αἰώνων καὶ πρὸ τῶν γενεῶν εἰς δόξαν ἡμῶν. Ἡσαΐας δὲ βουλὴν αὐτὴν ἀρχαίαν ἀληθινὴν ἐκάλεσε. Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχου ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν. Κόλπον ἑαυτοῦ τὴν προφητείαν καλεῖ. Ἐν αὐτῇ γὰρ καθάπερ ἐν κόλπῳ τὸν ὄντως ὀνειδισμὸν τὸν νοητὸν ἐθησαύριζεν. Ἔτι δὲ μᾶλλον τὴν περὶ τοῦ Κυρίου πρόῤῥησιν κόλπον οἰκεῖν ὁ Δαυῒδ καλεῖ· ἐπειδήπερ ἐκ τῶν αὐτοῦ κόλπων ἔμελλε κατὰ σάρκα προέρχεσθαι. Πολλοὺς τοίνυν ὀνειδισμοὺς παρὰ τῶν ἐθνῶν, ὡς ὑπερθεμένης καὶ διὰ τοῦτο ψεύδεσθαι νομιζομένης τῆς περὶ τοῦ Χριστοῦ προφητείας, ὑπέμενον, οὐ μόνον ὁ Δαυΐδ, ἀλλὰ καὶ οἱ προφῆται πάντες, οὓς δὴ καὶ δούλους τοῦ Θεοῦ προσηγόρευσε· καὶ λαβεῖν αὐτῶν παρεκάλει τὸν ὀνειδισμὸν εἰς ἀνάμνησιν, ἵνα φειδοῖ τῆς τῶν προφητῶν ὑπολήψεως ἐμφανίσῃ τοῦ Κυρίου τὴν σάρκωσιν. Ὅτι δὲ ταῦτα οὕτως ἔχει ἐκ τῶν μετὰ ταῦτα μάνθανε. Οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. Ὁρᾷς ὅτι διὰ Χριστὸν ὠνείδιζον οἱ ὀνειδίζοντες; Οὐ μόνον οἱ ἐξ ἐθνῶν, ἀλλὰ καὶ ὁ λαὸς τῶν Ἰουδαίων ὠνείδιζεν. Διόπερ καλῶς ὁ Παῦλος ἔλεγεν· Πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Ἄνω τοιγαροῦν τοὺς προφήτας, οὓς δὴ καὶ δούλους καλεῖ, παρὰ πολλῶν ἐθνῶν ἔλεγεν ὀνειδίζεσθαι· ἐνταῦθα δὲ τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ, δηλαδὴ τὴν Ἐκκλησίαν (ταύτην γὰρ ἀντὶ τῆς συναγωγῆς ἀντηλλάξατο), παρὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ, παρὰ τῶν Ἰουδαίων ὀνειδισμοὺς ὑφίστασθαι· περὶ ὧν οὗτος ὁ Δαυῒδ ἔλεγεν· Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ. Καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ, καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. Διὰ τί τοίνυν οὗτοι τὴν Ἐκκλησίαν ὀνειδίζουσιν; Ἐπειδὴ πίστει προσεδοκᾶτο, καθάπερ φησὶν Ὠσηέ, μνηστεύεσθαι· λέγει δὲ οὕτως· Καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον· ὡς πρὸς ἀγνοοῦσαν τὸν Θεὸν τὴν Ἐκκλησίαν λαλῶν, ἐπειδὴ οὔτε νόμον δεξαμένη, οὔτε προφήτας ἐτύγχανε. Χριστοῦ δὲ μὴ παραγενομένου χώραν οὐκ εἶχε τὸ τῆς πίστεως κήρυγμα. Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο. Καλὴν σφραγῖδα τοῖς λόγοις ὁ προφήτης ἐπέθηκε. Διπλασιάζει γὰρ τὴν εἰς τὸν Χριστὸν εὐλογίαν, ταύταις αὐτὸν αἷσπερ καὶ Παῦλος εὐλογήσας ταῖς λέξεσιν· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. Ὅθεν καὶ οἱ ἄλλοι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ, Γένοιτο, γένοιτο, Ἀμήν, ἀμήν, ἐκδεδώκασι. Καὶ τίνος χάριν τὴν εὐλογίαν ἐδιπλασίασε; Ἐπειδὴ παραγενόμενος ὁ ἐπὶ πάντων Θεὸς καὶ τῶν προφητῶν τὸν ὀνειδισμὸν καὶ τῆς Ἐκκλησίας ἔπαυσε. Σὺ δὲ μὴ ἀγνόει τὴν τρίτην τῶν ἑρμηνευτῶν βίβλον πέρας ἐνταῦθα λαμβάνειν καὶ σφραγίζεσθαι. Μέμνησαι γὰρ ὅτι καὶ πρότερον εἴρηται εἰς πέντε μὲν βίβλους τὴν ψαλμικὴν προφητείαν μερίζεσθαι, συντελεῖσθαι δὲ ἑκάστην ὑπὸ ψαλμοῦ, δοξολογίαν πρὸς τῷ τέλει Ἀμὴν ἐπιφέρουσαν ἔχοντος.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
