Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΛΘʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΛΘʹ.
Not analysed yet
Εὐαγγελισάμην δικαιοσύνην. Μεγάλην φησὶν Ἐκκλησίαν, οὐ μόνον τὴν σύστημα πολυάνθρωπον ἔχουσαν, ἀλλὰ καὶ πολλῷ μᾶλλον τὴν τὰ ὑψηλὰ καὶ μεγαλοπρεπῆ δόγματα τῆς θεολογίας παραδέξασθαι δυναμένην. Χείλη δὲ τῆς Ἐκκλησίας, καὶ οἱ ὀφθαλμοὶ τροπικῶς ληφθεῖεν ἂν οἱ πανεύφημοι ἀπόστολοι, καὶ πάντες οἱ μετ’ ἐκείνους διδάσκαλοι, οὓς τὸ λοιπὸν σῶμα τῆς Ἐκκλησίας, οὐ μόνον οὐ κωλύει τὴν αὐτοδικαιοσύνην εὐαγγελίζεσθαι τὸν Χριστόν, ἀλλὰ καὶ μᾶλλον παρορμᾷ τὴν ἀνάλογον συνεργίαν αὐτοῖς παρεχόμενον.