# Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΜΘʹ..1

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΜΘʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A3%20%CE%9C%CE%98%CA%B9..1

Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται. Τί δὲ ἐκείνης τῆς καταιγίδος ἢ τοῦ χειμῶνος σφοδρότερον ὅταν ὑπὸ τοῦ ἡμετέρου συνειδότος μαστιζόμεθα, καὶ ὑπὸ τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων κυμάτων δίκην τυπτόμεθα. Προσκαλέσεται τὸν οὐρανόν. Οὐρανὸν καλεῖ τοὺς φρονοῦντας τὰ οὐράνια, περὶ ὧν ἔλεγεν ὁ Παῦλος· Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Γῆν καλεῖ τοὺς φρονοῦντας τὰ γήϊνα, τοὺς τῷ πηλῷ καὶ τῇ πλινθίᾳ δουλεύοντας. Τούτους τοίνυν συναγαγεῖν ἐπαγγέλλεται, ἵνα τὸν ἑαυτοῦ διακρίνῃ λαόν, καὶ ἑκάστῳ ἀποδῷ κατὰ τὰ ἔργα αὐτοῦ. Συνάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ. Περὶ τοῦ λαοῦ τῶν Ἰουδαίων ἐνταῦθα διαλέγεται· τούτους γὰρ ὁσίους διὰ τοὺς πατέρας καλεῖ, οἵτινες τοῦ Θεοῦ τὴν διαθήκην ἐπὶ θυσίαις ταῖς νομικαῖς ὁρίζονται, ἀγνοοῦντες ὅτι θυσίᾳ μιᾷ ὁ Θεὸς τῇ λογικῇ, οὐχὶ ταῖς πολλαῖς ταῖς ἀλογίστοις ἀρέσκεται. Διόπερ καὶ συνελθεῖν αὐτούς, ὥστε τοῦτο διδαχθῆναι προσέταξεν. Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε. Ἠπίστουν ἴσως ταῦτα οἱ τῶν Ἰουδαίων παῖδες ἀκούοντες, καὶ ἠπόρουν εἰ τὸ παντελῶς συμβῆναι δυνήσεται, νῦν δὲ ἔργον ὁ λόγος ὤφθη· οὐκέτι γὰρ αὐτῶν ἐνεργοῦσιν αἱ θυσίαι τοῦ ναοῦ λυθέντος, πεπτωκότος τοῦ βωμοῦ, καὶ πάσης τῆς ἐπ’ αὐτοῦ πολιτείας διαφθαρείσης, ἀλλὰ μὴν καὶ τῆς πόλεως, ἔνθα ἔδει μόνον τὰς θυσίας τὰς κατὰ νόμον πράττεσθαι. Οὐ χρῄζω, φησί, θυσιῶν ἀλόγων, ἐπεὶ τί τὸ κωλύον τὰ θηρία καὶ τὰ κτήνη προσφέρεσθαι; Ἴσως δὲ θηρία καὶ κτήνη τὰ ἔθνη λέγει· βόας τοὺς ἀπὸ τοῦ λαοῦ τῶν Ἰουδαίων πιστεύσαντας λέγει, ὧν τὴν προσφορὰν κεκτημένος οὐκέτι τὰ παρὰ τοῦ λαοῦ τῶν Ἰουδαίων, ὡς περιττὰ προσδέχεται· περὶ γὰρ αὐτῶν καὶ τὰ ἑπόμενα λέγεται. Πετεινὰ δὲ τοῦ οὐρανοῦ τοὺς παρθενίαν φιλοσοφοῦντας ἢ ἐγκράτειαν νόησον· ἐπειδήπερ ἄνω περὶ τὸν οὐρανόν, ἴσα τοῖς ἀγγέλοις φιλοσοφοῦντες, ἵπτανται. Αὐτὴν τὴν Ἐκκλησίαν λέγει ὡραιότητα τοῦ ἀγροῦ, δηλαδὴ τοῦ κόσμου τυγχάνουσαν· εὐπρεπὴς γὰρ ἐγένετο τῇ τοῦ βαπτίσματος χάριτι· ὅθεν οὐκ εἶπεν, παρ’ ἐμοί ἐστιν, ἀλλά, μετ’ ἐμοῦ ἐστιν, ὡς νύμφη νυμφίου· τούτου γὰρ εἶναι ἡ Ἐκκλησία τοῦ Χριστοῦ νομίζεται. Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως. Γενοῦ, φησί, τοῖς ἀγγέλοις ἐφάμιλλος· μίμησαι τῇ δοξολογίᾳ τὰ Σεραφίμ· διήγησαι καθάπερ οἱ οὐρανοὶ δόξαν Θεοῦ· θύσον θυσίαν ἥνπερ πᾶσα ἡ κτίσις προσφέρει δοξάζουσα διηνεκῶς. Ἴσως δὲ καὶ θυσίαν αἰνέσεως τὰς ἀρετὰς λέγει, δι’ ὧν ὁ Θεὸς αἰνεῖται, τουτέστιν εὐφημεῖται καὶ δοξάζεται· μάλιστα διόπερ τοῖς ἀποστόλοις ἔλεγεν· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάζουσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Θλίψιν δὲ τὸν πειρασμόν, τὸν παρὰ ἀνθρώπων, ἢ τοῦ Σατανᾶ γινόμενον νόησον. Ἂν τοίνυν τότε τὸν Θεὸν ἐπικαλεσώμεθα, ἐξελεῖται ἡμᾶς, ὥσπερ ποτὲ τὴν Σουσάναν ἐξείλετο· καὶ εἰκότως αὐτὸν παράδοξον ἡμῖν οἰκονομουμένων πραγμάτων δοξάζομεν. Σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι. Τὴν ἡμέραν ὑπογραφεῖ τοῦ θανάτου, ἐν ᾗ καλούμενος ἕκαστος μετὰ τάχους ἁρπάζεται. Ὥστε χρὴ πρὸς ἀλειφὴν τῶν ἁμαρτημάτων ἰδεῖν, ἕως ἡμῖν εἰς μετάνοιαν καιρὸς δαψιλεύεται. Θυσία αἰνέσεως δοξάσει με. Τίς αὕτη καὶ ποία ὁδός; Ἡ κοινωνία τοῦ Δεσποτικοῦ σώματός τε καὶ αἵματος, ἣν αὐτὸς ἡμῖν πρῶτος ἐν τῇ Σιὼν καταρξάμενος ἔδειξεν. Ἐπειδὴ τοίνυν εἰς λύτρωσιν τῶν ἁμαρτημάτων τοῖς λαμβάνουσι δέδοται, εἰκότως ἐστὶ σωτήριον τοῦ Θεοῦ· εἰκότως δὲ καὶ ὁδὸς πῶς εἰς οὐρανὸν ὁδεῦσαι τοῖς ὃν δεῖ τρόπον προσευχομένοις δεικνύουσα.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
