Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΞΗʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΞΗʹ..1
Not analysed yet
Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης. Καὶ πῶς τις ἐλπίζων ἐπὶ τὸν Θεὸν τοὺς ὀφθαλμοὺς ἐκλείπει, καὶ οὐχὶ μᾶλλον νευροῦται καὶ ἰσχυρότερος γίνεται; Ἀλλ’ ὀφθαλμοὺς ἑαυτοῦ τοὺς ἀποστόλους λέγει· περὶ ὧν ἐν ᾌσμασι λέγει· Οἱ ὀφθαλμοί σου περιστερᾶς, ἐπὶ πληρώματα ὑδάτων, εἰς τὴν δωρεὰν τοῦ βαπτίσματος· ἐκεῖ γὰρ τὴν μετουσίαν τοῦ Πνεύματος παρέσχε τοῖς πιστεύουσιν. Οὕτω κατὰ τὸν καιρὸν τοῦ πάθους ἐξέλιπόν τε καὶ ἐσκορπίσθησαν, ὁρῶντες Χριστὸν ἐπὶ τὸν Θεὸν τὸν Πατέρα τὸν οἰκεῖον ἐλπίζοντα, καὶ λέγοντα· Ἐλωΐ, Ἐλωΐ, λαμασαβαχθανή· ἠγνόουν γὰρ ὅτι τὴν δύναμιν τὴν οἰκείαν ὁ Θεὸς συνέστελλεν, ὥστε καιρὸν γενέσθαι τοῖς παθήμασιν. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας. Τρίχας ἑαυτοῦ τοὺς πιστοὺς λέγει. Ὥσπερ γὰρ ἡ κεφαλὴ ἐπὶ ταῖς θριξίν, οὕτω καὶ ὁ Χριστὸς ἐπὶ τοῖς πιστοῖς σεμνύνεται. Ἀπηλλοτριωμένος ἐγενήθην. Ξένος γέγονε κατὰ τὸν καιρὸν τοῦ πάθους, ὅτε πάντες οἱ μαθηταὶ αὐτοῦ ἀφέντες αὐτὸν ἔφυγον. Μητέρα δὲ νοήσεις τὴν τῶν Ἰουδαίων Συναγωγήν, καὶ πᾶσαν τὴν κατὰ σάρκα συγγένειαν τῶν ἐκ περιτομῆς· υἱοὺς δὲ ταύτης, τοὺς ἀρνησαμένους αὐτόν, καὶ εἰρηκότας· Τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί. Ξένον δὲ πάλιν ἡγοῦντο λέγοντες· Οὐ καλῶς λέγομεν, ὅτι Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις; Οὕτω ξένος γέγονε τοῖς υἱοῖς τῇς μητρὸς αὐτοῦ. Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον. Σάκκον γὰρ ἀληθῶς τὸ τραχὺ τῆς ἡμετέρας ἁμαρτίας ἐνεδύσατο. Κατ’ ἐμοῦ ἠδολέσχουν. Τοὺς Ἰουδαϊκοὺς ἄρχοντας λέγει. Ἐν τῇ πύλῃ γὰρ ἔθος ἦν τὴν τῶν Ἰουδαίων γερουσίαν καθέζεσθαι· ὡς ἐκ τῆς ἱστορίας τῆς κατὰ τὴν Ῥοὺθ καὶ τὸν Βοὸζ κειμένης εὑρήσομεν. Καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες. Ποῖον οἶνον; Τὸν μυστικόν. Ἐκεῖνοι γὰρ οὐκ ἠδολέσχουν, ἀλλ’ ἔψαλλον· ὡς περὶ Θεοῦ τοῦ Χριστοῦ τοὺς ὕμνους τοὺς προφητικοὺς λέγοντες. Ἔτι περὶ τῶν Ἰουδαίων λέγει, οἵτινες αὐτὸν ἐμίσουν, ὡς εἰς πρόσωπον