# Commentarius magnus in Psalmos (Ms Α) Τῷ Δαυΐδ. Ἀλληλούια. Ψαλμὸς ϟζʹ..1

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Τῷ Δαυΐδ. Ἀλληλούια. Ψαλμὸς ϟζʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A4%E1%BF%B7%20%CE%94%CE%B1%CF%85%CE%90%CE%B4.%20%E1%BC%88%CE%BB%CE%BB%CE%B7%CE%BB%CE%BF%CF%8D%CE%B9%CE%B1.%20%CE%A8%CE%B1%CE%BB%CE%BC%E1%BD%B8%CF%82%20%CF%9F%CE%B6%CA%B9..1

αʹ. Οὐ μάτην τῷ Δαυῒδ ὁ ψαλμὸς ἀναγέγραπται· ἀλλ’ ἐπειδὴ τὰ περὶ Χριστοῦ προφητεύει μυστήρια, τοῦτον δὲ νοεῖσθαι Δαυῒδ Ἰεζεκιὴλ ὁ προφήτης, τὸ Πνεῦμα δὲ μᾶλλον τὸ ἐπ’ αὐτῷ πεποίηκε· φησὶ γάρ· Καὶ ἀναστήσω ὑμῖν ποιμένα τὸν δοῦλόν μου Δαυΐδ. Καίτοι πρὸ πολλῶν γενεῶν τελευτήσας ἐτύγχανεν· ἀλλὰ Δαυῒδ μὲν καλεῖ Χριστόν, οὐ μόνον ὡς ἐκ τοῦ Δαυΐδ, καὶ ὡς βασιλέα· δοῦλον δέ, ὡς μορφὴν δούλου δεξάμενον. Διὰ τοῦτο καὶ νῦν οὐ τοῦ Δαυῒδ ὁ ψαλμὸς ἐπιγέγραπται, ἀλλά, Τῷ Δαυΐδ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν. Τίνος χάριν; Ὅτι θαυμαστὰ ἐποίησεν. Αὕτη τοίνυν ἄρα τοῦ καινοῦ ᾄσματος ἡ ὑπόθεσις, τὸ ποιῆσαι θαυμαστὰ τὸν Θεόν, ἢ καὶ Τεράστια, καθὼς ἐξέθετο Σύμμαχος. Ποῖα δὲ ταῦτα; Ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. Καὶ τί τοῦτο θαυμαστὸν ἔχει, ἢ πάντως ὅτι διὰ κακίας ὑπερβολὴν ἀπαγορευθεὶς ὑπῆρχεν ὁ ἄνθρωπος; Ὥστε τὸν μὲν Ἡσαΐαν λέγειν· Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην. Ἀπὸ ποδῶν ἕως κεφαλῆς, οὐκ ἔστιν αὐτῷ ὁλοκληρία, οὔτε τραῦμα, οὔτε μώλωψ, οὐδὲ πληγὴ φλεγμαίνουσα. Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὐδὲ ἔλαιον, οὔτε καταδέσμους. Δαυῒδ δὲ οὕτως· Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Ἐφ’ ᾧ τῆς τοῦ Θεοῦ δεξιᾶς καὶ τοῦ βραχίονος ἀναγκαίως ἐδέησε, δηλαδὴ τοῦ Μονογενοῦς αὐτοῦ. Αὐτὸν γὰρ χαρακτηρίζει τῶν εἰρημένων ἑκάτερον· περὶ οὗ καὶ Ἡσαΐας φησί· Ὡς ποιμὴν ποιμανεῖ τὸν λαὸν αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας· ὃν οὐ μάτην ὁ ψαλμῳδὸς προσηγόρευσεν ἅγιον, ἀλλ’ ἐν ἰδίᾳ δεῖξαι τοῦτον ὑποστάσει βουλόμενος. Αὐτὸ τοίνυν τὸ πλάσμα τὸ ἀπολωλὸς ἔσωσε· Οὐδὲ γὰρ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι τὸν κόσμον. Ὅτι δὲ τὴν τοῦ Μονογενοῦς ἄφιξιν ὁ προφήτης αἰνίττεται (μόνη γὰρ αὕτη σώζει τὸ γένος τὸ ἀνθρώπινον), Ἡσαΐας δηλοῖ, Οὐ πρεσβεύς, εἰπών, οὐδὲ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἥξει καὶ σώσει ἡμᾶς· δηλοῖ δὲ καὶ τὰ ἑπόμενα. Ἐγνώρισε Κύριος σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Σωτήριον μὲν τὸν Χριστὸν καὶ δικαιοσύνην εἰρῆσθαι πολλάκις ὁ λόγος διὰ τῶν προλαβόντων ἀπέδειξεν. Ἐνταῦθα δὲ τῶν προφητικῶν λέξεων ἐμφαίνει τὴν ἀκρίβειαν, πῶς πρότερον αὐτὸν γνωρισθῆναι, ὕστερον δὲ ἀποκαλυφθῆναί φησιν. Ἐγνώρισε γὰρ πρότερον τοῖς προφήταις, οἵτινες αὐτοῦ τὴν γνῶσιν ἐπιστεύθησαν, τῇ θεωρίᾳ τοῦ Πνεύματος· ὥστε τὸν Κύριον λέγειν· Ἀβραὰμ ὁ πατὴρ ἡμῶν ἠγαλλιάσατο ἰδεῖν τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε καὶ ἐχάρη. Ἀπεκαλύφθη δὲ διὰ τῆς σαρκὸς ὕστερον· ἔτι μὴν καὶ διὰ τῶν ἀποστολικῶν θαυμάτων, ἅτινα τὴν τοῦ Μονογενοῦς ἐγύμνωσε δύναμιν. Ἐναντίον τῶν ἐθνῶν. Οὗτοι γὰρ πιστεύσαντες ἐδέξαντο τοῦ Χριστοῦ τὴν φανέρωσιν. Ἄλλως τε, ἐπειδὴ τῆς τῆς σαρκὸς παρουσίας σαφῶς ἀπόδειξις ἡ τῶν εἰδώλων καθαίρεσις, ἀναγκαίως ἐναντίον τῶν ἐθνῶν ἀποκαλυφθῆναι ὁ Μονογενὴς δύναται. Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακώβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ. Ἀνθ’ ὅτου τὸν Ἰακὼβ εἰπών, οὐκ ἠρκέσθη, ἀλλὰ καὶ τὴν τοῦ Ἰσραὴλ οἰκίαν προσέθηκεν, ἀλλ’ ἵνα πάντως δηλώσῃ ὡς ὁ πράξας τὰ νῦν προφητευόμενα, οὗτος ἦν ὁ τὸν Ἰακὼβ Ἰσραὴλ ἐπονομάσας; Διόπερ μετ’ αὐτοῦ καὶ ἐπάλαιεν προτυπῶσαι τὸ μυστήριον βουληθεὶς τῆς σαρκώσεως· σαρκὸς γὰρ τὸ παλαίειν καὶ περιπλέκεσθαι ἴδιον. Ἐμνήσθη τοίνυν τῶν πρὸς Ἰακὼβ καὶ Ἰσραήλ, καὶ χάριτι τὸ μυστήριον τῇ πρὸς ἐκεῖνον ἐπλήρωσε. Πῶς τοῦτο; Δῆλον ὅτι πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ παρεγένετο, οὐκ ἐκείνοις νέμων τὸν ἔλεον (οὐδὲ γὰρ ἐτύγχανον ἄξιοι), ἀλλὰ τῷ Ἰακώβ, ἐξ οὗ τὸ γένος κατήγετο. Ἐμνήσθη δὲ καὶ τῆς ἀληθείας τοῦ οἴκου Ἰσραήλ, τὴν εὐλογίαν, ἥνπερ ὁ Ἰσραὴλ ὡς κλῆρον τοῖς ἑαυτοῦ παισὶν εἰς τὴν φυλὴν τοῦ Ἰούδα προφητεύων ἀπένειμεν, εἰς ἔργον ἀγαγὼν καὶ ποιήσας ἀλήθειαν· ἦν δὲ αὕτη· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. Ὥστε καὶ σφόδρα ἁρμόττει τὰ ἑπόμενα· Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Τοῖς μὲν γὰρ Ἰουδαίοις, ὡς ἰδίοις, ἐπεδήμησεν. Ἐκείνων δὲ τοὺς ὀφθαλμοὺς μυσάντων (Ἐκάμμυσαν γάρ, φησὶν ὁ Ἡσαΐας, τοὺς ὀφθαλμοὺς αὐτῶν, ἵνα μὴ ἴδωσιν), ἀντ’ ἐκείνων τὰ πέρατα τῆς γῆς, δηλαδὴ τὰ ἔθνη, ἐθεάσαντο τοῦ Θεοῦ τὸ σωτήριον, καίτοι μὴ βλέποντα πρότερον. βʹ. Τοῦτο γάρ ἐστιν ὃ νῦν ὁ προφήτης ἐκπέπληκται, ἐφ’ ὃν ὃ καὶ ὁ Κύριος ἀποθαυμάζων ἔλεγεν· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. Εἰκότως, ἐπειδὴ κοινὰ τὰ ἀγαθά· οὐκ ἔτι γὰρ χώρας μιᾶς, οἷον τῆς Ἰουδαίας, ἢ ἔθνους ἑνός, ἀλλὰ τῆς ἀνθρωπότητος ὅλης τὸ πεπραγμένον μυστήριον, ἐφ’ ᾧ καὶ ἀλαλάζειν ὡς πόλεμον κοινὸν νενικηκότας βούλεται. Γῆν γὰρ τὸν καθόλου προσηγόρευσεν ἄνθρωπον, ὡς διὰ τῶν ἑξῆς σαφέστερον εἴρηται. ᾌσατε, καὶ ἀγαλλιᾶσθε, καὶ ψάλατε. Οὐκοῦν οὐ περὶ τοῦ στοιχείου τῆς ξηρᾶς, ἀλλὰ περὶ τῶν ἀνθρώπων εἰπεῖν αὐτῷ πρόκειται. Διόπερ ὡς πρὸς πλῆθος διαλέγεται· κελεύει δὲ πρότερον ᾄδειν, καὶ μετὰ τοῦτο ἀγαλλιᾶσθαι, εἶτα τὸ ψάλλειν ἐπήγαγεν ἵνα τῆς τοῦ Θεοῦ χαρᾶς τὴν εἰς αὐτὸν δοξολογίαν ἀρχὴν καὶ τέλος ἔχωμεν. Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ, ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης. Ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως Κυρίου. Εἰ καὶ ἦν ὅτε τοῖς ὀργάνοις τούτοις εἰς τὴν τοῦ Θεοῦ δοξολογίαν ἐκέχρηντο, πλὴν ἡμεῖς κιθάραν τὴν τῶν ἀρετῶν συμφωνίαν νοήσωμεν, ἥτις οὐκ ἄλλως κατορθοῦται, ἀλλ’ ὅταν τὴν σάρκα νεκρώσωμεν, ὥστε χορδῶν δίκην ἐν αὐταῖς τὸν τῶν ἀρετῶν ἀποτελεῖσθαι φθόγγον, καὶ ψαλμοῦ φωνὴν ἀρέσκουσαν Θεῷ εἰς οὐρανὸν ἀναπέμπεσθαι. Ἐπειδὴ δὲ μετὰ τὴν κιθάραν σάλπιγγος ἐμνημόνευσε, κιθάραν ἄρα τὴν παλαιὰν Διαθήκην καλεῖ, ἐν ᾗ ψάλλειν (ἐξ αὐτῆς γὰρ ἡ ψαλμῳδία) προσέταξε· σάλπιγγας δὲ τὰ Εὐαγγέλια, ἐν οἷς ἀλαλάζειν ἐνώπιον τοῦ βασιλέως Κυρίου, δηλαδὴ τοῦ Χριστοῦ, ὡς διὰ τῆς εὐαγγελικῆς πολιτείας νενικηκότες τοὺς ἐχθροὺς εἰκότως κελευόμεθα. Σαλπίγγων δὲ τούτου χάριν πολλῶν ἐμνημόνευσε καὶ μιᾶς, ἐπειδὴ καὶ τὸ Εὐαγγέλιον, ἓν ὑπάρχον τῇ δυνάμει, τέσσαρα διὰ τοὺς ἐκθεμένους εὐαγγελιστὰς γεγένηται. Ὅρα δὲ τῆς προφητικῆς λέξεως τὴν ἀκρίβειαν. Τὰς μὲν γὰρ σάλπιγγας, αἵτινες πληθυντικῶς εἰρημέναι εἰς τὰ τῶν συνταξάντων ἐκλαμβάνονται πρόσωπα, ἐλατάς φησι, τουτέστι κεχαλκευμένας· ἐχαλκεύθησαν γὰρ αἱ τῶν εὐαγγελιστῶν γλῶτται τῇ χορηγίᾳ τοῦ Πνεύματος. Τὴν σάλπιγγα δὲ κερατίνην· τοῦτο γὰρ ὁ εὐαγγελικὸς λόγος, καὶ τὸ ἐπ’ αὐτῷ μυστήριον, ἐπειδὴ κεφάλαιον ἔχει τὸν Χριστόν, ὅσπερ κέρας ἀναγκαίως ὀνομάζεται· ἐν αὐτῷ γὰρ τοὺς ἐχθροὺς κερατίζειν ἐλάβομεν· τούτῳ τοίνυν τῷ Εὐαγγελίῳ τὴν φωνὴν ἀναγκαίως ἀπένειμε, Ἐν φωνῆ σάλπιγγος εἰπὼν κερατίνης, ἐπειδὴ καὶ πλειόνων τὴν ἱστορίαν ἐκθέμενος, ἑνὸς ὅμως Εὐαγγελίου φωνὴ διὰ πάντων ἀκούεται, συμφώνως γραψάντων τὸ μυστήριον. Σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Σαλεύεσθαι