Ancient Greek
Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΞϚʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΞϚʹ.
Not analysed yet
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς. Ἣν προέγνω τοῦ Σωτῆρος ἐπιφάνειαν αἰτεῖ θᾶττον γενέσθαι, τὴν ἐκ ταύτης ὅπως εὐλογίαν τρυγήσωμεν. Ἐπιφαίνεται δὲ τὸ πρόσωπον τοῦ πάντων Δημιουργοῦ, τὸ πληροῦν ἡμᾶς εὐλογίας καὶ οἰκτιρμῶν, ἐπιφανέντος ἡμῖν τοῦ χαρακτῆρος τῆς ὑποστάσεως αὐτοῦ, καὶ ἐμφανίσαντος ἑαυτὸν τοῖς ἀξίοις· ἐπεὶ γὰρ εἰκών ἐστι τοῦ Θεοῦ τοῦ ἀοράτου, ὁ νῷ καθαρῷ προσβαλὼν αὐτῷ, ὁρᾷ τὸν Πατέρα. Ὁ ἐμὲ γάρ, φησιν, ἑωρακώς, ἑώρακε τὸν Πατέρα. Τότε τοὺς εὐεργετουμένους οἰκτείρει, καὶ Εὐλογεῖ πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ. Ἐπιφάναντος γάρ σου τὸ πρόσωπον, γινώσκεται ἡ ὁδὸς ἡ πρὸς σὲ ἄγουσα τὸν Πατέρα, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδός· καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ. Ὁ δὲ αὐτὸς ἔσται καὶ σωτήριον ἐν πᾶσιν ἔθνεσι, πληρωθέντος τοῦ, Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. Λέγοις δ’ ἂν ὁδὸν καὶ τὰς ἐντολὰς αὐτοῦ, κατὰ τό· Ὁδὸν ἐντολῶν σου ἔδραμον· καὶ καταλλήλως σωτηρίαν, ἣν ἐλήλυθε παρασχεῖν, ὥστε πᾶσι τὴν εἰς ἡμᾶς σου σωτηρίαν σαφῆ γενέσθαι.