# Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΟΖʹ. Συνέσεως τῷ Ἀσάφ..1

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΟΖʹ. Συνέσεως τῷ Ἀσάφ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A3%20%CE%9F%CE%96%CA%B9.%20%CE%A3%CF%85%CE%BD%CE%AD%CF%83%CE%B5%CF%89%CF%82%20%CF%84%E1%BF%B7%20%E1%BC%88%CF%83%CE%AC%CF%86..1

αʹ. Σύντομος ἡ προγραφή· περὶ γὰρ τοῦ μήκους τοῦ τῆς προφητείας ὁ ψαλμὸς ἠσχόληται. Πλὴν ὅτι τούτου χάριν αὐτὸν ἐπιγράφει Συνέσεως, ἵνα τὰ κακὰ ἃ τοῖς Ἰουδαίοις ἐξ ἀνοίας συνέβη φυλαξώμεθα, δηλοῖ δὲ τῶν ἑξῆς τὸ προοίμιον· Προσέχετε, λαός μου, τῷ νόμῳ μου· κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου. Ὁρᾷς ἡλίκον ἀξίωμα τῷ προφήτῃ τὸ Πνεῦμα περιτίθησιν, ἡμᾶς ητακοὺν προτρέψαι προφητείας βουλόμενον; Λαὸν γὰρ αὐτοῦ τὸν τοῦ Θεοῦ λαόν, καὶ νόμον αὐτοῦ τὸν τοῦ Θεοῦ νόμον καλεῖ· ἐπειδὴ τῶν φρονίμων δούλων καὶ πιστῶν οἰκετῶν δ πρὸς τοὺς δεσπότας τὰ κτήματα, ὥς τε καὶ ὁ Θεὸς πρὸς Μωϋσέα ἔλεγεν· Ἠνόμησε ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου. Τί δέ ἐστι, Προσέχετε τῷ νόμῳ μου; Μὴ καταφρονητικῶς ψηλαφᾶτε, προσεχῶς ἐρευνήσατε, καὶ τότε τὸ οὖς εἰς ὑπακοὴν κλίνατε. Ὁ μὲν γὰρ παρέργως ἀκούων τοῦ Θεοῦ τὸν νόμον, ἢ περιττὸν αὐτὸν ἢ φορτικὸν λογίζεται, ὅθεν αὐτοῦ τὸ οὖς ἀκούειν οὐ δυνήσεται· ὁ δὲ προσεχῶς μελετῶν, αἰσθάνεται ὅτι χρηστὸς ὁ ἐξ αὐτοῦ ζυγός, καὶ ἐλαφρὸν τὸ φορτίον, καὶ κλίνει τὸ οὖς εἰς τὰ ῥήματα τῆς προφητείας, τουτέστιν ὅλην αὐτοῖς τὴν προφητείαν παρέχει, ἀγάπῃ τῇ πρὸς αὐτά, καὶ τὸ Πνεῦμα ἀφ’ οὗ πᾶν ἐνεργεῖται θέμενος. Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς. Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. Εἰ καὶ παραβολάς, φησι, τὰς τῶν ἄνωθεν χρόνων μέλλω καὶ προβλήματα ἀρχαῖα διαλέγεσθαι, ἀλλ’ ὅμως ἀξιόπιστος ὑπάρχω περὶ τούτων φθεγγόμενος· ἀκοῇ γὰρ αὐτὰ καὶ γνώσει μεμάθηκα, ἣν (ἃ) οὐχ οἱ πατέρες τῆς σαρκός, ἱερεῖς δὲ καὶ προφῆται ἐκδεδώκασι. Καλῶς δὲ οὐ μόνον ἀκοῦσαι, οὐδὲ γνῶναι, ἀλλὰ μετὰ πλειόνων ἐνδείκνυται, εἰπών, Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά· ἐπειδὴ κοινὴ πάντων ἡ τοιαύτη γνῶσις καὶ ἀκοὴ τῶν προφητῶν καθέστηκε. Παραβολὰς καὶ προβλήματα λέγει, ἐπειδὴ τῇ ἱστορίᾳ διδασκαλίαν ἀνέμιξεν, ὅπερ παραβολῶν τῶν ἐν ταῖς θείαις Γραφαῖς καὶ προβλημάτων ἴδιον· ἐν οἷς φησιν ἀνοίγειν τὸ ἑαυτοῦ στόμα, ἵνα καὶ ἡμεῖς τὸ εἰρημένον ζηλώσωμεν, ἀεὶ τῷ Θεῷ καθάπερ καρποῦ παντός, οὕτω καὶ σωμεν, ἀεὶ τῷ Θεῷ καθάπερ καρποῦ παντός, οὕτω καὶ τῶν χειλέων ἀρχόμενοι, καὶ μὴ κινοῦντες τὴν γλῶσσαν, πρὶν ἂν ἐκεῖνα φθέγξηται οἷσπερ αὐτὴν ὁ ἀρέσκεται. Πρὸς τούτοις ἐρεῖς τὸν προφήτην ἀναλαβεῖν τὸ τοῦ Κυρίου πρόσωπον· αὐτοῦ λαὸς ἡ ἀνθρωπότης, αὐτοῦ νόμος τὰ ἀρχαῖα προστάγματα. Περὶ αὐτοῦ Ματθαῖός φησιν· Ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου. Τί δὲ νῦν ἐπήγαγεν; Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. Πρέποντα ταῦτα τῇ ἀνθρωπότητι. Καὶ ἵνα δείξῃ τὰ παρ’ αὐτοῦ τοῖς διὰ τῶν προφητῶν ἐοικότα καὶ σύμφωνα· Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν. Ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυρίου καὶ τὰς δυναστείας αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησεν. Τίνες ἀνη περὶ ὧν ἔμπροσθεν ἔλεγον, Οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν, ἀλλ’ ὑπὲρ σεν. σσω τοῦτο αὐτῇ τῇ προφητείᾳ τάξας. βʹ. Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν. Γενεὰν δὲ ἑτέραν τὰ ἔθνη καλεῖ, περὶ ἧς καὶ ἀλλαχοῦ φησιν· Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη. Οἱ δὲ αὐτοὶ καὶ τέκνα τοῦ ὄντως Ἰσραὴλ χρηματίζουσιν, ὥσπερ αὐτῶν κληρονομήσαντες τὴν εἰς Θεὸν εὐσέβειαν· Ὅθεν καὶ Παῦλος ἔλεγεν, Ὧν ἡ υἱοθεσία, καὶ ἡ λατρεία, καὶ ἡ διαθήκη, καὶ ἡ νομοθεσία, καὶ ὧν οἱ πατέρες. Οὗτοι τοίνυν ἡμῖν ὡς υἱοῖς τοῦ Κυρίου τὰς αἰνέσεις ἀνήγγειλαν. Οὐδὲ γὰρ τίνα χρὴ τρόπον αἰνεῖν τὸν Θεὸν ἐγινώσκομεν, εἰ μὴ προφῆται ἡμᾶς προλαβόντες ἐδίδαξαν λέγειν, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· καὶ πάλιν, Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· καὶ αὖθις, Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ, καὶ ὅσα τούτοις ὅμοια. Παρὰ τούτων τὰς δυναστείας τοῦ Θεοῦ, καὶ τὰ θαυμάσια ἃ ἐποίησε μεμαθήκαμεν· δυναστείας μέν, ἃς κατὰ τοῦ Φαραὼ τυχόν, ἢ καὶ τοῦ Ναβουχοδονόσορ, ἢ καὶ τῶν γιγάντων, καὶ τοιούτων ἑτέρων ἐδείξατο· θαυμάσια δὲ τὰ μετὰ τοῦ Ἰώβ, μετὰ τοῦ Δαυΐδ, μετὰ τοῦ Δανιήλ, μετὰ τῶν τριῶν παίδων, καὶ τῶν ἄλλων τῶν ἐν πειρασμοῖς στεφανωθέντων ἐποίησε. Καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακώβ. Οἷον, ἢ πότε; Ὅτε ἐπάλαιε μετ’ αὐτοῦ ὁ Θεὸς ἐν τῷ χειμάῤῥῳ Ἰακώβ. Δῆλον γὰρ ὡς ἐν εἴδει σχήματος ἀνθρώπου ἐπάλαιεν ὁ Θεός, καὶ κρατεῖσθαι παρ’ αὐτοῦ τούτοις μηνύει τοῖς ῥήμασιν· Ἀπόλυσόν με, ὅτι ἀνέβη ὁ ὄρθρος· οἷς ἐπήγαγεν ὁ Ἰακώβ· Οὐ μή σε ἀπολύσω ἐὰν μή με εὐλογήσῃς. Ἐκεῖνο τοίνυν τὸ θαῦμα μαρτύριον, ὅπερ καὶ ὑπόμνημα ὁ Χριστὸς τῆς ἑαυτοῦ κατὰ σάρκα θεοφανείας ἔθετο. Καὶ νόμον ἔθετο ἐν Ἰσραήλ. Ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν, τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν. Τούτου χάριν ἐν τῷ Ἰσραὴλ νόμον, φησίν, ἔθετο, καίτοι παραβαίνειν αὐτοὺς καὶ ἀθετεῖν τὰ νόμιμα μέλλοντας, ἵνα τοῖς υἱοῖς αὐτῶν (εἶναι δὲ τοὺς ἐξ ἐθνῶν ἐπιστρέφοντας ἔφημεν) γνωρίσῃ ὅσα τοῖς πατράσιν ἡμῶν ἐνετείλατο. Οὐκοῦν ἡμῶν χάριν ὁ λαὸς τῶν Ἰουδαίων νομοθεσίαν δέχεται· ἡμεῖς γὰρ τὸν νόμον κατὰ πνεῦμα καὶ ὥσπερ σκοπὸς τῷ νομοθέτῃ φυλάττομεν· σαφέστερον δὲ μηνύει τὰ ἑπόμενα· Ὅπως ἂν γνῷ γενεὰ ἑτέρα. Ποία; Υἱοὶ τεχθησόμενοι. Θεωρεῖς ὅτι περὶ τῶν ἐθνῶν λέγει; Οὔπω γὰρ ταῦτα τεχθέντα ὑπῆρχεν εἰς εὐσέβειαν· ἔμελλε δὲ διὰ βαπτίσματος τίκτεσθαι· ὅθεν υἱοὶ τεχθησόμενοι δικαίως ἐλέγοντο· ἀλλὰ καὶ πεπτωκότα διὰ τὴν εἰδωλολατρείαν. Καλῶς οὖν προφητεία αὐτῶν, τὴν ἐσομένην διὰ πίστεως τῆς εἰς Χριστὸν ἀνάστασιν· καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν· ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὐτῶν· καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσι. Τοῦτο γὰρ γνῶσις ὄντως Θεοῦ, τὸ μεταδοῦναι καὶ ἄλλοις τῆς γνώσεως, καὶ υἱοὺς τῇ μαθητείᾳ τῶν ἐντολῶν ἐργάσασθαι· ὅπερ σαφῶς πεποιήκασιν οἱ εἰς Χριστὸν πιστεύσαντες Οὐδενὶ γὰρ τῆς θεογνωσίας ἐβάσκανον· οὐδὲ ὅσοι προλαβόντες ἐπίστευσαν, ἀποκλεῖσαι τοῖς ἄλλοις τὴν ὁδὸν βούλονται· ἀλλὰ παρεγγυῶσιν ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα ἔχειν, καὶ μὴ ἐπιλανθάνεσθαι τῶν ἔργων τοῦ Θεοῦ, ἐκζητεῖν δὲ αὐτοῦ καὶ τὰς ἐντολάς. Ταῦτα γὰρ πᾶσι τοῖς οἰκείοις καὶ τοῖς ἀλλοτρίοις ἡμέρας ἑκάστης ὑπ’ Ἐκκλησίας κηρύττεται· ἐν ᾗ Παῦλος πᾶσι καὶ πάσαις βοᾷ· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Οὐχ οὕτως δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἐποίουν, τὴν κλεῖδα λαμβάνοντες τῆς γνώσεως, καὶ μηδενὶ συγχωροῦντες εἰσελθεῖν· τοῦτο γὰρ αὐτοὺς ὁ Κύριος ταλανίζων ἐδήλωσεν· ὥς φησι τὰ ἑπόμενα· Ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν. Ἐπειδὴ γὰρ τὰ ἔθνη τοὺς ἐξ Ἰσραὴλ πατέρας δικαίως διὰ τὸ εἶναι τὸν Χριστὸν ἐξ αὐτῶν ἐπιγράφεται· ὧν οἱ μὲν