μὲν τὴν θάλασσαν καὶ τὸ πλήρωμα αὐτῆς (λέγει δὲ τὰ ἐν αὐτῇ ζῶα) ἕνεκα χορείας, εἰρήκαμεν προλαβόντες. Πλὴν ἀλλὰ καὶ φόβῳ τῶν ἐπιτελουμένων ἐν αὐτῇ παρὰ τοῦ Κυρίου θαυμάτων νοήσεις αὐτὴν ἀναγκαίως σαλεύεσθαι. Οὐδὲ γὰρ μόνον τὸν Κύριον, ἀλλὰ καὶ τὸν Πέτρον περιπατοῦντα ἐδέξατο· καὶ προστάξαντος τοῦ Ἰησοῦ, ἰχθὺν ἔχοντα στατῆρα προσήνεγκε. Τὸ δὲ αὐτὸ καὶ περὶ τῆς οἰκουμένης καὶ τῶν κατοικούντων αὐτὴν ἐρεῖς. Ἱκανὰ γὰρ ἦν ἐκπλῆξαί τε αὐτὴν καὶ σαλεῦσαι τὰ παρὰ τοῦ Χριστοῦ καὶ τῶν προφητῶν γενόμενα θαύματα· ὥστε καὶ εὐχομένων αὐτῶν, καθάπερ ἱστορεῖ Λουκᾶς, πολλὰ ἐσαλεύετο. Ποταμοὶ κροτήσουσι χειρὶ ἐπιτοαυτό. Ἐρεῖς μὲν τὰς ἐνεργείας τοῦ Πνεύματος, αἵτινες χεῖρα κροτεῖν ὡς εἰς ἓν συνελθοῦσαι κατὰ τὸν καιρὸν τῆς τοῦ Χριστοῦ ἐπιδημίας ἐλέγοντο· περὶ ὧν ἔλεγεν· Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Ἐρεῖς δὲ καὶ τοὺς αἰσθητοὺς ποταμοὺς κροτεῖν χεῖρα καὶ χορεύειν, ἡνίκα βαπτιζόμενον τὸν Χριστὸν ὁ Ἰορδάνης ἐδέξατο. Κοινὴ γὰρ τοῦτο χαρὰ τῶν ποταμῶν καὶ τῶν ὑδάτων ἐτύγχανεν. Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται. Ὄρη τοὺς προφήτας διὰ τὸ ὕψος τῆς θεωρίας ὑπολαμβάνοντες εἰρήκαμεν. Οὗτοι τῇ παρουσίᾳ τοῦ Χριστοῦ εἰκότως ἀγαλλιάσονται, ἐπειδήπερ αὐτῶν εἰς ἔργον ἡ προφητεία ἐξέρχεται. Εἰ γὰρ καὶ τὰ αἰσθητὰ λέγοις, εἰκότως ἀγαλλιῶνται καὶ ταῦτα, ἐπειδὴ θύειν εἰδώλοις ἐν τοῖς ὑψηλοῖς ὁ τῶν Ἰουδαίων εἴωθε λαός, ὡς τῇ βίβλῳ τῶν Βασιλειῶν εἴρηται· εἶτα τοῦτο τῇ Χριστοῦ παρουσίᾳ κατήργηται. Ὅτι ἥκει κρῖναι τὴν γῆν. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν εὐθύτητι. Καὶ πῶς τὸν αὐτὸν ἤκειν φησίν, ἢ δῆλον ὅτι προφήτης ὤν, ὅπερ ὡς μέλλον προέλεγε, τοῦτο ὡς παρὸν ἔβλεπεν; Ἄλλως τε τὸ μὲν πρότερον περὶ τῆς κατὰ σάρκα παρουσίας φησίν, ἥτις καὶ προτέρα γεγένηται· τὸ δὲ δεύτερον περὶ τῆς δευτέρας, ἐν ᾗ καὶ κριτὴς ἔρχεται. Ἀλλὰ τὴν μὲν προτέραν ἔρχεσθαί φησι τὰ ἐξ αὐτῆς ἀγαθὰ προσδεχόμενος· τὴν δευτέραν δὲ φόβῳ τῆς κρίσεως ἤδη παρεῖναι ἐνόμιζε. Συμφέρον σφόδρα τὰ φοβερὰ πρὸ ὀφθαλμῶν ἔχειν, καὶ ὡς ἐφεστῶτα ὁρᾷν, ἵνα τὸ ἁμαρτάνειν ἐντεῦθεν ἀνακοπτώμεθα. Τίς δὲ τῆς κρίσεως ἡ οἰκονομία; Δικαιοσύνη καὶ εὐθύτης. Οὐκοῦν ἀδικίαν φύγωμεν, τὰ σκολιὰ ἐκκλίνωμεν· μὴ θαρσήσωμεν δόλῳ, πλεονεξίαν μὴ μετέλθωμεν. Ἐναντία γὰρ ταῦτα τῇ τοῦ Θεοῦ κρίσει καὶ τοὺς μετιόντας εἰς κατάκρισιν ἄγοντα.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
