# Commentarius magnus in Psalmos (Ms Α) Τῷ Δαυΐδ· ἀνεπίγραφος παρ’ Ἑβραίοις. Ψαλμὸς ϟηʹ..1

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Τῷ Δαυΐδ· ἀνεπίγραφος παρ’ Ἑβραίοις. Ψαλμὸς ϟηʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A4%E1%BF%B7%20%CE%94%CE%B1%CF%85%CE%90%CE%B4%C2%B7%20%E1%BC%80%CE%BD%CE%B5%CF%80%CE%AF%CE%B3%CF%81%CE%B1%CF%86%CE%BF%CF%82%20%CF%80%CE%B1%CF%81%E2%80%99%20%E1%BC%99%CE%B2%CF%81%CE%B1%CE%AF%CE%BF%CE%B9%CF%82.%20%CE%A8%CE%B1%CE%BB%CE%BC%E1%BD%B8%CF%82%20%CF%9F%CE%B7%CA%B9..1

αʹ. Οἱ μὲν ἄλλοι πάντες ἀνεπίγραφον τὸν ψαλμὸν ἐκδεδώκασιν· ἀλλὰ τῷ Δαυῒδ ἀνέθηκαν οἱ Ἑβδομήκοντα, ὡς περὶ τοῦ νοητοῦ Δαυῒδ τοῦ Χριστοῦ καὶ αὐτὸν προφητεύοντα. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί. Τοὺς τῶν Ἰουδαίων λέγει λαούς· τούτους γὰρ εἰς ὀργὴν καὶ θυμὸν ἡ τοῦ Χριστοῦ βασιλεία κεκίνηκεν, ὥστε τῷ Πιλάτῳ λέγειν· Μὴ λέγε ὅτι βασιλεύς ἐστι τῶν Ἰουδαίων· παὶ πάλιν· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα, Ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σαλευθήτω ἡ γῆ. Τὴν Ἰουδαίαν πάλιν αἰνίττεται. Ἡνίκα γὰρ Ἐξ ἀνατολῶν οἱ μάγοι παρεγένοντο λέγοντες, Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ· ἀκούσας Ἡρώδης ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ. Τί δαὶ ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ἔπραξεν, τὰ ἑξῆς δηλοῖ. Κύριος ἐν Σιὼν μέγας, καὶ ὑψηλὸς ἐπὶ πάντας τοὺς λαούς. Ἐν Σιὼν γὰρ κεκλεισμένων τῶν θυρῶν εἰσελθών, τὸ οἰκεῖον ἐνεφάνισε μέγεθος, καὶ σαφῶς ἔδειξε δι’ ἐκείνου τοῦ θαύματος, ὡς αὐτός ἐστιν ὁ ἐπὶ τῶν Χερουβὶμ καθήμενος. Καὶ διὰ τοῦτο κρείττονα φύσεως τῆς ἡμετέρας τὰ παρὰ τοῦ ποιητοῦ πάσης κτίσεως γενόμενα ὑπάρχουσι. Τότε καὶ ὑψηλὸς ἐδείχθη ἐπὶ πάντας τοὺς λαούς, τοῖς ἀποστόλοις δεδωκὼς τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος, οἵτινες αὐτοῦ τὸ ὕψος οὐχ ἑνὶ λαῷ, πᾶσι δὲ καὶ πανταχοῦ κατήγγειλαν. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι. Πᾶν μὲν οὖν ὄνομα τοῦ Θεοῦ μέγα· ἀναλόγως γὰρ τὴν περὶ αὐτὸν δόξαν νοεῖσθαι καὶ τὰ ὀνόματα. Ἐπειδὴ κἂν λέγηται Δεσπότης, οὐκ ἐπίσης ἡμῖν· κἂν βασιλεύς, διαφερόντως ἐπ’ αὐτῷ νοεῖται τὸ τῆς βασιλείας ἀξίωμα. Πλὴν ἀλλὰ μέγα τοῦ Θεοῦ ὄνομα, ὅπερ αὐτὸς ἑαυτὸν ἐπωνόμασε, ἡνίκα τοῦ Μωϋσέως εἰπόντος, Ἰδοὺ ἐγὼ ἐλεύσομαι πρὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἐρῶ πρὸς αὐτούς· Κύριος ὁ Θεὸς τῶν Ἑβραίων ἀπέσταλκέ με πρὸς ὑμᾶς· καὶ ἐὰν ἐρωτήσωσί με, τί τὸ ὄνομα αὐτῷ, τί ἐρῶ πρὸς αὐτούς; ἀπεκρίνατο αὐτῷ· ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ, Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς. Τούτῳ ἐξομολογήσασθαι τῷ φοβερῷ καὶ ἁγίῳ ὁ προφήτης προσέταξεν. Ὁ μὲν γὰρ πρόσκαιρος, κἂν δυνατὸς ᾖ, οὐ σφόδρα φοβερός, ἐπειδή, καιροῦ τινος παρελθόντος, τῆς δυναστείας παύεται· ὁ δὲ ἀεὶ ὢν καὶ ἀΐδιος, εἰκότως φοβερός· οὐδὲ γάρ ἐστιν ἐλπὶς αὐτὸν ἀμειφθῆναι ἢ παύσασθαι. Ἐπειδὴ ἅγιον καὶ φοβερὸν εἶναί φησι τὸ εἰρημένον ὄνομα, φοβερὸν τοῖς ἐχθροῖς νοήσεις, δηλονότι τοῖς δαίμοσιν, ὅθεν αὐτοῦ καὶ τὴν ἐπίκλησιν φεύγουσιν· ἅγιον τοῖς πιστοῖς· οὐδὲ γὰρ ἄλλως, ἀλλὰ διὰ τῆς ὀνομασίας τοῦ Χριστοῦ τὸν ἁγιασμὸν ἔχουσιν. Καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ. Τί γὰρ ἔργον τῆς κρίσεως; Ἀπολύειν τοὺς ἀθώους, φανεροῦν τοὺς ὑπευθύνους· διόπερ κρίσιν ἀγαπᾷ ἡ τοῦ βασιλέως τιμή, τουτέστιν ἡ ἀρχὴ καὶ ἡ ἐξουσία. Ὅθεν οἱ λοιποὶ τῶν ἑρμηνευτῶν ἀντὶ τῆς τιμῆς, οἱ μὲν Ἰσχύν, οἱ δὲ Κράτος ἐκδεδώκασι. Σὺ Ἡτοίμασας εὐθύτητας. Πῶς ἡτοίμασε; Προαποστείλας τὸν νόμον, ἐν ᾧ τὰς ἐντολὰς εὐθύτητας ἔταξεν. Ὀρθοτομεῖν γὰρ τοῦ βίου τὴν ὁδὸν ἔξεστι κατ’ ἐκείνους ὁδεύοντας. Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας. Τίνι τρόπῳ; Τῷ εἰρημένῳ εὔδηλον. Ὁ γὰρ νόμος ὁ δοθεὶς Ἐν Ἰακὼβ(λέγει δὲ τὸ γένος τοῦ Ἰσραὴλ) οὗτος καὶ τοῖς ἁμαρτάνουσι κρίσιν ἐπήγαγε τὴν κατάκρισιν, καὶ τοῖς ἀγαθὰ βιοῦσι τὴν δικαιοσύνην ὑπέδειξε, καθ’ ἣν δεῖ πολιτεύεσθαι. Τίνος δὲ χάριν ταῦτα νῦν ἐξέθετο; Ἀσφαλίσασθαι τὴν ἀκοὴν τὴν ἡμετέραν βουλόμενος καὶ μαρτυρεῖσθαι σαφῶς ὡς ὁ ταῦτα κατορθώσας, οὗτός ἐστιν ὁ τὸν ὑπὲρ ἡμῶν σταυρὸν ἀνασχόμενος· δηλοῖ δὲ τὰ ἐχόμενα· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι. Καὶ τίνος χάριν οὐ τῷ θρόνῳ τοῦ Θεοῦ προσκυνεῖν μᾶλλον, ἀλλὰ τῷ ὑποποδίῳ παρακελεύεται; Ποίῳ δὲ ὅλως ὑποποδίῳ; Ἆρα τῇ γῇ· Ὁ γὰρ οὐρανός, φησί, μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. βʹ. Καὶ μὴν προσκυνεῖν ἡμᾶς τοῖς στοιχείοις