# Commentarius magnus in Psalmos (Ms Α) Τῷ Δαυῒδ εἰς ἐξομολόγησιν. Ψαλμὸς ϟθʹ..1

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Τῷ Δαυῒδ εἰς ἐξομολόγησιν. Ψαλμὸς ϟθʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A4%E1%BF%B7%20%CE%94%CE%B1%CF%85%E1%BF%92%CE%B4%20%CE%B5%E1%BC%B0%CF%82%20%E1%BC%90%CE%BE%CE%BF%CE%BC%CE%BF%CE%BB%CF%8C%CE%B3%CE%B7%CF%83%CE%B9%CE%BD.%20%CE%A8%CE%B1%CE%BB%CE%BC%E1%BD%B8%CF%82%20%CF%9F%CE%B8%CA%B9..1

Ἀνώνυμος μὲν ὁ ψαλμός, οὐ μὴν διὰ τοῦτο τῆς τοῦ Δαυῒδ προφητείας ἀλλότριος· ἀλλ’ ἴσως αὐτὸν ἐν τῷ ναῷ κιθαρίσαι οὐκ ἔφθασεν, ἀλλ’ οὐδὲ ψαλτῳδοῖς ἑτέροις ἐκδέδωκεν. Ἐκεῖθεν αὐτὸν χωρὶς ὀνόματος ἡ προφητεία ἐξέθετο. Πλὴν ἀλλ’ ἐξομολόγησιν τὴν εὐχαριστίαν ἐνταῦθα ἀναγκαίως νοήσομεν. Τοῦτο γὰρ καὶ τῆς προφητείας ὁ σκοπὸς τῆς ἐχομένης βούλεται. Διόπερ Ἀκύλας μέν, Εἰς εὐχαριστίαν, Σύμμαχος δέ, Εὐλογίαν, φησίν. Εἰς αἴνεσιν γὰρ ἡ πέμπτη παραδέδωκεν ἔκδοσις. Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ, δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ. Πολλή τις καὶ νῦν τῆς προφητείας ἡ τάξις τοῖς ἀκριβῶς αὐτὴν κατασκοποῦσιν εὑρίσκεται. Ἀλαλάζειν γὰρ πᾶσαν τὴν γῆν ὡς τὸν κοινὸν ἡμῶν ἐχθρὸν νενικηκότων βούλεται· εἰδότας δὲ τὸν Θεὸν εἶναι τῆς νίκης ὑπόθεσιν, αὐτῷ δουλεύειν ἐν εὐφροσύνῃ. καθάπερ ὁ Παῦλος ἔλεγεν· Ἵνα πάντες χαίρωμεν, ἀδιαλείπτως προσευχώμεθα, ἐν παντὶ εὐχαριστῶμεν, εἰδότες τίνι καὶ ἐπὶ ποίοις δουλεύομεν, ποίας ἐῤῥύσθημεν δουλείας, καὶ πρὸς ποίαν ἐκλήθημεν, οἷον ἀνθ’ οἵου ζυγόν, ἀντὶ τοῦ βαρυτάτου τὸν ἄγαν ἐλαφρὸν ἠλλαξάμεθα. Εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει· τουτέστιν, ἐν χαρᾷ· χαρὰν δὲ οὐ ταύτην τὴν πρόσκαιρον ὑποτίθεται. Ὥσπερ γὰρ τοῖς ἀνδράσιν ἡ χαρὰ τῶν παίδων καταγέλαστος, ἐπειδήπερ ἐπὶ πράγμασιν οὐδενὸς ἀξίοις χαίρουσι καὶ σεμνύνονται· οὕτως ἡ τῶν ἁμαρτωλῶν χαρὰ τοῖς δικαίοις ἐπονείδιστος· χαίρουσι γὰρ ἐπὶ τυφλῷ καὶ τῷ ἐξ ἁρπαγῆς πλούτῳ, καὶ τοιούτοις ἑτέροις ἐφ’ οἷς οὐκ ἔνι χαίρειν, ἡνίκα τῷ κριτῇ μέλλομεν τῷ φοβερῷ παρίστασθαι· ἐπὶ δὲ τοῖς ἐναντίοις, ὅταν ἡμεῖς ἁρπασθῶμεν, ὅταν συκοφαντηθῶμεν, ἐπὶ τούτοις ἐν ἀγαλλιάσει εἰσελθεῖν ἐνώπιον τοῦ Θεοῦ δυνησόμεθα· δηλοῖ δὲ τοῦ Κυρίου τὰ ῥήματα· Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε, καὶ ἀγαλλιάσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν· αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς. Θεωρεῖς ὅτι κατὰ πάσης γλώττης αἱρετικῆς τὸ Πνεῦμα στρατεύεται. Ἐπειδὴ γὰρ κατατεμεῖν τινες τὴν Τριάδα βουλόμενοι καὶ τοῦ Μονογενοῦς εὐτελίσαι τὸ ἀξίωμα, αὐτὸν μέν φασιν ὀνομάζεσθαι τῇ Γραφῇ τῇ θεοπνεύστῳ Κύριον, Θεὸν δὲ τὸν Πατέρα, καὶ διαφορὰν Κυρίου καὶ Θεοῦ τὴν οὐκ οὖσαν εἰσάγουσι, καὶ τὴν ἀποστολικὴν φωνὴν ἐπὶ κακῷ τῷ σφῶν εἰς βλασφημίαν ἕλκουσιν· Εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα· καὶ τὸν Υἱὸν ἐλάττονα τοῦ Πατρὸς ὡς Κύριον· οὐ γὰρ δὴ Θεὸν ὀνομασθέντα λέγουσιν· ὥστε καὶ περὶ αὐτὸν ἁρμόττειν ταῖς ἀποστολικαῖς ἑπόμενον λέξεσιν· Ἀλλ’ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· καθελεῖν τούτων τὴν κομψολογίαν ὁ προφήτης βουλόμενος, Γνῶτέ, φησιν, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ἵνα μηκέτι Κύριον ἀπὸ Θεοῦ, μηδὲ Υἱὸν ἀπὸ Πατρὸς μερίζειν ἐγχειρήσωμεν. Αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς. Οὐδὲ γὰρ ὥσπερ τινὲς δοκοῦσιν ἀφ’ ἑαυτῶν ὑπέστημεν· Αὐτοῦ δέ ἐσμεν ποιήματα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, καθάπερ Παῦλος ἔγραψεν· ἀλλὰ προσήκει τινὰ ποιητὴν ἐπιγράφεσθαι. Ἡμεῖς δὲ λαὸς αὐτοῦ, καὶ πρόβατα νομῆς αὐτοῦ. Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις. Τίνος ἐσμὲν πρόβατα μάνθανε τοῦ Μονογενοῦς λέγοντος· Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει. Αὐτοῦ καὶ λαός ἐσμεν, ὅστις ἡμῖν καὶ διὰ τῆς γλώττης τῆς προφητικῆς ἔλεγε· Καὶ ἔσεσθέ μοι εἰς λαόν· καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν. Οὐκοῦν ὁ Κύριος αὐτός ἐστιν ὁ Θεός· ἑκάτερον γὰρ Υἱός, καθάπερ ὁ Πατὴρ ὀνομάζεται· τούτου τὰς πύλας εἰσελθεῖν ἐν ἐξομολογήσει, τὰς αὐλὰς δὲ ἐν ὕμνοις προσέταξεν. Ὥστε χρὴ πρότερον μὲν ἐξομολογεῖσθαι, καὶ μετὰ ταῦτα ὑμνεῖν. Ὥσπερ γὰρ τῶν αὐλῶν αἱ πύλαι προτεταγμέναι τυγχάνουσι, καὶ οὐκ ἄν τις ἔσω γένοιτο τῆς αὐλῆς, μὴ διὰ τῆς πύλης ἐλθών· οὕτω πρὶν ἐξομολογησόμεθα, ὑμνεῖν οὐ δυνησόμεθα· ἐπειδὴ χρεία καρδίας καθαρᾶς, γλώττης ἀποθεμένης τὸν ἐξ ἁμαρτημάτων ῥύπον, εἴπερ ὁ Θεὸς μέλλοι τῇ θυσίᾳ τῶν ὕμνων τῶν ἡμετέρων ἀρέσκεσθαι. Ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ. Τῆς αἰνέσεως πάλιν προτέραν ἔταξε τὴν ἐξομολόγησιν, σαφέστερον ἡμῖν ἐκθέσθαι τὸ διὰ τῶν προτέρων στίχων εἰρημένον βουλόμενος. Πλὴν ἀλλ’ ἐξομολογεῖσθαι μὲν αὐτῷ προστάττει καθάπερ Θεῷ, αἰνεῖν δὲ τὸ ὄνομα αὐτοῦ, ὅπερ ἐστὶ Σωτήρ. Τοῦτο γὰρ ἡμῖν ἀφορμὴ σωτηρίας γεγένηται. Μαρτυρήσει δὲ ὁ Πέτρος ἅμα τῷ Ἰωάννῃ τοῖς Ἰουδαίοις δημηγορῶν· Οὐδὲ γάρ ἐστιν ὄνομα ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον τοῖς ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς· ὥστε καὶ λίαν ὁ ψαλμῳδὸς ἀκολούθως ἐπήγαγεν· Καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ· ὅτι Χριστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἀπὸ γὰρ τῆς νῦν γενεᾶς ἀρξαμένη ἡ αὐτοῦ ἀλήθεια εἰς τὴν γενεὰν φανεροῦται τὴν μέλλουσαν, ὅταν ἀποδῷ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τοῦτο γάρ ἐστιν ἡ ἄμαχος καὶ ἀψευδὴς ἀλήθεια, ὅτι Χριστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ὡς γὰρ Χριστός, τουτέστιν, ὡς συμπαθής, ὡς φιλάνθρωπος, ἐν τῷ παρόντι αἰῶνι τὸ ἔλεος δέδωκεν, ἵνα κἂν πλανηθῶμεν ἐκ ῥᾳθυμίας, ἀλλὰ διὰ τῆς αὐτοῦ φιλανθρωπίας πρὸς αὐτὸν ἐπιστρέψωμεν.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