χρηστοί, προφῆται καὶ ἱερεῖς οἱ ὄντως, καὶ ὅσοι τὸν νόμον κατώρθωσαν· πονηροὶ δὲ πάλιν, ὅσοι ταύτας ψευδῶς τὰς ἀξίας περιέκειντο· ἀλλὰ ἐπειδὴ πονηρῶν μνημονεύειν καὶ παρανόμων ἔμελλεν, ἀναγκαίως πατέρας εἰπὼν ἄνια περὶ ὧν λέγεται προσέθηκεν· Γενεὰ σκολιὰ καὶ παραπικραίνουσα· γενεὰ ἥτις οὐ κατεύθυνε τὴν καρδίαν ἑαυτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Γλώττῃ γὰρ πάντες μόνῃ τὴν πίστιν ἐπηγγείλαντο, οὐχὶ δὲ ὄλῃ καρδίᾳ καὶ καθαρῷ τῷ πνεύματι· ὅθεν ἦσαν σκολιοὶ καὶ παραπικραίνοντες, καὶ τὴν καρδίαν οὐ πρὸς τὸν Θεὸν κατεύθυναν, οὐ τὰ ἀπὸ τῶν χειλέων, ἀλλὰ τὰ ἀπὸ τῶν κινημάτων τῶν ἐν ψυχῇ βουλόμενον δέχεσθαι. Οὓς ἵνα μὴ ζηλώσωμεν, ὁ νόμος ἡμῖν ὁ παρ’ ἐκείνων ἀμεληθείς, εἰς ἀνάμνησιν πνευματικὴν καὶ κατόρθωσιν δέδοται. Υἱοὶ Ἐφραῒμ ἐντείνοντες καὶ βάλλοντες τόξοις ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἠβουλήθησαν πορεύεσθαι. Ἀπὸ τῆς μείζονος φυλῆς ὅλον τὸν λαὸν τοῦ Ἰσραὴλ τὸν ἀποσχισθέντα τοῦ Ἰούδα ἐδήλωσεν· ὁ γὰρ Ἐφραῒμ ἐν ταῖς δέκα φυλαῖς ταῖς ὑπὸ τὸν Ἱεροβοὰμ γενομέναις ἐπρώτευεν. Οὕτω τοιγαροῦν καὶ τοὺς ἄλλους προφήτας τὸν Ἰσραὴλ εὑρήσεις ὀνομάζοντας. Δηλοῖ δὲ Ὠσηέ· φησὶ γάρ· Τί ποιήσω σοι, Ἐφραΐμ; τί ποιήσω σοι, Μανασσῇ; τί ποιήσω σοι, Ἰούδα; Ἰούδαν μὲν τὰς δύο φυλὰς καλῶν, ὧν ὁ οἶκος τοῦ Ἰούδα ἐβασίλευεν· Ἐφραῒμ αὖθις τὰς δέκα· ἐπειδήπερ ἡ φυλὴ τοῦ Ἐφραῒμ τὴν τούτων βασιλείαν ἐκέκτητο. Οὗτοι τοίνυν Ἐντείνοντες καὶ βάλλοντες τόξοις· ἦν γὰρ αὐτοῖς θεοσεβείας ὄργανα. Ἐστράφησαν ὅμως εἰς φυγήν, εὔδηλον ἐν ἡμέρᾳ τοῦ νοητοῦ πολέμου, νῶτα τοῖς ἐχθροῖς δεδωκότες τοῖς δαίμοσι. Τί δὲ αὐτοὺς εἰς φυγὴν τραπῆναι καὶ νῶτα δοῦναι τοῖς ἐχθροῖς παρεσκεύασε; Τὸ μὴ φυλάξαι τὴν διαθήκην τοῦ Θεοῦ, μηδ’ ἐν τῷ νόμῳ αὐτοῦ πορευθῆναι. Καὶ πότε τοῦτο ὑπέστησαν; Ἡνίκα δύο δαμάλεις χωνευτὰς προσεκύνησαν. Ὅθεν αὐτοῖς τὰ ἑξῆς τραγῳδῶν ἐπήγαγε· Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ, καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς, ἐναντίον τῶν πατέρων αὐτῶν· ἃ ἐποίησε θαυμάσια ἐν γῇ Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως. γʹ. Ἐν ὀλίγοις ὅλα τὰ κατὰ τὴν Αἴγυπτον ἐμνημόνευσε θαύματα, ὧν αὐτοῖς ὀνειδίζει λήθην. Οὐ γὰρ ἂν τὸν εὐεργέτην κατέλιπον, εἰ μὴ διὰ μέγεθος ἀγνωμοσύνης τὰς εὐεργεσίας ἀπὸ τῆς μνήμης ἐξέβαλον, καὶ τὰ θαυμάσια ὧν τοὺς πατέρας ἐκτήσαντο μάρτυρας, αὐταῖς τὰ σημεῖα παραλαβόντες ταῖς ὄψεσιν, ἄπερ ἐν τῷ πεδίῳ Τάνεως γεγενῆσθαι παρέθετο· ἐπειδὴ ταύτην ὁ Φαραὼ πάντως ὡς ἀρχαιοτέραν οἰκῶν ὑπῆρχεν καὶ μείζονα· ὅτι δὲ ἀρχαιοτέρα ἡ Τάνις, ἡ θεία δηλοῖ Γραφή. Βουληθεὶς γὰρ τῆς Χεβρὼν τὸ λίαν ἀρχαῖον προσμαρτυρῆσαι, πρὸς τὴν Τάνιν ἐποιεῖτο τὴν σύγκρισιν· λέγει δὲ οὕτως· Ἡ δὲ Χεβρὼν ᾠκοδομήθη πρὸ τοῦ Τάνιν ἐν Αἰγύπτῳ οἰκοδομηθῆναι, ἤγουν τὰ τοῦ Φαραὼ βασίλεια. Διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτούς· παρέστησεν ὕδατα ὡσεὶ ἀσκόν. Πολλὴν ἐνταῦθα τοῦ θαυματουργοῦντος παρέστησε δύναμιν· ἔτι τὴν θάλασσαν πρὸς τὴν τοῦ λαοῦ πάροδον πειρῶ δεό ἐχέρσωσεν ὅμως, ἀλλ’ ὡς οἰκείου στοιχείου φειδόμενος, εἰς δύο ταύτην ἐμέρισε. Τοῦτο γάρ ἐστι τό, Διέῤῥηξεν. Εἶτα κυρτώσας καθάπερ ἀσκόν, ἑκάτερον χεῖλος τοῦ μερισθέντος ὕδατος, γῆν ἐν μέσῳ τῆς θαλάσσης γυμνωθείσης ἔδωκε τοῖς ὁδεύουσι· διόπερ τοῦ λαοῦ περαιωθέντος, εἰς τὴν ἑαυτῆς χώραν ἐπαφῆκε τὴν θάλασσαν. Καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. Θεωρεῖς τῆς τοῦ θαυματουργοῦντος προνοίας τὸ μέγεθος; Ἐπειδὴ γὰρ σημείου πρὸς τὴν ὁδὸν ἐρήμην οὖσαν καὶ παρ’ αὐτῶν ἀγνοουμένην ἔχρῃζον, οὐ τῆς χρείας μόνης, ἀλλὰ καὶ τῆς ὠφελείας ἐπεμελήθη τούτων οἲ τὸ σημεῖον ἐδέχοντο. Διόπερ αὐτοῖς νεφέλην μὲν ἐν ἡμέρᾳ παρέσχεν, ἀπὸ τοῦ ἡλιακοῦ σκιάζουσαν καύσωνος· στῦλον δὲ πυρὸς ἐν νυκτί, πρὸς τῷ φωτὶ καὶ θέρμην (ὑγροτέρα γὰρ ἡ νὺξ καὶ ψυχροτέρα) παρέχοντα, Ὥστε καὶ ἡμεῖς ὅταν Θεοῦ ὁδηγοῦντος ὁδεύωμεν, καύσωνος μὲν ἡδονῶν ἐπελθόντος, τὴν νεφέλην τῆς μετανοίας ομεν· ψυγείσης δὲ τῆς ἀγάπης, τῷ ζήλῳ ταύτην καθάπερ στύλῳ πυρός, εντες, ἀνάπτειν δυνησόμεθα. Διέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ. Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας, καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα. Τάχα πού τινες δοκοῦσιν, ὅτι δὶς τὸ αὐτὸ σημεῖον ὁ προφήτης ἐξέθετο· ἔχει δὲ οὐχ οὕτως, ἀλλὰ δεύτερον αὐτοῖς τὸ ὕδωρ ἐκ πέτρας ὁ Μωϋσῆς ἐξήγαγεν, ἅπαξ μὲν ἐν τῇ ἐρήμῳ Χωρήβ, τὸ δὲ δεύτερον ἐν Κάδης, ἔνθα Μαριὰμ ἐτάφη τελευτήσασα· εἰς πλησμονὴν δὲ ἑκάτερον, ὥστε τό, Ἐν ἀβύσσῳ πολλῇ, λέγεσθαι· ἐπειδὴ οὐχὶ ποταμῷ, ἀλλὰ πολλοῖς διὰ τὸ πλῆθος ἦν ἱκανὸν τὸ ὕδωρ παραβάλλεσθαι. Τοῦτο γὰρ ἦν σύστασις, ὅτι πρὸς ἀλήθειαν, οὐχὶ δὲ φαντασίαν αὐτοῖς ἐγεγόνει τὰ θαύματα. Καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ. Δεινὴν κατηγορίαν τοῦ λαοῦ τῶν Ἰουδαίων ἐξέθετο, ὅτι τηλικαῦτα δεχόμενοι θαύματα, δέον τῶν ἀρχαίων ἁμαρτημάτων ἀπέχεσθαι, ἕτερα ὅμως ἐκείνοις προσέθηκαν, οὐχ ἁπλῶς ἁμαρτάνοντες, ἀλλ’ Αὐτῷ, τουτέστιν εἰς αὐτὸν πλημμελοῦντες τὸν τὰ σημεῖα παρέχοντα· διόπερ ἐπήγαγεν· Παρεπίκραναν τὸν Ὕψιστον ἐν ἀνύδρῳ. Πῶς παρεπίκραναν; Οὐ διψήσαντες, οὐδὲ ὕδωρ αἰτήσαντες, ἀλλὰ φαυλίζοντες καὶ λοιδοροῦντες τὸν παρέχοντα. Ὅθεν οἱ τῶν θαυμάτων χῶροι, ὁ μὲν ὕδωρ ἀντιλογίας, ὁ δὲ πειρασμὸς ἐλέγετο καὶ λοιδόρησις, διὰ τὸ πειράζειν αὐτοὺς Κύριον λέγοντας, Εἰ ἔστι Κύριος ἐν ἡμῖν, ἢ οὔ; Τοῦτο γὰρ αὐτῇ λέξει Μωϋσῆς ὁ νομοθέτης ἐξέθετο. Τούτοις σαφῶς ἔοικε τὰ ἐχόμενα· Καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν. Θεωρεῖς ὅτι τὸν Θεὸν ἐπείραζον, εἰ δύναται χορηγῆσαι κατὰ τὴν ἔρημον βρώματα· ὥστε ἀπὸ κακίας, οὐχὶ δὲ ἐξ ἐνδείας ὑπῆρχε τοσοῦτον ἡ αἴτησις· τοιγαροῦν οὐδὲ ἁπλῶς, Βρώματα, ἀλλά, Ταῖς ψυχαῖς αὐτῶν, τουτέστι κατὰ τὰς ἑαυτῶν ἡδονάς, καὶ τὰς τῆς ψυχῆς ἐπιθυμίας ἠβούλοντο περὶ σικύων καὶ πεπόνων καὶ κρομμύων ὡς σπανιζόντων γογγύζοντες. Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπον. Δεινὸν μὲν καὶ τοῦ τυχόντος καταλαλεῖν· διόπερ φησὶν ὁ Δαυΐδ· Τὸν καταλαλοῦντα λάθρᾳ τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· δεινότερον δὲ δεσπότου· τιμωρία γὰρ τὸν καταλαλοῦντα διαδέχεται· ἀλλὰ Θεοῦ δεινότατον, ἐπειδὴ καὶ πατὴρ ἡμῖν καὶ δεσπότης καὶ τροφεὺς ὁ Θεός, καὶ πᾶν ὅπερ ἂν εἴποις εὐεργεσίας ἢ δυναστείας, ἐχόμενος. Δεῖ τοίνυν ἢ φόβῳ τῆς αὐτοῦ δυναστείας, ἢ ἀγάπῃ τῆς παρ’ αὐτοῦ εὐεργεσίας, τῆς εἰς αὐτὸν λοιδορίας ἀπέχεσθαι. Τί δὲ ὅμως κατελάλουν; Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; Ἐπεὶ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δύναται δοῦναι, ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ; Χαλεπὴ τῶν βλασφήμων ἄρα καὶ παρανόμων ἡ τύφλωσις. Ἀφ’ ὧν γὰρ ἔδει μεγάλα παρὰ Θεοῦ στοχάζεσθαι, καὶ θαῤῥεῖν ὅτι πάντα δύναται, ἀδυνατεῖ δὲ αὐτῷ οὐδέν, ἐκ τούτων τὰ περὶ αὐτοῦ ἀπαγορεύουσι, μονονουχὶ καὶ ταῦτα λέγοντες· εἰ καὶ ὕδωρ ἐχορήγησεν, ἀλλὰ τροφὴν χορηγῆσαι οὐ δύναται, ὡς κάμνοντος αὐτοῦ ἐπὶ τῷ θαυματουργεῖν, καὶ τὴν φιλοτιμίαν τοῖς προλαβοῦσι σημεῖα δαπανήσαντος· ἐφ’ οἷς εἰκότως κινεῖται· δηλοῖ δὲ τὰ ἑπόμενα. Διὰ τοῦτο ἤκουσε Κύριος καὶ ἀνεβάλετο· τουτέστι, Πρὸς