# Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΞΕʹ.

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΞΕʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A3%20%CE%9E%CE%95%CA%B9.

Εἴπατε τῷ Θεῷ· Ὡς φοβερά. Οὕτω γὰρ τῷ μεγέθει τῶν περὶ σοῦ γινομένων περιβλέπτους ἀποφανεῖς τούς σοι προσήκοντας, ὡς πολλοὺς καὶ τῶν ἐναντίων ὑποκρίνεσθαι ψευδομένους τὴν σὴν δουλείαν· τοῦτο δὲ γέγονεν, ὅτε καὶ περιτμηθῆναι πολλοὶ τῶν ἐναντίων ἠνέσχοντο, ὑποκρινόμενοι τὸν Ἰουδαϊσμόν. Καὶ τούτου μάρτυς Ἰώσηππος ἐν τῇ ιαʹ τῆς Ἀρχαιολογίας, τὰ κατὰ τὸν Μαρδοχαῖον διηγούμενος, καὶ λέγων οὕτως· Οἱ μὲν οὖν ἱππεῖς οἱ τὰς ἐπιστολὰς διακομίζοντες, εὐθὺς ἐξορμήσαντες, τὴν προκειμένην ὁδὸν ἤνυον· ὁ δὲ Μαρδοχαῖος, ἀναλαβὼν τὴν βασιλικὴν στολήν, καὶ τὸν στέφανον τὸν χρυσοῦν, καὶ τὸν στρεπτὸν περιθέμενος, προῆλθεν· ἰδόντες δὲ αὐτὸν οὕτω τετιμημένον ὑπὸ τοῦ βασιλέως οἱ ἐν Σούσοις ὄντες Ἰουδαῖοι, κοινὴν ὑπέλαβον τὴν εὐπραγίαν. Χαρὰν δὲ καὶ σωτήριον φέγγος ἐκτιθεμένων τῶν τοῦ βασιλέως γραμμάτων, καὶ τοὺς κατὰ πόλιν τῶν Ἰουδαίων καὶ τοὺς κατὰ χώραν κατέσχον· ὡς πολλὰ καὶ τῶν ἄλλων ἐθνῶν διὰ τὸν τῶν Ἰουδαίων φόβον περιτεμνόμενα τὴν αἰδώ, τὸ ἀκίνδυνον αὐτοῖς ἐκ τούτου πραγματευόμενα. Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεός. Βουληθεὶς γὰρ πᾶσι δεῖξαι τὸ τῆς ἡμῶν εὐσεβείας ἀκίβδηλον, ταῦτα παθεῖν συνεχώρησας.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