οὐκ ἔξεστιν. Ἀλλὰ τοῦτον λέγει τὸν τόπον, ὃν δι’ ἑτέρου ψαλμοῦ ἐξέθετο τηλαυγέστερον, Προσκυνήσωμεν, εἰπών, εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ· λέγει δὲ τὸν Γολγοθᾶν. Ἐκεῖνος γὰρ ὄντως ὑπὸ τοὺς πόδας αὐτοῦ τῆς σαρκὸς κατὰ τὸν καιρὸν τὸν τοῦ σταυροῦ γεγένηται. Ὅθεν εἰπών, Ὑποπόδιον, οὐκ ἠρκέσθη, ἀλλά φησι, Τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Καὶ μὴν παντὶ δῆλον, ὅτι τὸ ὑποπόδιον τῶν ποδῶν ἐστιν ὑποπόδιον. Ἀλλ’ ἐνταῦθα πόδας λέγει τοῦ Χριστοῦ τὴν ἀνθρωπότητα, ἐπειδὴ κεφαλὴν τὴν θεότητα. Ὁ Γολγοθᾶς τοίνυν ὑπὸ τοὺς πόδας τῆς ἀνθρωπότητος γέγονεν, ἔνθα ὁ προσκυνῶν ὑψοῖ τὸν Χριστόν. Ὕψος γὰρ αὐτὸς ἑαυτοῦ νομίζει τὰ παθήματα, ἐπειδὴ δι’ αὐτῶν τὴν σωτηρίαν τὴν ἡμετέραν ἔπραξε. Διόπερ πρὸς Νικόδημον ἔλεγεν· Ὥσπερ ὕψωσε Μωϋσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Οὗτος ἅγιος εἰκότως ὀνομάζεται, τοσαύτην ἁγιωσύνης παρουσίαν ἔχων, ὥστε καὶ τοὺς ἁμαρτωλοὺς ἁγίους διὰ τῆς αὐτοῦ μετουσίας ἐργάζεσθαι. Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον. καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν. Ἐπειδὴ ἅγιοι καὶ ἱερεῖς καὶ οἱ προφῆται ἐλέγοντο, ἁγίων δὲ τούτων οὐ δεῖ τῷ ὑποποδίῳ προσκυνεῖν, προσηγόρευσε, δεῖξαι βούλεται πόσην εἶχε διαφορὰν πρὸς τοὺς λοιποὺς ἁγίους. Αὐτὸς γὰρ ἦν ὁ τῶν ἁγίων ἅγιος. Διὰ τοῦτο Μωϋσέως μὲν ὡς νομοθέτου, Ἀαρὼν δὲ ὡς ἀρχιερέως, Σαμουὴλ ὡς ἐξάρχου τῶν προφητῶν ἐμνημόνευσεν, οἵτινες καὶ ὑπῆρχον ἅγιοι. Ἀλλ’ ὅμως τὸ ὄνομα τοῦ Θεοῦ ἐπεκαλοῦντο, καὶ ἅπερ ἔπραττον οὐκ οἰκείᾳ δυνάμει, ἀλλὰ γὰρ τοῦ καλουμένου, ἔπραττον· ὡς τοῖς ἑξῆς ἐμφανίζει σαφέστερον. Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. Ὅτι ἐφύλαξαν τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἔδωκεν αὐτοῖς. Οὗτοί, φησιν, ἐξ ἀρετῆς προέκοψαν, ἐκ τοῦ φυλάττειν τοῦ Θεοῦ τὸν νόμον καὶ κατορθοῦν τὰ παρ’ αὐτοῦ δοθέντα προστάγματα. Ὅτε δὲ καὶ θεοπτίας ἠξιώθησαν, ἐν στύλῳ τὸν Θεὸν ἐθεάσαντο, οὐσίαν ἰδεῖν μὴ χωρήσαντες. Ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλ’ ἐν ἑαυτῷ μὲν τὸν Πατέρα ἔχει, καὶ αὐτός ἐστιν ἐν τῷ Πατρί· ἀλλ’ οὐδὲ ἐκ προκοπῆς εἰς ἀξίαν ἐπέδωκε. Ὅρα γὰρ τοῦ Πιλάτου ἐρωτήσαντος, Βασιλεὺς εἶ σύ; αὐτὸς ποίου τούτου πρὸς τὴν πεῦσιν ἀπήγαγεν· Σὺ λέγεις, ὅτι βασιλεύς εἰμι· ἐγὼ εἰς τοῦτο γεγέννημαι· τουτέστιν, ἄχρονον τὴν βασιλείαν ὥσπερ τὴν γέννησιν κέκτημαι. Πρὸς τοῦτον ὁ ψαλμῳδὸς τὰ ἑξῆς χωρὶς πάσης ἀμφιβολίας ἐπήγαγε. Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν. Ὁ Θεὸς ἡμῶν· τίνων; Τῶν διὰ πίστεως αὐτῷ στρατευσαμένων καὶ κτησαμένων τὸν ἐπὶ πάντων Θεὸν διὰ τῆς υἱοθεσίας τοῦ βαπτίσματος ἴδιον. Ὅτι γὰρ Θεὸς κατ’ ἐξαίρετον τῶν εἰς αὐτὸν πεπιστευκότων λέγεται, ὁ Θωμᾶς διδάσκει· Ὁ Κύριός μου καὶ ὁ Θεός μου· ἴδιον ἑαυτοῦ Κύριον καὶ Θεὸν καλῶν, τὸν ἐπὶ πάντων Θεὸν ἀνέκραγεν. Οὗτος τοίνυν, εἰς ὃν ἡμεῖς ἐπιστεύσαμεν, οὐδὲ τοῖς δικαίοις ἠγνοεῖτο τοῖς ἔμπροσθεν διόπερ αὐτῶν εὐχομένων ἐπήκουε· καὶ μαρτυρεῖ τὰ ἐχόμενα. Ὁ Θεός, σὺ εὐΐλατος ἐγένου αὐτοῖς, καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. Θεωρεῖς ὅτι περὶ Χριστοῦ λέγει· αὐτοῦ γὰρ ἴδιον ταῖς ἡμετέραις ἁμαρτίαις οὐ νῦν μόνον ἀλλὰ καὶ πάλαι ἱλάσκεσθαι· περὶ οὗ καὶ Παῦλός φησι· Ὃν προσέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ. Αὐτὸς ἐπὶ πάντα ἐκδικεῖ τὰ τῶν δικαίων ἐπιτηδεύματα. Ἐπειδὴ γὰρ πολλὰ μὲν ἐκεῖνοι πρὸς τὸ σῶσαι τὸ γένος τῶν ἀνθρώπων ἐπετήδευσαν, ἠναντιοῦτο δὲ τούτοις ὁ νοητὸς ἐχθρός, ἐξεδίκησεν ὁ σταυρός, ὁμοῦ μὲν τὰ δικαίων στήσας ἐπιτηδεύματα, ὁμοῦ δὲ καθελών, ὅστις αὐτῶν ἀνωφελεῖς τοὺς πόνους ἐδείκνυεν. Ἐφ’ οἷς ὁ Ἱερεμίας ἐβόα· Οἴμοι ἐγώ, μῆτερ. ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ. Οὔτε ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν. Καὶ τί χρῄζει ὑψωθῆναι ὁ ὑψηλός; πῶς δὲ παρὰ ἀνθρώπων ὁ ἐν οὐρανοῖς ὑψωθήσεται; Ἀλλὰ ὑψηλά, φησι, περὶ αὐτοῦ διανοήθητε. Τίνα τρόπον; Καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ. Ὕψος ἄρα τοῦ Θεοῦ Λόγου ἡ ἐν τῷ ἁγίῳ προσκύνησις. Ὥσπερ γὰρ δόξα βασιλεῖ τὰ ἐν πολέμῳ τρόπαια, οὕτω καὶ τῷ Χριστῷ ἡ διὰ τῶν παθημάτων κατόρθωσις, ἥτις ἐν τῷ ὄρει τῷ ἁγίῳ τῷ τὸν σταυρὸν δεξαμένῳ γεγένηται. Ἅγιον δὲ τὸ ὄρος οὐκ ἀφ’ ἑαυτοῦ καλεῖ, ἀλλ’ ἀπὸ τῆς τοῦ σταυρωθέντος ἐπιφοιτήσεως. Τούτου γὰρ χάριν ἐπήγαγεν. Ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Εἰ δὲ ἅγιος, ὅπερ ἂν αὐτοῦ τύχῃ τῆς ἐπιφοιτήσεως, ἁγιάζεται.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
