# Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΞΖʹ.

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΞΖʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A3%20%CE%9E%CE%96%CA%B9.

Ὡς ἐκλείπει καπνός. Εὐχερὴς τῶν ἁμαρτωλῶν ἡ πτῶσις, εἰ καὶ σφόδρα ἑαυτοῖς πεποιθέναι νομίζουσι. Τί γὰρ καπνοῦ πρὸς τὸ λυθῆναι σαθρότερον; τί δὲ καὶ κηροῦ, ὅταν ὑπὸ πυρὸς σφοδροτέρου θερμαίνηται; Τούτοις τοὺς ἁμαρτωλοὺς ὁ Προφήτης συνέκρινεν· ὅταν γὰρ τὸ πῦρ τῆς γεέννης ῥιπισθῇ, πᾶσα ἡ περὶ αὐτοὺς φαντασία εὐθέως διαλύεται. ᾌσατε τῷ Θεῷ. Καὶ μὴν Ἀνατολὴ χρηματίζειν ἐν τοῖς προφήταις ὁ Χριστὸς εἴωθεν· Ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ· καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ. Καὶ πάλιν· Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου Ἥλιος δικαιοσύνης· καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Ἀλλ’ εἰ καὶ ἀνατολὴ τυγχάνει διὰ τὸ οἰκεῖον φῶς, ἐπέβη ἐπὶ δυσμῶν, ὄχημα τοὺς ἁμαρτωλοὺς ἑαυτοῦ τοὺς πρὸς αὐτὸν ἐπιστρέψαντας θέμενος· πρὸς οὓς εἶπεν· Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, ὅτι χρηστός, καὶ τὸ φορτίον μου, ὅτι ἐλαφρόν. Τούτους ὁδοποιῆσαι τῷ Θεῷ ὁ Δαβὶδ διὰ μετανοίας ἐντέλλεται· οὗτοι γὰρ ἐνώπιον αὐτοῦ οὐ μόνον συγγνώμης τυχόντες, ἀλλὰ καὶ οἰκειωθέντες, ἀγαλλιᾶσθαι μέλλουσιν. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν. Ἐκκλησία καὶ ἡ κατ’ οἶκον συναγωγὴ τῶν εὐσεβούντων λέγεται· ὥστε καὶ Παῦλός φησιν· Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα, σὺν τῇ κατ’ οἶκον αὐτῶν Ἐκκλησίᾳ. Ἐκ πηγῶν δὲ Ἰσραὴλ τῶν προφητῶν καὶ ἀποστόλων τὸν Κύριον καὶ Θεὸν δοξολογεῖσθαι βούλεται· ἵνα καθ’ ὃν τρόπον ἐκεῖνοι ἐξέθεντο, οὕτω καὶ ἡμεῖς περὶ Θεοῦ δοξάζωμεν. Ὁ Θεὸς Ἰσραὴλ δώσει δύναμιν. Ὁ Θεὸς τοῦ Ἰσραὴλ ὁ Χριστός· περὶ γὰρ αὐτοῦ φησιν Ἡσαΐας· Ὅτι σὺ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ᾔδειμεν· ὁ Θεὸς τοῦ Ἰσραὴλ ὁ Σωτήρ. Οὗτος ἰσχὺν καὶ δύναμιν τῷ λαῷ τῷ ἐξ ἐθνῶν, ὥστε τῆς πλάνης ἀποστῆναι, καὶ πρὸς αὐτὸν ἐπιστρέψαι χαρίζεται· οἵτινες ὡς λαὸς αὐτοῦ Χριστιανοὶ διὰ Χριστὸν ὀνομάζονται.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
