# Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ Νʹ..1

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ Νʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A3%20%CE%9D%CA%B9..1

Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυῒδ ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ. Σαφέστερον τὴν ἱστορίαν ἡ βίβλος τῶν Βασιλέων κέκτηται. Τὴν Βηρσαβεὲ γὰρ Οὐρίου τοῦ Χετταίου γυναῖκα τυγχάνουσαν λουομένην ἀπὸ τοῦ δώματος τότε Δαβὶδ θεασάμενος, εἶτα ἐρασθεὶς καλέσας συνεγένετο. Ἐν γαστρὶ δὲ λαβούσης αἰσχυνθείς, τὸν Οὐρίαν, πεσεῖν ἐν τῷ πολέμῳ παρατάξαντος Ἰωὰβ τοῦ στρατηγοῦ παρεσκεύαζε πρόμαχον στῆσαι τὸν Οὐρίαν, οὕτως καὶ ὑπὸ τῶν ἀλλοφύλων ἀπέκτεινεν. Ἐπὶ τούτοις ὁ Θεὸς ὀργισθείς, Νάθαν αὐτῷ τὸν προφήτην ἀπειλοῦντα διὰ τὸν φόνον καὶ τὴν μοιχείαν ἔπεμψεν. Ὁ δὲ εἰς μετάνοιαν ὁρῶν ψαλμὸν τὸν ἐχόμενον ἔγραψεν οὐκ αἰσχυνθεὶς δημοσιεῦσαι τὸ τραῦμα, ἵνα τοῖς ἁμαρτωλοῖς ἀποδείξῃ τῆς μετανοίας τὸ φάρμακον. Ἐξαλειφθῆναι τὴν ἀνομίαν, ὥστε μὴ μόνον ἰαθῆναι τὸ τραῦμα, ἀλλὰ μηδὲ μώλωπα περιλειφθῆναι βούλεται, ἐφ’ ᾧ καὶ τῶν οἰκτιρμῶν τὸ πλῆθος προτείνει. Οὐδὲ γὰρ ἀφ’ ἑνὸς οἰκτιρμοῦ, τουτέστιν, ἀπὸ συγγνώμης τῆς ἐφ’ ἑνὶ παραπτώματι σωθῆναι ἁμαρτωλὸς δύναται, πολλῶν δὲ καὶ ἐπὶ πολλοῖς οἰκτιρμοῖς, ὥστε διαφυγεῖν τὴν ἀπειλήν, καὶ τὴν κόλασιν χρῄζομεν. Οὐχ ἁπλῶς πλῦναι, ἀλλ’ ἐπὶ πλεῖον ἱκέτευσεν ἀναλόγως τῷ πταίσματι παρακαλῶν γενέσθαι τὴν κάθαρσιν. Ὥσπερ γὰρ τὸ μὲν ῥυπωθὲν συμμέτρως ἱμάτιον εὐκόλως πλύνεται καὶ καθαίρεται· τὸ δὲ ἄγαν καὶ πολλάκις, σπουδαιοτέρας χρῄζει καὶ ἐπιπόνου πλύσεως, τὸν αὐτὸν δὴ τρόπον ψυχή, ἡ μὲν ἅπαξ ἡμαρτηκυῖα καὶ μέτρια, συμμέτρῳ μετανοίᾳ καθαίρεται· πολλὰ δὲ ὅταν αὐτῇ καὶ χαλεπὰ ἁμαρτήματα γένηται, οὐ χρὴ πάρεργον εἶναι, ἀλλὰ μετὰ πόνου πολλοῦ καὶ πράξεων ἀγαθῶν τὴν μετάνοιαν. Ταύτῃ γὰρ ὁ Θεὸς πλύνει τὰ ἡμέτερα πταίσματα. Καλῶς δὲ τὴν ἁμαρτίαν ἀνομίαν ἐκάλεσε, δεῖξαι βουληθείς, ὅτι οὐδὲ αὐτῷ νόμον παραβαίνειν ἐξῆν, εἰ καὶ βασιλεὺς ἐτύγχανε. Βασιλεῖ γὰρ τῷ πάντων ὑψηλοτέρῳ προσέκρουσεν. