# Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ Ηʹ.

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), ΨΑΛΜΟΣ Ηʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A3%20%CE%97%CA%B9.

Κύριε, Κύριος ἡμῶν. Τό, Κύριε, ὁ Κύριος ἡμῶν, ἡ Ἐκκλησία λέγει. Μετὰ γὰρ τὴν εἰς Χριστὸν ἐπίγνωσιν, τῆς τῶν εἰδώλων ἀποστᾶσα δουλείας, Κύριον αὐτῆς καλεῖν τὸν ἀληθῶς Θεὸν καὶ Κύριον ἤρξατο. Ἀεὶ μὲν γὰρ ἡ γῆ πᾶσα τῶν θαυμάτων ἀληθῶς τῆς τοῦ Θεοῦ δημιουργίας πεπλήρωται, ἔτι δὲ μᾶλλον, ἀφ’ οὗπερ αὐτοῦ τὸ ὄνομα, δηλαδὴ τὸ τοῦ Χριστοῦ, παρὰ πᾶσιν Ἕλλησί τε καὶ βαρβάροις, διὰ τῆς εἰς αὐτὸν ἐθαυμαστώθη πίστεως. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Πετεινὰ τοῦ οὐρανοῦ τοὺς περὶ τὴν θεολογίαν ἠσχολημένους καλεῖ, τοὺς ἐρευνῶντας τὰ ὑψηλὰ καὶ μετάρσια δόγματα· ἰχθύας δὲ τῆς θαλάσσης, τοὺς ἐν τοῖς πράγμασι τοῦ βίου τούτου νηχομένους, καθάπερ ἐν κύμασι. Σωτηρία δὲ καὶ τούτοις ἀπόκειται, ὅταν πορευθῶσι τρίβους οὐκέτι θαλάσσης, ἀλλὰ θαλασσῶν, διὰ βαπτίσματος καὶ μετανοίας ὁδεύοντες. Ἦν μὲν γὰρ αὐτῷ καὶ τὰ αἰσθητὰ διὰ τὸν τῆς δημιουργίας ὑποτεταγμένα νόμον, κτήνη, καὶ βόες, καὶ πρόβατα. Πρόβατα δὲ πάλιν νοητά, ὑποτεταγμένα τῷ Χριστῷ τοὺς ἐν ἀκακίᾳ πολιτευομένους ἀνθρώπους εὑρίσκομεν· βόας τοὺς τῶν ἐντολῶν ἐργάτας, περὶ ὧν Μωσῆς ὁ νομοθέτης ἔλεγεν· Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Ὅθεν οὐχ ἀπλῶς βόας, ἀλλὰ καὶ πάσας ὁ Ψαλμῳδὸς ἐξέθετο. Πᾶσιν γὰρ ὁ Θεὸς τὴν ἀρετὴν καὶ τὴν τυχοῦσαν ἐργαζομένοις εὑρίσκεται. Κτήνη δὲ καλεῖ τοὺς ἁμαρτωλούς, ἐπειδὴ κάτω τὰς ὄψεις εἰς γῆν νευούσας κέκτηνται. Ἀλλὰ καὶ ταῦτα μετανοοῦντα, καὶ ὑποταγέντα σώσεται, ὅταν τῷ Χριστῷ ἀναβάτῃ διὰ τῆς εὐαγγελικῆς πολιτείας ὑποδέξηται. Ἀνθρώπους γάρ, φησί, καὶ κτήνη σώσεις, Κύριε.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
