# Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΞΘʹ.

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΞΘʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A3%20%CE%9E%CE%98%CA%B9.

Ὁ Θεός, εἰς τὴν βοήθειαν. Μακάριον σὺν τοσαύτῃ παῤῥησίᾳ τῷ Θεῷ προσεύχεσθαι, ὥστε καὶ κατεπείγειν αὐτὸν εἰς ἡμετέραν βοήθειαν. Πρῶτον δὲ προσέχειν τὸν Θεόν, καὶ μετὰ τοῦτο ταχῦναι, προσηύξατο· ἐὰν γὰρ ὅλως πρόσχῃ τίνος ἢ ποίας βοηθείας χρῄζομεν, παραχρῆμα σπλαγχνίζεται· σπλαγχνισθεὶς δὲ ταχύνει, καὶ οὐκ ἀναβάλλεται. Αἰσχυνθήτωσαν, καὶ ἐντραπήτωσαν. Οἱ ζητοῦντες ἡμῶν τὰς ψυχὰς διαφθεῖραι, οἱ δαίμονές εἰσι μάλιστα· ζητοῦσι δὲ καὶ πρὸς τὰς φαύλας πράξεις, ἡδονάς τε ἀτόπους ἡμᾶς ἐρεθίζοντες ἄνθρωποι· ἀλλ’ οὐδέτεροι τῶν εἰρημένων δύνανται, ἐὰν μὴ παρ’ ἡμῶν τὴν καθ’ ἡμῶν προδοσίαν παραλάβωσιν, ἐὰν μὴ τὰς χεῖρας τῆς ψυχῆς δήσαντες, οὕτως αὐτοῖς ἀκολουθήσωμεν. Οὗτοι τοίνυν αἰσχύνονται, ὅταν ἡμᾶς ὑψηλοτέρους πολὺ τῆς παρ’ αὐτῶν ἐπιβουλῆς καὶ κατορθοῦντας θεάσωνται. Ἀποστραφείησαν παραυτίκα. Παραυτίκα, τουτέστιν εὐθέως, καὶ ἀναβολῆς χωρίς. Τίνας δὲ ἐν τάχει καταισχυνθῆναι βούλεται; Τοὺς λέγοντας· Εὖγε, εὖγε· τουτέστι τοὺς ἐγγελῶντας, τοὺς κολακεύοντας, τοὺς ἀπατῶντας, τοὺς ἀποδεχομένους ὡς ἀγαθὰ τὰ βλαβερὰ καὶ θανάσιμα. Πλὴν ὅτι τοὺς μὲν νοητοὺς ἐχθροὺς καταισχυνθῆναι καὶ ἀποστραφῆναι μόνον, τοὺς δὲ αἰσθητοὺς διὰ τάχους προσεύχεται· εὐκολώτεροι γὰρ οὗτοι, ὡς ἀδελφοὶ τῇ φύσει, καὶ ὁμογενεῖς, καὶ ὁμόφυλοι. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν. Σωτήριον τοῦ Πατρὸς ὁ Χριστὸς ὀνομάζεται· ἐν αὐτῷ γὰρ τοῦ γένους τῶν ἀνθρώπων ἡ σωτηρία πέπρακται. Ὅθεν καὶ Συμεὼν ἀπολαβὼν τὸν Χριστὸν ἐν ταῖς ἀγκάλαις ἔλεγε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριόν σου. Οἱ τοίνυν τοῦτο ἀγαπῶντες τὸ σωτήριον, διαπαντὸς τὸν Θεὸν μεγαλύνουσι, τουτέστι δοξάζουσιν· ὅτι, τὰ εἴδωλα καταλιπόντες, τὸν Θεὸν ἠγάπησαν, τὸν ὄντως σώζοντα καὶ λυτρούμενον. Βοηθός μου καὶ ῥύστης μου εἶ σύ. Ὅτε γὰρ πάσης ἀνθρωπίνης βοηθείας ἐκπέσωμεν, τότε τὸν Θεὸν ἀντὶ πάντων εὑρήσομεν. Ἴσως δὲ καὶ ἐκ προσώπου ταῦτα τοῦ λαοῦ τῶν ἐθνῶν διαλέγεται· ᾧ καὶ πᾶς ὁ ψαλμὸς πρέπει· παρακαλοῦντος καὶ ἐπιταχύνοντος τοῦ Χριστοῦ τὴν βοήθειαν, καὶ καταισχυνθῆναι τοὺς νοητοὺς ἐχθρούς, δηλαδὴ τοὺς δαίμονας, πολὺν τετυραννηκότας χρόνον, καθ’ ἡμῶν ἱκετεύοντος. Οὗτος ὁ λαὸς πτωχὸς καὶ πένης· πτωχὸς διὰ τὴν ἀμαρτίαν, πένης διὰ τὴν ἀσέβειαν. Βοηθός, ὡς ἰσχυρὸς ῥύστης, ὡς αὐτὸς ἐνέχυρον ὑπὲρ ἡμῶν τῷ θανάτῳ πρὸς μικρόν, ὥστε ῥυσθῆναι τὴν ἡμετέραν αἰχμαλωσίαν διδόμενος. Μὴ χρονίσῃς. Ἀπέγνωσται γὰρ παρὰ πάντων ἰατρῶν ὁ ἄῤῥωστος. Διόπερ καὶ ὁ Ἀμβακοὺμ ἔλεγεν· Ἔτι μικρόν, Ὅσον ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονίσει· τοῦ Σωτῆρος ἐπιταχύνων τὴν ἄφιξιν.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