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Μακάριον ὅταν τις οἰκείαν ἁμαρτίαν ἐπίσταται, ἐν ὀφθαλμοῖς δὲ ἔχει διαπαντὸς τὰ πταίσματα. Ὁ μὲν γὰρ γινώσκων, καὶ μεμνημένος, καὶ τοῖς ὀφθαλμοῖς τῆς ψυχῆς κατανοῶν τῶν ἑαυτοῦ πταισμάτων τὰ τραύματα, αἰσχύνεται, τῇ μνήμῃ τὴν ψυχὴν νύττεται, καὶ ὑπὲρ τῆς αἰσχύνης ἀναγκασθεὶς εἰς μεταμέλειαν ἔρχεται. Ὁ δὲ λήθην παθών, εἰς ἕτερα πάλιν ἁμαρτήματα (ὡς μηδενὸς αὐτῷ κακοῦ πραχθέντος) προσάγεται. Σοὶ μόνῳ ἥμαρτον. Οὐχ ὅτι πάντας ἀνθρώπους ἔλαθεν, ὥσπερ τινὲς νομίζουσιν· οὐδὲ γὰρ αὐτὴν Βηρσαβεὲ τὴν μοιχευθεῖσαν, ἀλλ’ οὐδὲ τοὺς κεκληκότας αὐτὴν λαθεῖν τὸ δράμα τῆς μοιχείας ἠδύνατο. Ἰωὰβ δὲ τὸν φόνον ὡσαύτως τῷ βασιλεῖ συμπράξας ἐπίστατο. Ἀλλ’ οὐδὲ αὐτὸς ἐν ἐξουσίᾳ τὴν ἁμαρτίαν διὰ τὴν βασιλείαν ἐνόμιζεν. Ἀνάξιον γὰρ τοῦτο προφήτου καὶ βασιλέως εἰκότως εὐσεβοῦς ἐτύγχανεν. Ἀλλὰ σοὶ μόνῳ ἥμαρτον, ἔλεγεν· ἐπειδὴ μόνῳ τῷ Θεῷ μὴ ἁμαρτάνειν ἡμᾶς μέλει ὡς δημιουργῷ φειδομένῳ τοῦ πλάσματος. Ἴσως δέ, Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅτι πάντων ὡς βασιλεῖ χαριζομένων, καὶ τῇ σιωπῇ κρυπτόντων τὸ ἁμάρτημα, ὁ Θεὸς τὸν Νάθαν ἔπεμψε καὶ πονηρὰν οὖσαν τὴν πρᾶξιν ἐξήλεγξε, καὶ τίνος τοῦτο χάριν, τὰ ἑξῆς ἀκόλουθα δείκνυσιν. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην. Ταῦτα οὐ μόνον διὰ τὸν ῥύπον τὸν ἐκ τοῦ Ἀδὰμ καταγόμενον λέγεται· αὐτοῦ γὰρ ἕνεκα ῥυπαροὶ νομιζόμεθα γίνεσθαι, ὥστε καὶ πρὶν ἐλθεῖν εἰς ἕξιν ἡλικίας καλοῦ καὶ κακοῦ δεχομένης διάκρισιν, καθάρσεως ὡς ἐκ πατέρων ἐῤῥυπωμένοι χρήσομεν. Τοῦτο γὰρ καὶ παρὰ τῷ Ἰὼβ εἰρημένον εὑρήσομεν· Τίς, φησι, καυχήσεται καθαρὸς εἶναι ἀπὸ ῥύπου; ἀλλ’ οὔτε βρέφος, κἂν ᾖ μία ἡμέρα ἡ ζωὴ αὐτοῦ. Πρὸς τούτοις μητέρα τῆς ἁμαρτίας τὴν ἐπιθυμίαν ἡ Γραφὴ καλεῖν ἡ θεόπνευστος εἴωθεν. Ἔγγονον δὲ πάλιν ἑκατέρας τὸν θάνατον καὶ μαρτυρεῖ ὁ Ἰάκωβος λέγων· Ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. Ὥστε ὅταν ἁμαρτάνωμεν, ἐν ἁμαρτίαις συλλαμβανόμεθα. Ῥαντιεῖς με ὑσσώπῳ. Ὥσπερ καὶ ἡμεῖς ἐν τῇ δωρεᾷ τοῦ βαπτίσματος, τῷ μὲν ὕδατι πλυνόμεθα, τῷ δὲ πνεύματι λαμπρυνόμεθα. Ἀκουτιεῖς με ἀγαλλίασιν. Ταπεινοῦνται μὲν τὰ τῆς ψυχῆς ὀστέα, τουτέστιν αἱ δυνάμεις, ὑπὸ τῆς ἁμαρτίας, καὶ συντρίβονται· ἀλλὰ τῇ μετανοίᾳ σωθέντα ἀναθάλλει, καὶ εἰς τὴν χαρὰν τὴν ἀρχαίαν ἐπανέρχεται. Ἀπόστρεψον τὸ πρόσωπόν σου. Ἐὰν γὰρ μὴ παραβλέψηται ἡμέτερα πταίσματα, σωθῆναι οὐ δυνάμεθα. Πῶ, δὲ τοῦτο κατορθοῦται; Ὅταν ἡμεῖς ἀγαθὰς πράξεις καὶ ἀρετὰς ἀσκήσωμεν, ἵνα τοῦ κριτοῦ τὸν ὀφθαλμὸν εἰς αὐτὰς μετενέγκωμεν· οὕτω γὰρ καὶ τῆς τῶν ἡμετέρων ἁμαρτημάτων θεωρίας αὐτὸν ἀποστῆσαι δυνάμεθα. Καὶ πάσας ἀνομίας μου ἐξάλειψον. Οὐ μίαν, ἀλλὰ πάσας· ἱκανὴ γὰρ καὶ ἡ μία παραπέμψαι πρὸς γέενναν. Μὴ τοίνυν ἡμεῖς τῆς τυχούσης ἁμαρτίας ἀμελήσωμεν. Ἐὰν γὰρ ἐσπιλωμένος, οὗτινος ἦν ῥύπου, ὁ χιτὼν εὑρεθῆ ὁ ἡμέτερος, εἰς τὸν νυμφῶνα εἰσελθεῖν τοῦ βασιλέως, ἢ πατῆσαι τὴν αὐλὴν οὐ δυνάμεθα. Τοῦτο ὁ Παῦλος ἐπισφραγίζων ἔλεγε· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μαλακοί, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσι. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί. Οὐχ ἵνα τὴν φύσιν ἀμείψει (οὐδὲν γὰρ αὕτη φαῦλον ἐκέκτητο)· ἀλλ’ ἵνα τὸν λογισμὸν τῆς ψυχῆς καθάρῃ, καὶ διορθώσηται ῥυπαρὸν ταῖς ἡδοναῖς καὶ ταῖς ἐπινοίαις τοῦ διαβόλου γενόμενον· κτίσαι γὰρ παρὰ τῇ θείᾳ Γραφῇ πολλάκις τὸ διορθώσασθαι λέγεται. Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον. Θεωρεῖς ὡς οὐ τὴν φύσιν ἀμεῖψαι ὁ προφήτης, ἀλλὰ τὴν χάριν ἐλθεῖν, ἵνα τῇ καμνούσῃ τῇ φύσει, καὶ ὑπὸ τῆς ἁμαρτίας παλαιωθήσῃ προσεύχεται βοηθήσῃ. Πνεῦμα γὰρ εὐθὲς οὐ τὸ ἐν ἡμῖν τὸ ζωτικὸν τοῦτο λέγει, ἀλλ’ αὐτὸ τοῦ Θεοῦ τὸ Πνεῦμα, περὶ οὗ ἐν ἑτέρῳ ψαλμῷ ἐμελῴδησεν· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Τοῦτο ἐν τοῖς ἐγκάτοις ἔγκατα, τουτέστιν ἐν τοῖς ἀναγκαίοις καὶ λίαν καιρίοις τῆς ψυχῆς μορίοις ἐγκαινισθῆναι βούλεται, ὅσον μὲν καὶ πρὸ τούτων ἐν ἡμῖν τελείως οἰκοῦν, οὐδὲ ἐφ’ ἡμῖν ἀναπαυόμενον διὰ τὴν ἡμετέραν ἀσθένειαν ὑφ’ ἧς οὐκ ἦμεν ἱκανοὶ τὴν χάριν ὁλόκληρον δέξασθαι. Διόπερ αὐτὸ ἐγκαινισθῆναι ἵνα πάντως ἐν ἡμῖν ἀπαρτισθῇ προσεύχεται· οἶκος γὰρ ὁ συμπληρούμενος, ἐκεῖνος ἐγκαινίζεται. Κακὸν μὲν οἰκέτῃ τὸ τοῦ δεσπότου ζημειωθῆναι πρόσωπον· ὡσαύτως καὶ υἱῷ τῷ τοῦ πατρός, καὶ στρατιώτῃ τῷ τοῦ βασιλέως· ἐξόριστος γὰρ ὁ τοιοῦτος εὑρίσκεται· ἐπὶ δὲ Θεοῦ ὄλεθρον τοῦτο παρασκευάζει τῷ πάσχοντι. Οὐδὲ γὰρ Πατὴρ μόνον καὶ Δεσπότης ἡμῖν Θεὸς καὶ Βασιλεύς, ἀλλὰ πᾶν ὅτιπερ ἂν εἴποις τῶν εἰς ζωὴν καὶ σωτηρίαν τὴν ἡμετέραν συντεινόντων καθέστηκεν. Ὥστε, ὅταν ἀφ’ ἡμῶν ἀποστρέφει τὸ πρόσωπον, παραχρῆμα