# Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ Μʹ.

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ Μʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A3%20%CE%9C%CA%B9.

Εἰς τέλος. Εἰ καὶ πολλάκις τοὺς ψαλμοὺς ὁ Προφήτης εἰς τὸ τέλος ἐπέγραψε, δεῖ δὲ νομίζειν ὅμως, ὡς οὐ μάτην τοῦτον ἑκάστῳ τῶν ψαλμῶν τὸν τίτλον ἐπιτίθησι. Τίς δὲ νῦν ἡ αἰτία; Ἐπειδὴ τὰ πρὸς τῷ τέλει τῆς οἰκονομίας τοῦ Χριστοῦ διαλέγεται, ὃν Δαβὶδ οὐ μόνος ὁ προφήτης οὗτος, ἀλλὰ καὶ ἄλλος ἐκάλεσεν, Ὠσηὲ δὲ οὗτος· Μετὰ ταῦτα, φήσας, ἐπιστρέψουσιν υἱοὶ Ἰσραήλ, καὶ ζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν· καίτοι Δαβὶδ πρὸ πολλῶν γενεῶν τοῦ προφήτου τούτου τελευτήσας ἐτύγχανεν· ἐν ἡμέραις γὰρ Ἐζεκίου τοῦ βασιλέως τὴν προφητείαν ἐξέθετο. Ἀλλὰ τὸν νέον λέγει Δαβίδ, πρὸς ὂν οἱ σωθέντες ἐπέστρεψαν. Κύριος βοηθήσαι αὐτῷ. Εὕρηται καὶ μέχρι τοῦ παρόντος πολλάκις ἡ τῆς προφητικῆς ἐπαγγελίας ἀλήθεια. Πολλοὶ γὰρ νοσηλευόμενοι, καὶ χαλεπῶς κάμνοντες, εἶτα κενώσαντες εἰς τοὺς πτωχοὺς καὶ πένητας τὸν πλοῦτον, εὐθὺς μετεβλήθησαν πρὸς τὸ κρεῖττον. Εἰ γὰρ κἀπὶ τῆς μελλούσης ἡμέρας κατακαυχᾶται ἔλεον κρίσεως, τί θαυμαστόν, εἰ κἀνταῦθα τὸν προσδοκώμενον θάνατον ὁ δαψιλὴς ἔλεος ἀνατρέπει, καὶ πρὸς ῥῶσιν μεταβάλλει; Πλὴν ἔστι καὶ τῆς ψυχῆς ἀῤῥωστία, λαμβανομένη κατὰ τὸν ἔνδοθεν ἄνθρωπον, καθ’ ἣν ἀνειμένας ἔχουσα χεῖρας, ἤτοι τὰς πρακτικὰς δυνάμεις. Εὑρίσκεται καὶ γόνατα παραλελυμένα, καὶ διὰ τοῦτο μὴ δυνάμενα πορεύεσθαι τὴν ἀπάγουσαν ὁδὸν πρὸς ζωήν. Τηνικαῦτα γὰρ οἱονεὶ τὴν ψυχὴν δυσφορήτῳ νόσῳ τῆς ῥᾳστώνης κατεχομένην, καὶ διὰ τοῦτο πρὸς τὸν θάνατον τῆς ἁμαρτίας ἐπειγομένην, ἡ πρὸς τοὺς πτωχοὺς ἐλεημοσύνη ἐξιᾶται καὶ μεταβάλλει. Διόπερ ἀμέσως ἐπήγαγεν· Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Σὺ δέ, Κύριε, ἐλέησόν με. Οὐ διὰ τὸ πεπονθέναι τὸν θάνατον παρ’ αὐτῶν, ἐφιέμενος αὐτοῖς ἀνταποδοῦναι τὴν τιμωρίαν τοῦτό φησιν (αὐτὸς γὰρ ἔλεγεν ἐν τῷ καιρῷ τοῦ σταυροῦ, πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν)· ἀλλ’ ἐπειδὴ τὴν ἀπροσωπόληπτον καὶ δικαίαν κρίσιν τοῦ πατρὸς ἔβλεπε καταψηφιζομένην τοῖς μιαιφόνοις, τούτου χάριν, ὡς τῷ θεῷ καὶ πατρὶ ταυτουργείς, εἶπε· καὶ ἀνταποδώσω αὐτοῖς ἵνα δείξῃ μίαν ἐπ’ ἀμφοῖν τὴν ἐνέργειαν. οὐδὲ γὰρ δύναται ὁ υἱός, φησί, ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν. ἃ γὰρ βλέπει τὸν πατέρα ποιοῦντα ταῦτα καὶ ὁ υἱὸς ὀμοίως ποιεῖ· τὴν ταυτοβουλίαν καὶ ταυτουργίαν ἐντεῦθεν ἑκατέρων παρεμπεδῶν.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
