# Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ Οʹ.

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ Οʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A3%20%CE%9F%CA%B9.

Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με. Καλῶς πρὸς τό, μὴ καταισχυνθείην, ἐν τῇ δικαιοσύνῃ σου. Εἰ γὰρ καὶ εἰς σὲ ἥμαρτον, ἀλλὰ καιοσύνῃ σου. Εἰ γὰρ καὶ εἰς σὲ ἥμαρτον, ἀλλὰ τούτων με δικαίως ἀπαλλάξεις· ὅτι τε οὐδεμίαν ἔχουσι γνῶσιν τῆς σῆς ἰσχύος, καὶ ὅτι μάτην ἡμᾶς ἀδικοῦσι. Κλῖνον πρός με τὸ οὖς σου. Τουτέστιν, ὡς ἀσθενεῖ συγκατάβηθι. Κλῖνον τὸ οὖς σου ὡς ἁμαρτωλῷ, καὶ μὴ δυναμένῳ σὺν παῤῥησίᾳ προσεύξασθαι· ἤ, τὸ γοῦν ἀληθέστερον, ἔγγισον. Οὐδὲ γὰρ ἡμεῖς ἐγγίσαι τῷ Θεῷ χωροῦμεν, ἐὰν μή, ὁ πανταχοῦ παρών, ἐγγὺς ἡμῶν γένηται τῇ συμπαθείᾳ. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν. Ἁμαρτωλὸν παράνομόν τε καὶ ἄδικον καλεῖ τὸν διάβολον· ἐκ χειρός τε αὐτοῦ ῥυσθῆναι (δηλαδὴ τῆς ἁμαρτίας, ἣν ἐν ταῖς μεθοδείαις ἔχει τῶν ἡδονῶν) προσεύχεται. Εἰ δὲ καὶ ἀνθρώπων ἁμαρτωλῶν λέγει ῥυσθῆναι, καὶ τοῦτο μακάριον. Εἰ μὲν γὰρ ἐχθρὸς ὁ ἁμαρτωλός, οὐ φείδεται· εἰ δὲ φίλος, βαρὺς καὶ οὕτως· οἷα γὰρ αὐτὸς ἄρα συμβουλεύει, τοῖς φίλοις καὶ προτρέπεται. Ἀμαρτωλοῦ τοίνυν ἐχθροῦ τε καὶ φίλου ῥυσθῆναι καὶ ἡμεῖς προσευξώμεθα· τοῦ μὲν διὰ φιλίας, τοῦ δὲ δυναστείας, ἑκατέρας ἀδίκου καὶ παρανόμου βλάπτοντος. Πληρωθήτω τὸ στόμα μου αἰνέσεως. Οὐδεὶς ὑμνῆσαι τὸν Θεὸν οὐδὲ τὰ τοῦ Θεοῦ, ἐὰν μὴ πληρωθῇ παρ’ αὐτοῦ σοφίας καὶ αἰνέσεως, δύναται. Τί δὲ ὑμνῆσαι βούλεται; Δόξαν Θεοῦ καὶ μεγαλοπρέπειαν· τουτέστι τὰ μεγάλα τοῦ Θεοῦ, καὶ λίαν δεδοξασμένα θαύματα, περὶ ὧν ἔλεγεν· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. πάντα ἐν σοφίᾳ ἐποίησας. Ὅπως ὑμνήσω τὴν δόξαν σου. Μεγαλοπρέπειαν τὸ Πνεῦμα καλεῖ· ἐν αὐτῷ γὰρ τὰ μεγάλα τοῦ Θεοῦ θαύματα καὶ τὰ κατορθώματα γίνεται. Ἡμέραν δὲ ὅλην τὸν βίον τὸν ἡμέτερον. Ὅτι εἶπον οἱ ἐχθροί μου ἐμοί. Φυλάσσουσιν ἡμῶν τὰς ψυχάς, οὐκ εἰς ἀγαθόν, ἀλλ’ εἰς κακὸν οἱ δαίμονες, ἐπιτηροῦντες αὐτάς, ὥστε καὶ παγιδεῦσαι ἐνεδρεύοντες· οὗτοι γάρ, ὅταν ἡμᾶς τηρήσαντες διὰ τὴν ἀμαρτίαν, καὶ πρὸς ἀγαθοεργίας ἀσθενήσαντας ἴδωσιν, ὡς καταληφθέντων ὑπὸ Θεοῦ, ἐν ὁμονοίᾳ βούλονται οὐ μόνον καταδιῶξαι, ἀλλὰ καὶ καταλαβεῖν σπουδάζοντες· δοκοῦσι γὰρ οὐκ εἶναι τὸν ῥυόμενον. Ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ’ ἐμοῦ. Καὶ πῶς ὁ Θεὸς ἐπὶ πάντων καὶ ἐν πᾶσι μακρύνεται, ἀλλ’ ἢ ὅταν ἡμεῖς τῆς αὐτοῦ παρουσίας ἀνάξια πράξωμεν; ὥσπερ διὰ τῆς προφητικῆς γλώττης πρὸς Ἰουδαίους ἔλεγεν· Αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀναμέσον ὑμῶν καὶ τοῦ Θεοῦ. Ἐπλεόνασας ἐπ’ ἐμὲ τὴν μεγαλωσύνην. Μεγαλωσύνη Θεοῦ ἡ πρὸς ἡμᾶς συγκατάβασις· ὡς γὰρ μέγιστος μένει μέγας, καὶ τοῖς μικροῖς συγκατέρχεται. Πῶς δὲ τὴν πρὸς ἡμᾶς συγκατάβασιν ἐπλεόνασεν; Ὅταν δηλονότι γενόμενος ἄνθρωπος, οὕτω τε ἡμᾶς ἐκ τῆς πλάνης ἐπιστρέψας οὐκ ἐφόβησεν ὡς δούλους, ἀλλ’ ὡς υἱοὺς παρεκάλεσεν. Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι. Οὐ τοσοῦτον τοῖς αἰσθητοῖς ὅσον ἐν καρδίᾳ καθαρᾷ, ἐν γλώττῃ σωφρονούσῃ, καὶ μηδὲν φθεγγομένῃ ἁγιωσύνης ἀλλότριον. Ταῦτα γὰρ ἀληθῶς σκεύη ψαλμοῦ δικαίως ὀνομάζεται.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
