# Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΝΑʹ.

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΝΑʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A3%20%CE%9D%CE%91%CA%B9.

Τί ἐγκαυχᾷ ἐν κακίᾳ; Θαυμάζοντος καὶ ἀποροῦντος, ὡς εἰκός, τὸ προοίμιον· ὅτι τοσοῦτόν τινες εἰς κακίαν προέκοψαν, ὥστε ἐφ’ οἷς δεῖ πενθεῖν, ἐπὶ τούτοις καυχῶνται. Πλὴν ὅτι τὸν μὲν Δωὴκ ἡ ἱστορία περιέχει, Ἰούδαν δὲ τὸν προδότην αἰνίττεται ὁ Ψαλμῳδός, δυνατὸν λίαν ἐν κακίᾳ γενόμενον, ὥστε τὸν εὐεργέτην καὶ τροφέα, καὶ διδάσκαλον προδοῦναι, καὶ μηδὲ τοὺς συνεχεῖς ἐλέγχους, μηδὲ τὰς παραινέσεις αἰσχύνεσθαι. Ἀνομίαν ὄλην τὴν ἡμέραν. Ἡνίκα τοῖς Φαρισαίοις ὁ Ἰούδας ἔλεγε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ λʹ ἀργύρια, καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ. Ὥστε ὄλην τὴν ἡμέραν μελετῶν τὴν ἁμαρτίαν τῆς προδοσίας ἔμεινεν, μέχρις ἡ νὺξ ἐπέστη, καθ’ ἣν τὸ δράμα ἔπραξε. Ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου. Τὸ δὲ ὡσεὶ ξυρόν, τουτέστιν ἀναισθήτως τέμνοντα. Τί γὰρ ἐκείνου τοῦ δόλου ὀξύτερον, ὃν τῇ γλώσσῃ τῆς προδοσίας πρὸς τοὺς συλλαβόντας τὸν Ἰησοῦν συνέθετο· Ὃν ἂν φιλήσω, αὐτός ἐστι, κρατήσατε αὐτόν; Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην. Κακία ὁ διάβολος, ὡς κακὰ πάντα καὶ πᾶσι βουλόμενος. Ἀγαθωσύνη δὲ ὁ Χριστός, Θεοῦ γὰρ ἡ ἀγαθότης κατὰ φύσιν. Ἴδιον ἀφεὶς τοίνυν τὸν Χριστὸν ὁ Ἰούδας, τὸν Σατανᾶν ἠγάπησεν· ἀλλὰ καὶ ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην εἵλατο. Ἐξὸν γὰρ αὐτῷ τὴν ὄντως δικαιοσύνην λαβεῖν, καὶ μετὰ τῶν λοιπῶν ἀποστόλων κηρύττειν τὸ Εὐαγγέλιον· εἰς τὴν ἀδικίαν δὲ ἑαυτὸν τῆς προδοσίας ἐνέβαλε. Τὸ δὲ αὐτὸ πάσχει πᾶς ὅστις κατηγορίᾳ χαίρει, καὶ λοιδορεῖ τὸν ἀδελφόν, ἡδύτερον τὴν ἀδικίαν, τουτέστι τὸ ψεῦδος λαλῶν, καὶ τὴν δικαιοσύνην σιωπῶν, δηλαδὴ τὴν ἀρετήν, ἣν ὁ πλησίον κέκτηται. Διὰ τοῦτο ὁ Θεὸς καθελεῖ σε. Ταῦτα παντὶ μὲν δολίῳ, πολὺ δὲ μᾶλλον πρὸς τὸν προδότην λέγεται· καθεῖλεν γὰρ αὐτὸν ὁ Θεὸς εἰς τέλος, καὶ ἀπὸ τῆς σκηνῆς, τουτέστιν ἐκ τοῦ τόπου τῆς μαθητείας μετέστησεν, καὶ τὴν ῥίζαν ὡς ἀκανθώδους φυτοῦ ἐκ γῆς ζώντων, ἐκ τοῦ γεωργίου τῶν ἀποστόλων ἐξέτιλεν. Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ. Ἁρμόττει ταῦτά γε τὰ ῥήματα Πέτρῳ εἰς ἀνάμνησιν ἐρχομένῳ τῆς οἰκείας ἀρνήσεως, ὅστις ὡς ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, τουτέστι, τῇ πίστει διηνεκῶς ἱστάμενος, εἰ καὶ πρὸς μικρὸν ὑπέστη τὸν καύσωνα τῆς ἀρνήσεως, ἀλλ’ ὅμως οὐκ ἐξηράνθη. Τῷ γὰρ δακρύῳ τῆς μετανοίας τὴν ῥίζαν ἐπότισεν. Διὰ τοῦτό φησιν, Ἐξομολογήσομαί σοι, ὅτι ἐποίησας. Τί ἐποίησας; Ἔλεος, χρηστότητα, συμπάθειαν. Ὅτι τὸν ἀρνησάμενον κήρυκα τῶν μυστηρίων ἐποίησας, στύλον τὸν σαλευθέντα κατέστησας, καὶ ποιμένα τῶν ἀμνῶν τὸν πλανηθέντα ἐποίησας. Χρηστὸν δὲ οὐκ Ἰουδαίοις, οὐδὲ εἰδωλολατρείαν νοσοῦσιν, ἀλλ’ ἐναντίον τοῖς ὁσίοις, τοῖς διὰ χάριτος καὶ εὐφροσύνης δικαιωθεῖσι. Παρὰ τούτοις γὰρ τὸ ὄνομα αὐτοῦ χρηστόν. Τί γὰρ τοῦ Ἰησοῦ προσηγορίας χρηστότερον; Ὑπομένω δέ· διὰ τί; Ἐπειδὴ ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
