# Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΛΗʹ.

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΛΗʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A3%20%CE%9B%CE%97%CA%B9.

Εἶπα· Φυλάξω τὰς ὁδούς μου. Παντὶ τοῦτο προφήτῃ καὶ διδασκάλῳ πρέπει, τὰς οἰκείας φυλάττειν ὁδούς, δηλαδὴ τοὺς δρόμους καὶ τὰς πορείας τῶν πράξεων, ὥστε μὴ ἐκκλῖναι εἰς κακίαν, μηδ’ ἁμαρτάνειν ἐν γλώσσῃ, ἐναντία τοῖς ἑαυτοῦ λόγοις διαπραττόμενον. Ἁμαρτάνει γὰρ ἀληθῶς τῇ γλώττῃ ὁ τῷ λόγῳ κατηγορῶν τῆς κακίας, ἔργῳ δὲ ταύτην συνιστῶν, ἀφ’ ὧν αὐτὴν μετέρχεται, καὶ τὴν ἑαυτοῦ διδασκαλίαν τῇ πολιτείᾳ ψευδόμενος. Ἐκωφώθην, καὶ ἐταπεινώθην. Ὁρᾷς ὅτι πρῶτον διὰ παρακοῆς ἐκωφώθη, καὶ κωφωθεὶς ἐταπεινώθη. Οὐδὲν γὰρ οὕτω ταπεινοῖ τὸν ἄνθρωπον ὡς ἀναισθησία, καὶ παρακοὴ μετὰ τοῦτο. Ἢ καὶ διὰ τοῦτο ἐσίγησεν, ἐξ ἀγαθῶν, τῆς μελέτης δηλαδὴ τοῦ νόμου, τοῦ ἀγαθοῦ διδασκάλου, παυσάμενος. Ὅθεν ἀνεκαινίσθη εἰκότως τὸ τῆς ἁμαρτίας ἄλγημα· βαρύτερον γὰρ τὸ συμβὰν ἐξ ἁμαρτίας ἡμῖν τραῦμα, ὅταν τῆς τοῦ νόμου μελέτης ἑαυτοὺς ἀποστήσωμεν. Γίνεται καὶ νόμων ὥσπερ οὐδενὸς ἀπὸ τῆς θείας ἐντολῆς ἐπιτιθεμένου φαρμάκου ἡ σηπεδὼν ὑφίσταται. Διόπερ οὐκ ἐπέμενεν τὴν σιωπήν, ἀλλ’ ἀνανήψας αὐτήν, ὡς ψυχοφθόρον ἀπώσατο. Δηλῶν τοῦτο, τοιγαροῦν ἐπήγαγεν· Ἐθερμάνθη ἡ καρδία μου.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
