# Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΝΒʹ..1

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΝΒʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A3%20%CE%9D%CE%92%CA%B9..1

Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ. Τίνος γὰρ ἦν τοῦτο λέγειν, ἀλλ’ ἢ ἄφρονος; περὶ οὗ Ἡσαΐας ἔλεγεν· Ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια φρονήσει. Ποῖα ταῦτα; Ὅτι φαῦλά τινα καὶ ἄτοπα ἐργαζόμενοι, καὶ τὴν ἐπ’ αὐτοῖς τοῦ Θεοῦ μακροθυμίαν βλέποντες, δέον εὐχαριστεῖν καὶ δοξάζειν ὡς χρηστόν, καὶ ἀνεξίκακον, εἰς παραφροσύνην ἐκτρέπονται, οὐ νομίζοντες Θεὸν ἐφορᾷν τὰ ἀνθρώπινα, ἀκρίτως δὲ καὶ αὐτομάτως φέρεσθαι. Διεφθάρησαν καὶ ἐβδελύχθησαν. Ἡ τοῦ βλασφήμου διαδοθεῖσα νόσος τοὺς ἄλλους ἐν ἀνομίαις παρασκευάζει φθείρεσθαι, βδελυκτούς τε εἶναι τῷ Κτίσαντι, ἀπραξίαν τῆς ἀρετῆς τοσαύτην νοσοῦντας, ὥστε μηδὲν αὐτοὺς ἀγαθὸν ἐργάζεσθαι. Ἀλλὰ γὰρ διὰ τοῦ ἄφρονος τὴν τῶν εἰδωλολατρῶν μανίαν αἰνίττεται. Λέγοντες γὰρ ἐν καρδίᾳ οὐκ εἶναι Θεόν, εἴδωλα ξυλίνων θεῶν καὶ λιθίνων ἐποίησαν. Διὰ δὲ τῆς ἀνομίας, ἥτις ἦν τοῦ νόμου παράβασις, τοὺς Ἰουδαίους αἰνίττεται, οὓς τῇ ἀπιστίᾳ φθαρέντας, ὁ Θεὸς ἐβδελύξατο. Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν. Τοσοῦτον γὰρ ὁ Θεὸς ἀληθείας ἐφίεται, ὅτι πάντα γινώσκων ἀκριβῶς τὰ ἡμέτερα, ὅμως διακύπτει, καθάπερ ἀπό τινος θυρίδος τῆς πρὸς ἡμᾶς συγκαταβάσεως, διαγνῶναι θέλων ἀκριβῶς τὰ ἀνθρώπινα. Ἀλλὰ γὰρ σαφῶς Χριστοῦ τὴν ἐπιδημίαν λέγει, ὃς ἐκ τοῦ οὐρανοῦ διέκυψεν, ἡνίκα ἡμῖν μετὰ σαρκὸς ἐπεδήμησεν. Ὥσπερ γὰρ ὁ παρακύπτων ἀφ’ ὑψηλοῦ τόπου, ἄνω μένων, κάτω τῇ ἐνεργείᾳ γίνεται, οὕτω καὶ ὁ Χριστὸς ἐν τοῖς κόλποις τοῦ Πατρὸς μένων, τῇ γῇ διὰ σαρκὸς ἐπεδήμησε. Τίνος χάριν; Τοῦ ἰδεῖν, εἰ ἔστι συνιών, ἢ ἐκζητῶν τὸν Θεόν. Οὐκοῦν οὐ τὰς πράξεις τοσοῦτον τῶν ἀνθρώπων κατῆλθεν ἐπισκέψασθαι, ὅσον ἰδεῖν εἴ τινα ὅλως θεογνωσίαν ἔχουσιν, εἰ ἐν πίστει τὸν Θεὸν ἐκζητοῦσι. Οὐχὶ γνώσονται πάντες. Πάντες μὲν οἱ τοὺς πένητας ἀδικοῦντες, καὶ τὰ τοῦ πλησίον ἁρπάζοντες, βρώσει ἄρτου τὸν λαὸν τοῦ Θεοῦ ἐσθίειν εἰκότως λέγονται· τροφὴν γὰρ τῆς ἑαυτῶν