# Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΝΕʹ..1

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΝΕʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A3%20%CE%9D%CE%95%CA%B9..1

Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, κ. τ. λ. Δοκεῖ πως ἐναντία εἶναι τῆς προγραφῆς τὰ ῥήματα. Ἐπεδήμησε μὲν γὰρ ὁ Δαβὶδ τῇ Γέθ, ἡνίκα ἀπὸ Σαοὺλ ἐδραπέτευσεν· οὐ μὴν ἐπέσχον τὸν προφήτην οἱ ἀλλόφυλοι, ἀλλὰ καὶ μᾶλλον ἀπώσαντο, ἐπειδὴ ἐξεστηκότα καὶ παράφορον ἐν ταῖς θύραις κιθαρίζοντα, καὶ σίελον ἀποῤῥίπτοντα τοῦ στόματος ὑπεκρίνατο, ὡς ἡ βίβλος τῶν Βασιλειῶν δείκνυσι. Τινὰ δὲ καὶ λαὸν μεμακρυμμένον ἀπὸ τῶν ἁγίων, ὑπὲρ οὗ τὸν ψαλμὸν ὁ Δαβὶδ ἔγραψε, ζητοῦντες κατὰ τὴν ἱστορίαν, οὐχ εὑρήσομεν. Οὐκοῦν ἀνάγκη νοητῶς ταῦτα, ὥσπερ δὴ τῷ Πνεύματι γέγραπται, παραδέχεσθαι. Ὑπὲρ γὰρ τοῦ λαοῦ τῶν ἐθνῶν τὸν ψαλμὸν ὁ Προφήτης συνέγραψεν, ὅστις μεμακρυμμένος ἀπὸ τῶν ἁγίων ἐτύγχανεν· οὐδεμιᾶς γὰρ κοινωνίας πρὸς πατριάρχας ἢ προφήτας ἐκέκτηντο. Ἀλλ’ ὅμως οἱ μακρὰν ἐγγύς, καθά φησιν ὁ Παῦλος, ἐγένετο, ὅτε τὸν νέον Δαβὶδ ἐκράτησαν οἱ ἀλλόφυλοι ἐν Γέθ, τουτέστιν ἐν τῇ ληνῷ (ληνὸς γὰρ ἡ Γὲθ ἑρμηνεύεται)· ληνὸς δὲ καὶ ἡ Ἐκκλησία, διὰ τὸν Θεόν, τὸν ἐν αὐτῇ ληνοβατοῦντα τὸ μυστήριον, λέγεται, ὡς διὰ τῆς Ἡσαΐου προφητείας, Ληνὸν ἐπάτησα μόνος, βοήσας εὑρίσκεται· ὥστε πρὸς αὐτὸν τὰς τῶν οὐρανῶν δυνάμεις τὰ τῆς αὐτῆς προφητείας ἀντιφθέγγεσθαι· Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου, ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρης καταπεπατημένου; Ἐλέησόν με, ὁ Θεός, ὅτι κατεπάτησέ με. Πολλάκις δὲ καὶ ὁ ἡμῶν ἄνθρωπος τὸν χαλεπὸν τοῦτον ὑφίσταται πόλεμον, ὅλην τὴν ἡμέραν παρὰ τοῦ Σατανᾶ πολεμούμενος, καὶ παρ’ αὐτοῦ πατούμενος. Εἰ γὰρ καὶ ἀνθρώπου ὁ ψαλμὸς ἐμνημόνευσεν, ἀλλ’ ὅμως τὸν Σατανᾶν αὐτόν, οὕτως ἐν τῇ θείᾳ Γραφῇ πολλάκις ὀνομαζόμενον, ἤ τινα τῶν ἐκείνῳ στρατευομένων αἰνίττεται. Πλὴν καὶ τὸν λαὸν τῶν ἐθνῶν ταῦτα ὑποψάλλειν ἁρμόδιον, χρόνῳ πολλῷ ὑπὸ τοῦ Σατανᾶ ἀπατηθέντα, καὶ τὸν παρ’ αὐτοῦ πόλεμον διὰ τῆς τῶν δαιμόνων ἐπιβουλῆς ὑπομείναντα, οὓς ἐν τοῖς ἑξῆς σαφέστερον ἔφησεν αἰνιττόμενος. Κατεπάτησάν με, οἱ ἐχθροί μου. Οὐ μίαν ἡμέραν λέγει, ἀλλὰ τοῦ χρόνου παντὸς τοῦ φθάσαντος τὸ διάστημα, ἐν ᾧ οἱ ἐχθροὶ ἡμῶν οἱ νοητοὶ ἀφ’ ὕψους ἡμᾶς πολεμοῦντες καὶ πατοῦντες οὐκ ἐπαύσαντο. Κατεπάτουν δέ· πῶς; Διὰ τῆς εἰδωλολατρίας καὶ τῶν ἡδονῶν, τῶν ἄλλων σκελίσαντες, καὶ μετὰ τοῦτο κειμένοις ἐπεμβαίνοντες. Μὴ τοίνυν ἡμεῖς σκελισθῶμεν εἰς γῆν, τουτέστιν, εἰς τὰ γήϊνα· καὶ οὐδεὶς ἡμᾶς καταπατῆσαι δυνήσεται· ἀλλὰ μηδὲ τοὺς ἐχθροὺς ἡμῶν ὑψηλοτέρους γενέσθαι συγχωρήσωμεν, ἀλλὰ τῶν ἀρετῶν ἀναβάντες ἐπὶ κλίμακα, κατωτέρους ἑαυτῶν τοὺς ἐπιβούλους ποιήσωμεν. Ἡμέρας οὐ φοβηθήσομαι. Ἐὰν γάρ, φησιν, ἐν τῷ φωτὶ περιπατῶμεν, καὶ ἐν ἡμέρᾳ, καθά φησιν ὁ Παῦλος, εὐσχημόνως περιπατήσωμεν, οὐδένα τῶν ἐπιβούλων εἰκότως φοβούμεθα, ὅπλῳ πρὸς αὐτοὺς πίστει τῇ εἰς Θεὸν καὶ ἐλπίδα χρώμενοι. Ἐν τῷ Θεῷ ἐπαινέσω. Ἐπειδὴ πᾶς λόγος θεογνωσίαν ἔχων, ἐπαίνου καὶ εὐφημίας ἄξιος, αὐτῷ, φησίν, ὡς χορηγοῦντι τοὺς ἐπαίνους παράσχωμεν· καὶ ὅσα ἐν αὐτῷ λαλοῦμεν, ταῦτα κατευοδοῦται, καὶ εἰκότως ἀποδοχῆς καθέστηκεν ἄξια. Σάρκα δὲ πολλάκις τὰ σαρκικὰ πάθη λέγεσθαι καὶ τὰς ἡδονὰς εὑρήσομεν· ὡς ὅταν ὁ Παῦλος· Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν, ἐν τῇ σαρκί μου, ἀγαθόν· πολλάκις δὲ καὶ τὸν ἄνθρωπον· ὥσπερ δὴ καὶ Δαβὶδ ἔλεγε· Πρὸς σὲ πᾶσα σὰρξ ἥξει. Ἡ τοῦ Θεοῦ τοίνυν ἐλπὶς καὶ τὴν ἡδονὴν χαλινοῖ, καὶ τὸν ἐχθρὸν ἄνθρωπον συμποδίζει, καὶ ἀφοβίαν ἡμῖν ἐξ ἑκατέρου δίδωσιν. Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου. Σαφῶς καὶ νῦν τοὺς Ἰουδαίους αἰνίττεται· οὗτοι γὰρ τοὺς λόγους τῶν πιστῶν, ὡς ἔλεγχον ἔχοντας τῆς αὐτῶν ἀπιστίας, διαπαντὸς ἐβδελύττοντο· ἀπὸ πρωῒ τοιγαροῦν ἕως ἑσπέρας τοῦ Παύλου πρὸς αὐτοὺς ῥητορεύοντος, ἐκεῖνοι τὴν ἀλήθειαν τοῦ λόγου βδελυξάμενοι, ἀσύμφωνοι, καθά φησιν ὁ Λουκᾶς. Ἀνεχώρησαν κατ’ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν. Οὐδὲν γὰρ ἀγαθὸν περὶ τῶν ἐθνῶν οἱ παῖδες τῶν Ἰουδαίων λογίζονται (ἐπειδὴ πᾶς ἄνθρωπος πονηρὸς προφέρει τὸ πονηρὸν), καὶ πάντα τρόπον ἡμᾶς ἀπατῆσαι πειράζουσιν. Οὐδὲν ἄρα τῆς προφητείας ταύτης σαφέστερον. Ἐκβληθέντες γὰρ τῆς Ἱερουσαλὴμ οἱ τῶν Ἰουδαίων παῖδες, καὶ πάροικοι πάσης τῆς γῆς διὰ τὴν εἰς Χριστὸν ἁμαρτίαν γενόμενοι, τὴν αἰτίαν ἐρωτώμενοι, κρύπτουσι, καὶ ἁμαρτίας ἑτέρας, τὴν κατὰ τὸν Χριστὸν σιωπῶντες, προβάλλονται. Καίτοι μήτε εἰδωλολατροῦντες νῦν, μήτε προφήτας φονεύοντες. Κρύπτουσι δὲ τίνος χάριν; Ἵνα μὴ συγκρότησις τῆς ἡμετέρας πίστεως ἡ παρ’ αὐτῶν ὁμολογία γένηται. Αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι, φησίν. Ἐρευνῶσιν γὰρ ἡμῶν Ἰουδαῖοι καὶ τὸ τυχὸν πλημμέλημα· καὶ οὕτω νοήσεις ὅπερ ὁ Θεὸς πρὸς τὸν ὄφιν ἐφθέγγετο· Αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. Ἡμεῖς δὲ αὐτοῦ τὴν κεφαλήν, δηλαδὴ τὴν εἰδωλολατρίαν, τηρεῖν πρὸ πάντων κελευόμεθα, φυλάττεσθαι δὲ ὅμως καὶ τὰ λοιπὰ ἁμαρτήματα, κἂν ἔσχατα τυγχάνῃ, κἂν εὐτελῆ εἶναι δοκῇ, ὥστε πτέρναν νομίζεσθαι· ἐπειδήπερ παρατηρεῖ ταῦτα ὁ ἐχθρός, διαβάλλειν ἡμᾶς τῷ κριτῇ, καὶ διὰ τῶν τυχόντων βουλόμενος. Οὐκοῦν οὐ περὶ τῶν Ἰουδαίων μόνων, ἀλλὰ καὶ περὶ τῶν ὄντως ἐχθρῶν τῶν δαιμόνων τοῦτον ἁρμόττει τὸν στίχον ἐκλαμβάνεσθαι· καθ’ ὃν ἁρμόττει καὶ τὰ ἑξῆς ἐπιφέρεσθαι. Ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. Μακάριοι ὧν ὁ Θεὸς τὰ δάκρυα δέχεται· παρακαλεῖ γὰρ αὐτῶν τὰ πάθη, καθάπερ διὰ τῆς οἰκείας ἐπαγγελίας ὑπέσχετο. Τίς δὲ ἡ ἐπαγγελία; Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