ἀπολλύμεθα τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ πᾶσα ἡμῶν ἡ χορηγία τῶν ἀγαθῶν ζημειούμενοι. Διὰ τί δὲ ἀντὶ τοῦ εἰπεῖν, Μὴ ἀνέλῃς τὸ πνεῦμα, Μὴ ἀντανέλῃς ἔταξεν; Ἐπειδήπερ ἅπαξ τῆς ἐν ἡμῖν ἐνεργείας τοῦ Πνεύματος πεῖραν διὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς, καὶ προφητικῆς χάριτος, ἢ διὰ πρακτικῆς ἀρετῆς οἱ τοῦ Θεοῦ φυλάττοντες τὰς ἐντολὰς ἐδέξαντο. Ὅπερ εἰκότως μὴ ἀνταναιρεθῆναι προσηύχετο, ὥστε μὴ καὶ δευτέραν αὐτοῦ ὑποστῆναι ἀφαίρεσιν. Διδάξω ἀνόμους τὰς ὁδούς σου. Ἐδίδασκε μὲν τὰς ὁδοὺς τοῦ Θεοῦ καὶ πρότερον, ἀλλ’ οὔτε τοὺς ἀνόμους ἴσως, οὐδὲ προσευχῇ τὴν διδασκαλίαν πρὸ τῆς ἁμαρτίας τοσοῦτον ἐτίθετο, τότε δὲ μᾶλλον ἀφ’ οὗπερ ἡμαρτηκὼς μετενόησεν. Ὥσπερ γὰρ ἐκεῖνος λέγειν περὶ θεραπείας πιστεύεται μάλιστα ὁ νενοσηκὼς αὐτός, καὶ πεῖραν τοῦ φαρμάκου δεξάμενος· οὕτω καὶ οἱ τῇ μετανοίᾳ σωθέντες, θύρα τοὶς ἄλλοις ἁμαρτωλοῖς ἐπιστροφῆς καὶ σωτηρία; εὑρίσκονται, ὥστε τὸν Παῦλον μετὰ παῤῥησίας βοᾷν· Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Εἰ ἀπιστεῖτε τῷ κηρύγματί, φησιν, ἁμαρτωλῶν σωτηρίαν κηρύττοντι, ἀπ’ ἐμοῦ τοῦ κηρύττοντος μάθετε, ὅτι διώκτης ὢν ἐπιστεύθην Εὐαγγελίου γενέσθαι διάκονος. Κύριε, τὰ χείλη μου ἀνοίξεις. Ὁρᾷς ὅτι κεκλεισμένα τοῦ Δαβὶδ τὰ χείλη διὰ τὴν ἁμαρτίαν ἐτύγχανεν, ἀλλὰ πάλιν τῇ μετανοίᾳ ἀνοίγεται, καὶ τοῦ Θεοῦ διηγεῖσθαι τὴν αἴνεσιν. Ἄρχεται δὲ κεφάλαιον τῶν ὕμνων τοῦ ἁμαρτωλοῦ τὴν ἐπιστροφὴν ἔχουσα. Τὴν ταπεινοφροσύνην θυσίαν ἀρεστὴν τῷ Θεῷ εἶναι τὸ Πνεῦμα ἐκτίθεται· Μακάριοι γὰρ οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Πῶς δὲ ἡμῶν τὸ πνεῦμα ἐπὶ τῷ ταπεινωθῆναι συντρίβομεν; Ὅταν καλὸν μὲν πράξαντες, μὴ ἐπαρθῶμεν, διηνεκῆ δὲ μνήμην τῶν ἁμαρτημάτων τῶν ἡμετέρων ἔχομεν. Εὐδοκίαν δὲ τὴν τοῦ Μονογενοῦς προσαγορεύει σάρκωσιν. Δῆλον δὲ ἀφ’ ὧν Παῦλος πρὸς Ἐφεσίους ἔγραφε· φησὶ δὲ οὕτως· Γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ καὶ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν. Ἐν ταύτῃ τοίνυν ἡ Σιὼν ἀγαθύνεται, διὰ τὸ ἐπιτελεσθὲν αὐτῇ τοῦ θείου δείπνου μυστήριον ἕτερά τε πολλὰ τὰ παρ’ αὐτῇ πεπραγμένα καὶ προελθόντα θαύματα.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