πλεονεξίας τὴν ἀδικίαν, τὴν εἰς ἐκείνους ἔχουσι. Νομίσεις δὲ μάλιστα τοὺς διδασκάλους τῶν Ἰουδαίων λέγεσθαι. Ὑπὲρ γὰρ ἀγνωσίας τὸν νόμον ὡς ἐδόκουν ἐκδικοῦντες, τῇ δὲ ὕβρει τοῦ νομοθέτου ἀνομίαν ἐργαζόμενοι, οὗτοι τὸν λαὸν τοῦ Θεοῦ ἤσθιον βρώσει ἄρτου, ἔνεκα πλησμονῆς καὶ γαστριμαργίας προσωποληπτοῦντες, καὶ τὸν νόμον ἐν τῷ διδάσκειν παραβαίνοντες. Περὶ τῶν Ἰουδαίων λέγει· τὸν γὰρ ἀληθῶς Θεὸν τὸν Χριστὸν οὐκ ἐπεκαλέσαντο, καὶ ἐφοβήθησαν φόβον περιττόν, ἔνθα οὐκ ἦν φόβος, ὅτε πρὸς ἀλλήλους ἔλεγον· Ἐὰν ἐάσωμεν τὸν ἄνθρωπον τοῦτον, ἥξουσιν οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸν τόπον καὶ τὸ ἔθνος. Καίτοι οὐκ ἂν τοῦτο ἐγίνετο, εἰ τὴν εἰς αὐτὸν πίστιν ἐφύλαξαν. Ὁμοίως δὲ καὶ πάντες ἄνθρωποι ὅσοι τὸν Θεὸν ἐπικαλεῖσθαι ῥᾳθυμοῦσιν, ὃν μὲν δεῖ φόβον οὐ φοβοῦνται, τῇ εἰς Θεὸν ἀπιστίᾳ. Φοβοῦνται δὲ μάτην τὰς τῶν ἀνθρώπων ἀπειλάς, καὶ τὰς τῶν ἐχθρῶν δυναστείας, οὐκ εἰδότες ταῦτα μηδὲν ἡμᾶς, ὅταν ἔχομεν τὴν εὐμένειαν τοῦ Θεοῦ, παραβλάπτοντα. Ἀνθρωπαρέσκων δὲ περὶ τούτων λέγει· ἀεὶ γὰρ τοῖς ἀνθρώποις ἀρέσκειν παρὰ τὸν Θεὸν βούλονται, ὧν ὁ Θεὸς τὰ ὀστᾶ, δηλαδὴ τὰς φυλὰς διεσκόρπισε. Κατησχύνθησαν. Ὃν γὰρ νεκρὸν καλοῦσιν, ὑπὸ τούτου διώκονται. Τὰ δὲ αὐτὰ καὶ τοῖς τυχοῦσιν ἀνθρωπαρέσκοις ἐπέρχεται· τὰ γὰρ ὀστᾶ αὐτῶν, τουτέστιν ὁ πλοῦτος καὶ ἡ δόξα ὑπὸ Θεοῦ σκορπίζεται. Διὰ τί ἀπὸ τῆς Σιών, καὶ οὐκ ἀπὸ τοῦ οὐρανοῦ, οὐκ ἀπὸ τοῦ ναοῦ, οὐκ ἀπὸ τῆς κιβωτοῦ, οὐκ ἀπὸ τῶν ἁγίων ὁ Προφήτης τὸ σωτήριον εὔχεται; Ἐπειδὴ ἐκεῖ ἡμῖν ἀπέδωσεν ὁ Χριστὸς τὸ ἀρχαῖον ἐμφύσημα. Ὅπερ δῆλον ἐπήγαγεν· Ἐν τῷ ἐπιστρέψαι Κύριον. ᾘχμαλώτευσεν γὰρ ἡμῶν ὁ Σατανᾶς δι’ ἀπάτης τὴν κοινωνίαν τοῦ Πνεύματος· ἀλλ’ ὁ Χριστὸς αὐτὴν ἐν τῇ Σιὼν ἀπέδωκε διὰ τοῦ τῶν ἀποστόλων ἐμφυσήματος. Διὰ τί δὲ Ἰακώβ, ἀγαλλιάσεται πρότερον, καὶ τότε Ἰσραὴλ εὐφρανθήσεται, ἑνὸς ὄντος; Ἐπειδὴ Ἰακὼβ πτερνιστὴς ἑρμηνεύεται, Ἰσραὴλ δὲ νοῦς ὀρῶν Θεόν. Χρῄζομεν δὲ πτερνισταὶ γενέσθαι πρότερον, τουτέστι διαβόλου, καὶ τότε ἡμῶν ὁ διορατικὸς νοῦς τῇ κατὰ τὴν δύναμιν τοῦ Θεοῦ θεωρίᾳ εὐφραίνεται.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