αὐτῶν ἐλέγχοντα τὴν ὑπόκρισιν· ἐν βάθει δὲ τὸ ὕδωρ τῆς κακίας ἐκέκτηντο, ὥστε ποτὲ μὲν αὐτὸν Ῥαββί, ποτὲ δὲ ἀληθῆ καὶ ἀπὸ Θεοῦ προσαγορεύειν ἄνθρωπον, τὴν πονηρίαν ἐν τῷ βάθει τῆς καρδίας ἀποκρύπτοντες. Εἰσάκουσόν μου, Κύριε. Καὶ τί χρῄζει ὁ Μονογενὴς εἰσακουσθῆναι, ἴσος ὢν τῷ Πατρὶ καὶ ὁμότιμος; Αὐτὸς τὴν αἰτίαν λέγει· Ὅτι χρηστὸν τὸ ἔλεός σου. Τουτέστι, Διὰ τοῦτο εἰσακουσθῆναι χρῄζω, ἐπειδὴ ἄνθρωπος διὰ τὴν σὴν φιλανθρωπίαν γέγονα, καὶ ὑπὲρ πάντων ἀνθρώπων, εἰκότως Θεὸς ὤν, καὶ ταῦτα ἀναδέχομαι. Πρόσχες τῇ ψυχῇ μου. Τί, πρόσχες; Ἴδε, φησίν, αὐτήν, ὅτι οὐκ ἔστι μόνον ἀνθρώπου, ἀλλὰ καὶ σαρκωθέντος Θεοῦ· ὅτι οὐχ ὑπὲρ αὑτῆς, ἀλλ’ ὑπὲρ κοινῆς ἐλευθερίας τὰ πάθη κατεδέξατο. Ὅτι Ἐξουσίαν ἔχω θεῖναι αὐτήν· καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Σοὶ δὲ ὅμως ὑπὲρ αὐτῆς διὰ τὴν ὑποταγὴν τῆς σαρκὸς προσεύχομαι. Ὅτι οὐχ ὑπὲρ ἐμαυτοῦ ταῦτα, ὑπὲρ δὲ ὅλης τῆς ἀνθρωπίνης ὑπέμεινα φύσεως· ἧς τὰς ἁμαρτίας ἔχων, ἀναγκαίως καὶ τὴν ὑπ’ αὐτῶν αἰσχύνην ἐβάσταζον. Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν. Κατὰ τὸν καιρὸν καὶ τοῦτο τοῦ σταυροῦ εὑρήσομεν πεπληρωμένον· ὄξος γὰρ καὶ χολὴν αὐτῷ τότε προσήνεγκαν οἱ Ἰουδαῖοι. Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων. Εἰ γὰρ καὶ πρῶτοί, φησιν, ἐνεγράφησαν διὰ τοὺς παρὰ Θεῷ ζῶντας πατέρας αὐτῶν· ὡς καὶ αὐτοῖς δεδόσθαι τὰς ἐπαγγελίας· ἀλλ’ οὖν τοιαῦτα τετολμηκότες, ἐξαλειφθήτωσαν, μηδὲ παρὰ Θεῷ, φησίν, ἐγγραφήτωσαν μετὰ τῶν ἐκλελεγμένων δικαίων, καὶ τῆς παρ’ αὐτῷ ζωῆς ὄντων ἀξίων, ὡς τὸν ἀρχηγὸν τῆς σωτηρίας παραιτησάμενοι. Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ. Αἶνον τὴν δοξολογίαν καλεῖ, ἤτις αὐτῷ παρὰ τῆς κτίσεως ὅλης φυσικοῖς κινήμασιν αὐτὸν δοξολογούσης προσφέρεται. Ἡ Ἐκκλησία τοίνυν οὐ μόνον τὴν μετὰ τῆς κτίσεως δοξολογίαν προσφέρειν ἐπαγγέλλεται, ἀλλὰ μετ’ ᾠδῆς δοξάζειν, τουτέστι πνευματικὴν καὶ νοερὰν ὑμνῳδίαν προσφέρειν. Τοῦτο γάρ ἐστιν ἐπὶ Θεοῦ κυρίως τὸ ᾄδειν. Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ’ ᾠδῆς. Ἡ γὰρ λογικὴ αἴνεσις ὑπὲρ τὴν νομικὴν λατρείαν ἀρέσκει τῷ Θεῷ.