# Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΙϚʹ.

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), ΨΑΛΜΟΣ ΙϚʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A3%20%CE%99%CF%9A%CA%B9.

Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ. Ποῖα διαβήματα καταρτισθῆναι ἐν τοῖς τρίβοις τοῦ Θεοῦ, ποῖα δὲ μὴ σαλευθῆναι ὁ Προφήτης εὔχεται; Διαβήματα πρῶτα τὰ τῆς ψυχῆς κινήματα κεκτήμεθα, καὶ ταῦτα καταρτισθῆναι, τουτέστι βεβαιωθῆναι, ἐν ταῖς τρίβοις τοῦ Θεοῦ, ἐν τοῖς προστάγμασι τοῖς θείοις δηλονότι προσεύχεται. Τούτων γὰρ καταρτισθέντων, οὐδὲ τὰ ἄλλα ἡμῶν διαβήματα, τουτέστιν αἱ πράξεις, σαλεύονται· ἁμαρτία γὰρ αὐτὰ μοχλεῦσαι οὐ δύναται. Οἱ ἐχθροί μου τὴν ψυχήν μου. κυκλοῦσι γὰρ τὴν ψυχὴν ἡμῶν οἱ δαίμονες, καί, θηρίων δίκην, ἕκαστος προσλαμβάνει παγιδεῦσαι βουλόμενος. στέαρ δὲ τῶν δαιμόνων, καὶ τροφὴ λιπαρά, οἱ ἁμαρτάνοντες, οὓς ταῖς ἡδοναῖς ἀπολαύοντας, ὥστε μηκέτι διαφυγεῖν, συγκλείουσι. ποίαν δὲ ὑπερηφανίαν; τὴν ἀποστασίαν τὴν ἀπὸ τοῦ θεοῦ, τὴν ἀπιστίαν τοῦ μέλλοντος, τῆς κρίσεως τὴν ἀθέτησιν. ταῦτα γὰρ οἱ θέμενοι ἁμαρτεῖν, τοὺς ἀπατωμένους προτρέπονται. Ἀνάστηθι, Κύριε. Ῥομφαίαν καλεῖ τοῦ Θεοῦ τὸ δίκαιον, μαχαίρας δίκην ὅλας τὰς τῶν δαιμόνων παρατάξεις ἐκτέμνοντα. Ἐχορτάσθησαν υἱῶν. Οὐχ, ὥς τινες νομίζουσι, τὸ βρῶμα ἐνταῦθα ὁ Ψαλμῳδὸς διαβάλλει τῶν υἱῶν (οὐδὲ γὰρ τὰ εἰσπορευόμενα εἰ, τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον), ἀλλ’ αὐτοὺς ὡς λίαν ἀγνώμονας, ὅτι τέκνα ἀπὸ Θεοῦ λαμβάνοντες εἰς πλῆθος, οὐκ ἀρετὴν αὐτοῖς, ἀλλὰ κατάλοιπα τῆς ἑαυτῶν κακίας ἀντὶ κλήρου παρέδωκαν.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
