Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Συνέσεως τῷ Ἀσάφ. Ψαλμὸς παʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) Συνέσεως τῷ Ἀσάφ. Ψαλμὸς παʹ..1
Not analysed yet
Σύντομος ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ· τοιαύτην γὰρ καὶ τὴν ὑπόθεσιν κέκτηται, δικαιοσύνης παραίνεσιν καὶ μέμψιν, ὅτι μὴ τούτοις ἔχονται. Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει. Μεγάλη δὲ καὶ αὕτη τῆς τοῦ Θεοῦ περὶ ἡμᾶς φιλοτιμίας ἀπόδειξις, ὅτι τῆς ἑαυτοῦ προσηγορίας μετέδωκεν ὁ ποιητὴς τῷ πλάσματι. Καὶ αὐτὸς Θεὸς κατ’ ἐξοχὴν λεγόμενος, χάριτι τοῦτό τινας δέδωκεν ὀνομάζεσθαι, ὅσοι τὸ τῆς ἀρχῆς ἀξίωμα κατὰ ζῆλον Θεοῦ τοῦ πάντων ἄρχοντος ἔχουσι, καὶ φυλάττουσι. Διόπερ καὶ νῦν θεοὺς τοὺς ὑπερέχοντας ἐν τῷ λαῷ προσηγόρευσε· περὶ ὧν καὶ Μωϋσῆς ἔλεγε· Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Ἀλλὰ τούτων τοὺς μὲν ἀληθεύοντας καὶ μὴ ψευδομένους τὸ πρόσχημα, φυλάττοντας δὲ τὸ τῆς προφητείας, ἢ τὸ τῆς ἱερωσύνης, ἢ τὸ τῆς στρατηγίας ἀξίωμα τοσοῦτον τιμᾷ, ὥστε αὐτῶν ἐν τῇ συναγωγῇ, καθάπερ φησὶν ὁ ψαλμῳδός, ἵστασθαι· τοὺς δὲ τῆς παρασχεθείσης τιμῆς ἀνάξια πράττοντας ἐν μέσῳ διακρίνει, τουτέστιν, ἐπὶ πάσης τῆς κτίσεως γυμνῶν αὐτοὺς τῆς ἀξίας καὶ τοῦ προσχήματος καὶ παραδειγματίζων ὅτι λαχόντες ἄρχειν, τὸ ἐναντίον ὑπὸ κακίας ἤρχθησαν· οἷς ὁ προφήτης ὁμοῦ μὲν ἐπιτιμᾷ, ὀμοῦ δὲ παραινεῖ τὰ ἑπόμενα. Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Καλῶς τό, Ἕως πότε, προσέταξεν, δεικνὺς ὅτι χρονίζουσιν ἐν ἀδικίᾳ, καὶ τῆς τοῦ Θεοῦ μακροθυμίας οὐκ αἰσθάνονται· ἀλλὰ οὐδὲ ὅλως νοοῦσι τοῦ καιροῦ περαιουμένου καὶ τρέχοντος, μεθ’ ὃν ἡ δίκη τοῖς ἀδίκοις ἐπέρχεται· διόπερ ἀδικίαν κρίνουσι, καὶ ἁμαρτωλῶν λαμβάνουσι πρόσωπα, δέον τὸ τοῦ Θεοῦ στῆσαι πανταχοῦ βουλομένου τὸ δίκαιον, καὶ τούτου χάριν ἐν ἑκάστῃ κρίσει τὸ ἑαυτοῦ παραφέροντος πρόσωπον· ὥστε τὸν Μωϋσέα λέγειν· Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι τοῦ Κυρίου ἡ κρίσις ἐστί· διατί δέ φησι, Πρόσωπον ἁμαρτωλῶν λαμβάνετε; Ἐπειδὴ πᾶς σπουδάζων διαφθαρῆναι τὸ δίκαιον καὶ πρὸς τὸν πλησίον πλεονεκτηθῆναι κρίσιν, ἁμαρτωλὸς ὄντως οὗτος, κἂν σχῆμα τοῦ δικαίου περικείμενος. Διάψαλμα ἐπήγαγεν, ἐπειδὴ τὴν μέμψιν εἰς συμβουλὴν μετέθηκε. Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε. Οὔ φησι, κρίνατε δικαίῳ, οὐδὲ προφήτῃ, οὐδὲ ἱερεῖ, ὧν τοσοῦτον μὲν ὁ Θεὸς παρεγγυᾷ Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε· ἀλλ’ Ὀρφανῷ καὶ πτωχῷ καὶ ταπεινῷ καὶ πένητι. Διὰ τί; Ὅτι ἐκείνοις μὲν τὸ ἀδικεῖσθαι πρέπει, ὥσπερ δὲ καὶ Παῦλος ἔλεγε· Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; Τούτους δὲ οὐ φορητὸν ἀδικηθῆναι διὰ τὴν ἐπικειμένην ἐξ ἡλικίας ἢ πτωχείας ἀσθένειαν· ὅθεν αὐτῶν σφοδρότερον ὁ νομοθέτης ἀντέχεται. Ἐξέλεσθε πένητα καὶ πτωχὸν ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε αὐτόν. Ὡς περὶ θηρῶν ἀγρίων τῶν πρὸς ἀδικίαν ἢ πλεονεξίαν χαιρόντων διαλέγεται, ὅθεν ἀλλαχοῦ φησιν· Ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ· Ἐνεδρεύει τὸ ἁρπάσαι πτωχόν. Οὐκοῦν ὁ μὲν σώζων τὸν πτωχόν, ποιμένος ἀξίαν καὶ μισθὸν ἀποφέρεται· ἐκείνου δηλαδή, ὅστις ἑαυτὸν ὑπὲρ ἡμῶν δεδωκώς, ἐκ τῶν νοητῶν ἡμᾶς θηρίων ἐῤῥύσατο· ὁ δὲ ἁρπάζων ἢ λυμαινόμενος, ἐν τοῖς θηρίοις τέτακται. Ἐπιτεῖναι δὲ ἡμῖν τὴν τῶν ἀδικουμένων προστασίαν βουλόμενος, προσέθηκεν· Ἐκ χειρὸς ἀμαρτωλοῦ ῥύσασθε, ἵνα πρὸς ἄμυναν σπεύσωμεν, ἀσθενῆ τὸν ἀδικοῦντα καὶ ἀσυμπαθῆ βλέποντες. Ἀσθενὴς γὰρ ὁ ἁμαρτωλός, ὡς προσκεκρουκὼς τῷ Θεῷ· ἀσυμπαθὴς δέ, ὡς ἑαυτοῦ μὴ φειδόμενος· οὐδὲ γὰρ ἂν ἐξημάρτανεν, ὥστε πολὺ μᾶλλον τοῦ πλησίον οὐ φείδεται. Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. Τί οὐκ ἔγνωσαν; Τοῦ παρόντος βίου τὸ σαθρόν, τοῦ ἀνθρωπείου βίου τὸ ἄστατον· ὅτι ἀγροὺς ἀγροῖς, καὶ οἴκους οἴκοις συνάπτουσι, πολλάκις ταῦτα τοῖς ἐχθροῖς θησαυρίζοντες. Τί δὲ οὐ συνῆκαν; Ὅτι περὶ μικρὰ ἀσχολούμενοι, ἑαυτοὺς ἀποστεροῦσι τὰ μείζονα· διόπερ ἐν σκότει τῆς κακίας διαπορεύονται, αἰσχυνόμενοι πρὸς τὸ φῶς ἐλθεῖν· Πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, ὥσπερ ὁ Παῦλος ἔλεγεν. Ἴσως δὲ καὶ τοῦτο μέμφεται, ὅτι ἐν σκότει πορευόμενοι οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν τὸ ἑπόμενον. Ποῖον δὲ τοῦτο; Ἄκουε· Σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς. Εἰ δὲ τὰ θεμέλια τῆς γῆς σαλεύεται, πῶς μένειν τὰ ἐν αὐτῇ δυνήσονται; Τούτων δὲ μενόντων, τίνος χάριν τὸν ἀδελφὸν πλεονεκτοῦμεν, καὶ τὸν πτωχὸν κατεσθίομεν, ἐξ ὧν ἡμῖν ὄνησις οὐχ εὑρίσκεται; Ἐγὼ εἶπα, θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Πότε θεοὺς εἶναι πάντας καὶ υἱοὺς Ὑψίστου διετάξατο; Οὐκ ἔτι γὰρ περὶ τῶν ἀρχόντων μόνον, ἀλλὰ καὶ περὶ τῆς ἀνθρωπότητος ἁπάσης διαλέγεται. Οὐκοῦν ἡνίκα τὸν ἄνθρωπον πλάσας, ὅρον αὐτῷ τοιοῦτον ἀξιώματος ἔθετο· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· καὶ ἀρχέτωσαν πάντων τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν. Ὅπερ εἰ φυλάττοντες ἔμειναν, καὶ μὴ τῇ παρακοῇ τοῦ Θεοῦ τὴν εἰκόνα προσέδωκαν, οὐκ ἂν κατεδικάσθησαν θάνατον. Ὕβρις γὰρ εἰς Θεὸν τὸ τὴν τιμὴν αὐτοῦ ἀγνοῆσαι, καὶ τὰ ἴσα τῷ διαβόλῳ παθεῖν. Διό φησι, Ὡς ἄνθρωποι ἀποθνήσκετε, δεικνύς, ἀνθρώπινον πάθος εἶναι τὸν θάνατον. Ἀλλ’ ὅμως ἐξῆν μὴ ἀποθνήσκειν, εἰ τοῦ Θεοῦ τὸν νόμον ἀπ’ ἀρχῆς ἐφυλάξαμεν· εἶχε γὰρ ἡμῶν ἡ φύσις ἑκάτερον. Ὡς εἷς δέ, φησι, τῶν ἀρχόντων πίπτετε, αἰνιττόμενος τὸν διάβολον· ἄρχοντος γὰρ ἐξουσίαν ἐν τοῖς ἀγγέλοις ἐκεκλήρωτο. Διό φησιν ὁ Παῦλος· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας· ἐπαρθεὶς δὲ καὶ μειζόνων ἐπιθυμήσας, κατέπεσε. Τὸ δ’ αὐτὸ καὶ ὁ ἄνθρωπος· ἀκούσας γὰρ εἰρηκότος τοῦ ὄφεως· ᾜδει ὁ Θεὸς ὅτι ᾗ ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, τουτέστι, τοῦ ξύλου, διανοιγήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν· ἑαυτὸν εἰς παρακοὴν ἔδωκεν, ὥστε ἀναγκαίως αὐτῷ διὰ τὸ πάθος καὶ τὸ πτῶμα συγκρίνεται. Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν. Οὐκ ἄρα κληρονομίαν παροῦσαν, ἀλλὰ μέλλουσαν ὁ προφήτης αἰνίττεται· ὅθεν τὸν Θεὸν ἀναστῆναι παρακαλεῖ καὶ κρῖναι τὴν γῆν, δηλαδὴ τὸν ἄνθρωπον· ὃς ὅταν ἀναστῇ πᾶσι κατακληρονομεῖ τοῖς ἔθνεσι. Πᾶσι γὰρ κλῆρον ἐπιβάλλει τὸν ἁρμόττοντα, τὸν μὲν τοῖς ταπεινοῖς, τὸν δὲ τοῖς σώφροσι, τὸν δὲ ἐλεήμοσιν, ἄλλον τοῖς πόρνοις, ἄλλον τοῖς ὑπερηφάνοις, τοῖς πλεονέκταις ἕτερον· ἔθνη γὰρ κατὰ τὸ παρὸν οὐ τῶν γλωσσῶν τὰς διαφοράς, ἀλλὰ τῶν βίων ἐκάλεσεν.