# Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΛΔʹ.

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), ΨΑΛΜΟΣ ΛΔʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A3%20%CE%9B%CE%94%CA%B9.

Ψαλμὸς τῷ Δαβίδ. Δήλη μὲν ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ· εἰς Δαβὶδ δὲ ὅμως τὸν νοητὸν ἀναφέρεται, ὃς καὶ προσευχῆς ὑποκρίνεται ῥήματα, οὐ τῇ ἀξίᾳ ταύτῃ τῆς θεότητος, ἀλλὰ τῇ ταπεινώσει τῆς ἀνθρωπότητος προσήκει λογίζεσθαι. Εἰ γὰρ ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβών, εἰκότως ἐν τῷ καιρῷ τοῦ πάθους προσεύχεται, ὁμοῦ καὶ προσεύχεσθαι διδάσκων ἐν ταῖς θλίψεσι. Δίκασον, Κύριε. Τοὺς μὲν ἀδικοῦντας Ἰουδαίους λέγει, δαίμονας δὲ τοὺς πολεμοῦντας· οἵτινες δι’ ἡμᾶς τὸν Χριστὸν ἐπολέμησαν. Τούτους πολεμηθῆναι, τουτέστι καταργηθῆναι, βούλεται. Ἐλθέτω αὐτῷ παγὶς ἣν οὐ γινώσκει. Εἰς Ἰούδαν τὸν προδότην τοῦτο, ἀλλὰ μὴν καὶ εἰς τὸν λαὸν τῶν Ἰουδαίων, ἔτι δὲ καὶ εἰς αὐτὸν τὸν διάβολον εἴρηται. Ὁ μὲν γὰρ Ἰούδας εἰς τὴν παγίδα τῆς ἀγχόνης ἐνέπεσεν· ὁ δὲ λαὸς τῶν Ἰουδαίων, παγιδεύειν νομίσας, παγιδεύεται, καὶ ὑπὸ τὴν αὑτοῦ συνελήφθη θήραν. Ὡσαύτως ὁ διάβολος, τὴν παγίδα τοῦ σταυροῦ μελετήσας, διὰ τοῦ σταυροῦ τῆς ἑαυτοῦ βασιλείας ἐξέπεσεν. Ἀνταπεδίδοσάν μοι πονηρά. Ἑαυτῷ γὰρ τὴν τῶν Ἰουδαίων ἀκαρπίαν, ὡς οἰκοδεσπότης καὶ γεωργός, ἐλογίζετο. Ὡς πλησίον, καὶ ὡς ἀδελφόν. Τὴν πρὸς τὸν Ἰούδαν λέγει συμπάθειαν, ὅπως αὐτῷ καὶ τὸ γλωσσόκομον βαστάζειν, καὶ μόνον συμβάπτειν εἰς τρυβλίον ἐπέτρεψεν, ὡς ἀδελφὸν καὶ πλησίον. Ἀδελφὸς εὐαρεστῶν, τουτέστιν ἀρέσκων αὐτῷ, καὶ καλῶς ἐν ἄπασι χρώμενος. Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμῷ. Ἴσως μὲν καὶ τοὺς ὀδόντας ἐξ ὠμότητος ἔβρυχον, μονονουχὶ μάσασθαι τὸν Ἰησοῦν βουλόμενοι. Πλὴν βρυγμὸς ὀδόντων καὶ ἡ κακία ἡ ἐν λόγοις λέγεται. Τὸν Πατέρα οὖν ἐβούλετο μάρτυρα κατὰ τῶν εἰς αὐτὸν βλασφημούντων ἐσόμενον. Ὅθεν ἐπιφέρει· Κύριε, πότε ἐπόψῃ;

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