ὀργὴν ἐκινήθη· οὕτω γὰρ Θεοδοτίων καὶ οἳ τὴν πέμπτην ἐκδεδώκασι. δʹ. Διὰ τί δὲ τὴν ἀναβολὴν ἐπὶ τῆς ὀργῆς ἐξέλαβον ἑκάτεροι; Οὐ μάτην γὰρ τοῦτο, ἀλλ’ ἐπειδὴ συμβαίνει ὡς τὰ πολλὰ τοῖς ὑπὸ θυμοῦ κεκινημένοις ἀναβάλλεσθαι τὴν στολήν, ἐπειγομένοις ὥσπερ εἰς ἐκδίκησιν· σύνηθες δὲ τοῖς προφήταις περιτιθέναι τῷ Θεῷ τὰ ἀνθρώπινα σχήματα, ἵνα ταύτας τὸ ποιὸν ἑκάστης ἐνεργείας ἧσπερ ἐνεργεῖ δείξωσιν. Ὅτι δὲ ἀναβολὴν ἐνταῦθα τὴν κίνησιν τῆς ὀργῆς τὴν ταχεῖαν ἐκάλεσεν, ἄκουε τὰ ἑπόμενα. Καὶ πῦρ ἀνήφθη ἐν Ἰακώβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ. Ὡς γὰρ ὀργισθέντος Θεοῦ, πῦρ κατὰ τῶν παρασκευασάντων τὴν ὀργὴν ἐξῆλθεν εἰς ἐκδίκησιν. Αἰτία δὲ τίς; Ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ, οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. Παροξύνεται γὰρ ὁ Θεὸς ἀπιστούμενος, ἐπειδὴ πᾶς ἀπιστῶν Θεῷ, οὐδὲ κρίσιν προσδέχεται, ἀλλὰ καὶ φαυλίζει τὸν αὐτοῦ νόμον· εἰ δὲ τὸν θεῖον, πολὺ μᾶλλον τὸν ἀνθρώπινον· καὶ σύγχυσιν ἐντεῦθεν ἡ καθ’ ἡμᾶς πολιτεία ὑφίσταται. Τί γὰρ μὴ ὀκνήσουσιν εἰπεῖν οἱ μὴ πιστεύοντες εἰς τὸν Θεόν, μηδὲ εἰς τὴν παρ’ αὐτοῦ σωτηρίαν ἐλπίζοντες; Ὁμοῦ δὲ αὐτοὺς διαβαλεῖ, ὡς μὴ μόνον εἰς τὸν Πατέρα ἀπιστοῦντας, ἀλλὰ καὶ εἰς τὸν Υἱὸν ἀπιστήσαντας. Διό φησιν· Οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ· τὸν Χριστὸν λέγων, ὅνπερ σωτήριον πολλοὶ μὲν τῶν προφητῶν, σαφῶς δὲ καὶ Συμεὼν λαβὼν ἐν ταῖς ἀγκάλαις ὠνόμασε. Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξεν. Νεφέλας ὑπεράνωθεν τὰς ἐν ὕψει λέγει· διόπερ αὐτὰς καὶ θύρας οὐρανοῦ, ὡς προβεβλημένας τοῦ οὐρανοῦ, προσηγόρευσεν· εἰσὶ γάρ τινες τῶν νεφελῶν περίγαιοι, ὥστε καὶ τῶν ὀρέων αὐτὰς κατωτέρας εὑρίσκεσθαι. Καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν. Μήποτε γὰρ δι’ ἀδυναμίαν τοῦ πληρῶσαι τὴν αἴτησιν τὸν Θεὸν ὀργισθῆναι νομίσωσι, τὴν μὲν βλασφήμων καὶ οὐκ αἰτούντων, πῶς δεῖ πρεσβεύεσθαι παρὰ Θεοῦ, πῦρ ἐν αὐτοῖς ἀνάψας ἐπήγαγεν, ὥστε καὶ τὸ χωρίον ἐμπυρισμόν, πολλῆς ἐν αὐτῷ τοῦ λαοῦ μοίρας ἐμπρησθείσης, ὀνομάζεσθαι. Μετὰ δὲ τοῦτο τὰ αἰτηθέντα ἔδωκεν. Ἄρτον γε μὴν οὐρανοῦ καὶ ἄρτον ἀγγέλων τὸ μάννα καλεῖ, ἐπειδήπερ οὐ χερσὶν ἀνθρωπίναις παρεσκεύαστο· ἐξ οὐρανοῦ δέ, ἔνθα τῶν ἀγγέλων ὁ χορός, ἐφέρετο. Ἐπισιτισμὸν γὰρ αὐτοῖς ποῖον εἰς πλησμονὴν ἀπέστειλεν, ἔχει σαφῶς τὰ ἑπόμενα· Ἀπῆρε νότον ἐξ οὐρανοῦ, καὶ ἐπήγαγεν ἐν τῇ δυνάμει αὐτοῦ λίβα. Καὶ ἔβρεξεν ἐπ’ αὐτοὺς ὡσεὶ χνοῦν σάρκας, καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά. Ἕτοιμα τῷ Θεῷ τὰ ἀγαθά· καιρῷ δὲ ὅμως παρ’ αὐτῷ τῷ δέοντι φυλαττόμενα. Ὅθεν τὸν τῶν Ἰουδαίων λαὸν κορῆσαι βουλόμενος, οὐ κοινήν τινα (καινήν τινα) δημιουργίαν παρήγαγε νότον καὶ λίβα νικήσας. Οὗτοι γὰρ ἐν τοῖς χώροις τοῖς θερμοτέροις πνέουσιν, ἔνθα τὸ τῆς ὀρτυγομήτρας δημιουργὸς ἔταξε διαγίνεσθαι, καὶ καθάπερ ἐκ θησαυρῶν ἑτοίμων τὸ σκοπηθὲν ἐπλήρωσεν. Ἡμεῖς δὲ μὴ πάντως ὑπερβολικῶς εἰρῆσθαι ταῦτα τῷ προφήτῃ νομίσωμεν, ὅτι Ἔβρεξεν ὡσεὶ χνοῦν σάρκας, καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά. Ἄπειρα γὰρ τοῦ Θεοῦ τὰ δημιουργήματα καὶ ἡμῖν ἀγνοούμενα. Τοσοῦτον τοίνυν ἦν τῶν ὀρνέων τὸ πλῆθος, ὥστε μὴ λίνοις μηδὲ παγίσιν ἢ μηχαναῖς ἄλλαις, χερσὶ δὲ πρὸς τὴν θήραν ἑτοίμην οὖσαν καὶ προκειμένην χρήσασθαι, ὡς τὰ ἑξῆς παρίστησι μάλιστα. Καὶ ἐπέπεσον εἰς μέσον τῆς παρεμβολῆς αὐτῶν, κύκλῳ τῶν σκηνωμάτων αὐτῶν. Καὶ ἔφαγον, καὶ ἐνεπλήσθησαν σφόδρα. Οὐκοῦν καὶ τοῦτο πλῆθος νόησον λαοῦ, τοσοῦτον μὲν τὸν ἀριθμόν, οὕτω δὲ γαστριμάργου κορεσθέντος οὐ πρὸς ἡμέραν μίαν, ἀλλὰ πρὸς τριάκοντα, ὡς δυνήσῃ μαθεῖν τὴν παρὰ Μωϋσῇ ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν ἱστορίαν ἐπερχόμενος. Καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς· οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν. Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ’ αὐτούς, καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν, καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν. Οὐ μάτην ἄρα τὰς πολλὰς ἡμῶν αἰτήσεις ὁ Θεὸς ἀναβάλλεται, πρὸς τὸ συμφέρον δέ, ἐπειδὴ τῶν ἐπιθυμιῶν αἱ πλεῖσται ἀσύμφοροι τοῖς ἀνθρώποις τυγχάνουσιν, ἃς τοῖς ἁμαρτωλοῖς ἐπιτελεῖ πολλάκις ὀργιζόμενος. Καὶ τίνος χάριν ἐπιτελεῖ; Μήποτε ὡς ἀσθενοῦντα αὐτόν, καθάπερ ἔφημεν, μέμψωνται. Ἐπιτελέσας τιμωρεῖται τοὺς λαμβάνοντας, ὅπως καὶ ἡμᾶς φοβήσῃ μηδαμῶς βιάζεσθαι τὸν Θεὸν ταῖς ἀθέσμοις αἰτήσεσι. Τοιγαροῦν τοῖς Ἰουδαίοις τὴν ἐπιθυμίαν τῆς βρώσεως ἔδωκεν, ἔτι δὲ αὐτῶν ἐσθιόντων ἐπήγαγε τὴν ὀργήν, ἀποκτείνας αὐτῶν τοὺς πίονας, δηλαδὴ τοὺς παχυσάρκους, καὶ συμποδίσας τοὺς ἐκλεκτούς, οὐ τοὺς ἐν ἀρεταῖς λογάδας, ἀλλὰ τοὺς ἐν κακίᾳ· εἰσὶ γὰρ ἐν πονηρίᾳ ἐξαίρετοι. Ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι, καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ. Καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν, καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς. εʹ. Ἐκπλήττεται τὸ τῶν Ἰουδαίων ἀπειθὲς ὁ προφήτης καὶ σκληροκάρδιον, ὅτι περ οὐ μόνον οἷς ἔσχον εὖ, ἀλλὰ καὶ οἷς ἐπαιδεύοντο, ἀναισθητοῦντες ἔμενον, καὶ ἡμάρτανον ἔτι· τουτέστιν, ἁμαρτίας ἁμαρτίαις προσετίθησαν. Ἐποίουν δὲ τοῦτο, ἐπειδὴ ἐν τοῖς θαυμασίοις τοῦ Θεοῦ οὐκ ἐπίστευσαν· τουτέστι, πληροφορίαν ἢ πίστιν οὐκ ἐκέκτηντο. Τὰ γινόμενα γὰρ θαύματα καὶ σημεῖα ἀπὸ ταὐτομάτου συμβαίνειν, καθάπερ ἔθος τοῖς ἀσεβοῦσιν, ἐνόμιζον. Διὰ τοῦτο αἱ ἡμέραι αὐτῶν μετὰ σπουδῆς ἐξέλιπον· ἔκλειψιν δέ, οὐ τὴν ὀλιγότητα τοῦ χρόνου πάντως, ἀλλὰ τὴν ἀκαρπίαν τῶν ἀρετῶν λέγει. Πᾶς γὰρ ὁ μὴ βιώσας ἐν ἀρεταῖς, κἂν τύχῃ γεγονὼς πολυχρόνιος, ὅμως ἐν ἡμερῶν ἐκλείψει, τουτέστιν ἄωρος, τελευτᾷ, μὴ καρποφορήσας ταῦτα, ὧν ἕνεκα τὸν βίον εἰσῆλθε τὸν ἀνθρώπινον. Διὸ πλήρεις ἡμερῶν τὸν Ἀβραὰμ ἡ Γραφὴ καλεῖ, καὶ τὸν Ἰώβ, καίτοι πολλῶν ἔτη ζησάντων πλείονα. Ὅταν ἀπέκτεινεν αὐτούς, τότε ἐξεζήτουν αὐτόν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Καὶ ἐμνήσθησαν, ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι, καὶ ὁ Θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστι. Τὸ μὲν οὖν ὄντως καλὸν διαπαντὸς μεμνῆσθαι Θεοῦ· ὥστε καὶ παρὰ τὰς εὐπραγίας ἐπικαλεῖσθαι τὴν παρ’ αὐτοῦ βοήθειαν. Ἐὰν γὰρ ἡμεῖς αὐτοῦ μνημονεύσωμεν εὐθηνούμενοι, τότε καὶ αὐτὸς ἡμῶν θλιβομένων μιμνήσκεται. Τὸ δὲ ἄκοντα καὶ μαστιζόμενον ἐπιζητεῖν αὐτόν, οὐκ ἀπὸ γνώμης ἐπιστρέφειν, ὁμολογεῖν δὲ πρὸς ἀνάγκην, ὅτι βοηθὸν τὸν Θεὸν καὶ λυτρωτὴν ἔχουσι, τοῦτο πονηρῶν οἰκετῶν καὶ ἀγνωμόνων ἴδιον· οἷς ὁ δεσπότης χάριν τῆς ὁμολογίας ὁρῶν αὐτὴν ἠναγκασμένην, οὐκ εἴσεται. Πολὺ δὲ μᾶλλον ὁ Θεός· οὐδὲ γὰρ ἀγνοεῖ τῶν δολερῶν ἀνδρῶν καὶ πονηρῶν τὴν ὑπόκρισιν, ἧς σαφῶς τὰ ἐχόμενα μέμνηται. Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν, καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ. Ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ’ αὐτοῦ, καὶ οὐκ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ. Τούτοις ὅμοια καὶ Ἡσαΐας τοῖς Ἰουδαίοις ἐμέμψατο· Ὁ λαὸς οὗτος τοῖς χείλεσί με ἀγαπᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ. Πῶς δὲ τοῦτο ἐλέγχεται; Πολλοὺς γὰρ καὶ νῦν μόνῃ τῇ γλώσσῃ θεοσεβεῖς εὑρίσκομεν· ὅταν, ὥς φησιν ὁ προφήτης, ἐν τῇ διαθήκῃ αὐτοῦ μὴ πιστωθῶσιν. Ὅταν γὰρ ταῖς ἐντολαῖς τοῦ Θεοῦ μὴ πιστεύσωσιν, ἐλέγχονται μηδεμίαν πρὸς τὸν ἐντειλάμενον σχέσιν ἀγαθὴν ἢ συνείδησιν ἔχοντες· περὶ ὧν Παῦλος ἔλεγε· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Αὐτὸς δέ ἐστιν οἰκτίρμων, καὶ ἱλάσεται ταῖς ἀμαρτίαις αὐτῶν, καὶ οὐ διαφθερεῖ. Καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ, καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ. Ἱλάσεται, πότε; Μέλλοντα γὰρ μηνύσας καιρόν, ἄντικρυς τὴν τοῦ Χριστοῦ σάρκωσιν προσηγόρευσεν, ἐπειδὴ αὐτὸν ὁ Πατὴρ ἱλασμὸν ταῖς ἡμετέραις ἁμαρτίαις ἀπέστειλεν, ὃς τοσοῦτον μέν ἐστιν οἰκτίρμων, ὥστε πρῶτον κήρυγμα θέσθαι τοῖς ἀνθρώποις τὴν μετάνοιαν· εὑρὼν δὲ καὶ διαφθορᾶς ἄξιον τῶν Ἰουδαίων τὸν λαόν, οὐ διέφθειρεν. Οὐ γὰρ εἰς τέλος ἠφάνισεν, σπέρμα δὲ αὐτοῖς ἀφῆκε καὶ κατάλειμμα τοὺς ἀποστόλους τοὺς ἐξ αὐτῶν πιστεύσαντας. Περὶ ὧν Ἡσαΐας ἔλεγεν, Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Ἐπλήθυνε τοίνυν τὸ ἔλεος αὐτοῦ, καὶ τὸν θυμὸν αὐτοῦ διὰ τοῦτο ἀπέστρεψεν. Πῶς δὲ ἀπέστρεψεν; Πᾶσαν αὐτοῦ τὴν ὀργὴν οὐκ ἐξέκαυσε. Μερικὴν αὐτὴν ἀνῆψε, κατὰ τοῦ ναοῦ ἐπαγαγὼν καὶ τῆς ἀρχαίας πόλεως· ὡς εἴ γε πᾶσαν ἐξέκαυσε, τῷ ναῷ καὶ ὁ λαὸς συναπώλλυτο, καὶ μετὰ τῆς πόλεως, καθάπερ ἐν Σοδόμοις, ἡ χώρα διεφθείρετο. Καὶ ἐμνήσθη ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενον, καὶ οὐκ ἐπιστρέφον. Ὁπότε Οὔποτε γὰρ ὁ Θεὸς πῶς ἔχομεν φύσεως ἢ ἀσθενείας ἐπιλανθάνεται; . Ἀλλὰ περὶ Υἱοῦ τοῦ σαρκωθέντος δι’ ἡμᾶς ταῦτα λέγεται, ὃς οὐ μόνον ὡς ποιητὴς γινώσκει τὰ ἡμέτερα, ἀλλὰ καὶ σαρκωθεὶς αὐτῇ τῇ πείρᾳ τὴν ἀσθένειαν τὴν ἡμετέραν ἔμαθεν· ὥστε καὶ Παῦλον περὶ αὐτοῦ λέγειν· Καίπερ ὢν Υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοήν· καὶ πάλιν, Ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι Ὅτι τοίνυν Ὁ Λόγος σὰρξ ἐγένετο, ἐμνήσθη ὅτι σάρξ ἐσμεν· τουτέστιν, ἔγνω τῇ πείρᾳ τὸ τῆς ἡμετέρας σαρκὸς ἀσθενές. Σάρκα δὲ ὅλον λέγει τὸν ἄνθρωπον. Διόπερ προσέφερε, Πνεῦμα πορευόμενον, καὶ οὐκ ἐπιστρέφον. Οὐκέτι γὰρ εἰς τὸν παρόντα βίον ἐπιστρέφομεν. Ὥστε καὶ νήφειν τούτου χάριν ὀφείλομεν, ὁδὸν πορευόμενοι, εἰς ἣν οὐδαμῶς ἐπιστρέψαι δυνάμεθα. Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ; Καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν Θεόν, καὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν. Θαυμάζει τὴν ποσότητα τῆς Ἰουδαϊκῆς πονηρίας· ὁμοῦ δὲ καὶ τὴν ποιότητα, ὅτιπερ οὐ μόνον πολλάκις παρεπίκραναν τὸν Θεόν, ἀλλὰ καὶ ἐν ἐρήμῳ, ἔνθα μᾶλλον ἐχρῆν κατανενύχθαι, καὶ πρὸς οὐρανὸν βλέπειν, οὐδενὸς αὐτοὺς τῶν οἷα συμβαίνουσι κατὰ τὰς πόλεις ἀπατῶντος ἢ δελεάζοντος· ἀλλὰ καὶ Ἐν ἀνύδρῳ παρώργισαν, ὅτε ταπεινοὺς ἐχρῆν διψῶντας εἶναι, ἀλαζόνες φαινόμενοι. Εἶτα ἐπιστρέφοντες οὐκ εἰς δικαιοσύνην, ἀλλ’ εἰς ἑτέραν κακίαν ἐπέστρεφον, πειράζοντες τὸν Θεὸν (ἦν δὲ παραπληξίας πειράζειν τὸν πάντα ἐπιστάμενον), καὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ παροξύνοντες. Λέγει δὲ τὸν Χριστόν, περὶ οὗ καὶ Ἡσαῖας ἔλεγε· Τίνι με ὡμοιώσατε, καὶ ὑψωθήσομαι; εἶπεν ὁ Ἅγιος· τὸν σταυρὸν προμηνύων· οὕτω γὰρ αὐτὸν καὶ ὁ Χριστὸς προσηγόρευσεν. ϛʹ. Τίνος δὲ ἄρα χάριν ἐν τῇ ἐρήμῳ οὐ μόνον τὸν Θεὸν παρεπίκραναν, φησὶ δὲ τὸν Πατέρα, ἀλλὰ καὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν, δηλαδὴ τὸν Υἱόν; Ἐπειδὴ πέτρα μὲν ἦν αὐτοῖς ἀκολουθοῦσα ὁ Χριστός, ἠπίστησαν δέ, εἰ ἀπὸ πέτρας αὐτοῖς ὕδωρ ἐξαγαγεῖν καὶ χορηγῆσαι δύναται· ὥστε καὶ τὸν Μωϋσέα λέγειν· Ἀκούσατέ μου, οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; Τοιγαροῦν πρὸς αὐτοὺς ἀγανακτήσας ὁ Θεὸς ἔλεγε· Ὅτι οὐκ ἐπιστεύσατέ μοι, ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραήλ, καὶ τὰ τούτοις ἑπόμενα. Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ, ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος. Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ, καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως. Χεῖρα πάλιν τοῦ Θεοῦ, δηλαδὴ τοῦ Πατρός, τὸν Χριστὸν εἰκότως καλεῖ, ἐπειδὴ Δι’ αὐτοῦ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ὥστε καὶ ἕτερον προφήτην λέγειν· Ἡ γὰρ χεὶρ Κυρίου ἐποίησε ταῦτα πάντα. Τούτου τοίνυν οὐκ ἐμνήσθησαν, ὅστις αὐτοὺς ἐκ χειρὸς θλίβοντος, λέγει δὲ τοῦ Φαραώ, ἐλυτρώσατο, κατὰ τὴν ἡμέραν τῆς ἐξόδου· ἡνίκα περὶ μέσην νύκτα εἰσελθών, ἐπάταξε τὰ τῆς Αἰγύπτου πρωτότοκα, αὐτὸς ἐν Αἰγύπτῳ τὰ σημεῖα καὶ τὰ τέρατα ἐν πεδίῳ Τάνεως ἔθετο, ἐν ᾧ καὶ τὰ βασίλεια ἦν Φαραώ· οὐκ ἐπειδὴ τὸν Πατέρα τῆς τότε θαυματουργίας χωρίζομεν, ἀλλ’ ἐπειδὴ πάντα ὅσα ὁ Πατὴρ ἐργάζεται, καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Πλὴν ὅτι σημεῖα τὰ κατὰ φύσιν λέγει, οἷον τὴν ἀκρίδα (φύσις γὰρ αὐτῇ λυμαίνεσθαι τοὺς καρποὺς), θαύματα δὲ τὰ ὑπὲρ φύσιν, οἷον ὑπῆρχεν ὁ βάτραχος· οὐδὲ γὰρ φύσις αὐτῷ ἔξω τῶν ὑδάτων ἐπιτρέχειν καὶ βόσκεσθαι. Τὸ αὐτὸ καὶ χάλαζα ἡ κεκραμένη πυρί, καὶ ὁ ποταμὸς εἰς αἷμα τραπείς· παρὰ φύσιν γὰρ ἑκάτερον τούτων σημεῖον ἐτύγχανε. Καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν. Ὀμβρήματα λέγει τὰ τῶν ὑετῶν ὕδατα, ἐπειδὴ πᾶν ὕδωρ οὐ μόνον τὸ ἐν πηγαῖς καὶ ποταμοῖς, ἀλλὰ καὶ τὸ ἐν τοῖς ξύλοις, καὶ τὸ ἐν τοῖς λίθοις, ὁ Μωϋσῆς εἰς αἷμα, προστάξαντος τοῦ Θεοῦ, μετεβέβληκεν· ὥστε μὴ μερικὴν ἐξουσίαν τὸν Θεὸν νομισθῆναι, τὸν παρὰ τῶν Ἑβραίων προσκυνούμενον, πάντων δὲ ποιητὴν τῶν στοιχείων καὶ ἄρχοντα. Ἑλλήνων γὰρ παῖδες τοῖς αὐτῶν θεοῖς μερικάς τινας ἐξουσίας προσγράφουσι. Τούτου χάριν πᾶσαν ἐφεξῆς τὴν δημιουργίαν ἐπέρχεται, ὡς μαρτυρῆσαι τὰ ἑπόμενα δύναται. Ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτούς, καὶ βάτραχον, καὶ διέφθειρεν αὐτούς. Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τοὺς καρποὺς αὐτῶν, καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι. Ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ. Καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί. Ἑτέρα μὲν ἡ τῶν σημείων τάξις τῶν ἐν Αἰγύπτῳ πραχθέντων, ἣν ὁ Μωϋσῆς ἐξέθετο. Οὐδὲ γὰρ ταύτης ὁ λόγος νῦν τῷ προφήτῃ· σκοπὸς δὲ ὅλα τὰ στοιχεῖα δεῖξαι, προστάγματι Θεοῦ κατὰ τοῦ Φαραὼ στρατευσάμενα. Ὅρα δὲ ὅπως ἑκάστῃ πληγῇ τὸ συμβὰν ἐξ αὐτῆς οἰκείως ἀποδέδωκεν. Περὶ μὲν γὰρ τῆς κυνομυίας φησί, Κατέφαγεν αὐτούς, ἐπειδήπερ οὐ τοῖς καρποῖς, ἀλλὰ τοῖς ἀνθρώποις ἐπέτρεχε· περὶ δὲ τῶν βατράχων, Διέφθειρεν αὐτούς. Ἐποίουν γὰρ τοῦτο οὐ μόνον εἰς τοὺς οἴκους, ἀλλὰ καὶ τοὺς κλιβάνους ἕρποντες, τροφάς τε αὐτῶν πάσας τὰς ἀναγκαίας ἥρπαζον· καὶ κατὰ τοῦτον εἰκότως τὸν λόγον διέφθειραν. Ἀλλὰ καὶ τεθνηκότες ὀζεῖσαι τὴν γῆν ἐπ’ αὐτοῖς πεποιήκασι, καὶ φθορὰ πάλιν ἀπὸ τῆς ἐντεῦθεν εἰκότως δυσωδίας ἐτίκτετο. Τοὺς γὰρ δὴ πόνους αὐτῶν καὶ τοὺς καρποὺς αὐτῶν, τῇ ἀκρίδι δοθῆναί φησι, καὶ τῇ ἐρυσίβῃ, ἐπειδὴ τούτων ἡ λύμη περὶ μόνους τοὺς καρποὺς καὶ ἐν οὐδενὶ ἑτέρῳ γίνεται. Ἐρυσίβην δὲ ἀκούων μὴ θαύμαζε ὡς ταῖς παρὰ Μωϋσέως οὐκ ἐγκειμένην πληγαῖς· λέγει δὲ τὸ μικρὸν καὶ ἀτελὲς τῆς ἀκρίδος γένος· ὅθεν Βροῦχον Ἀκύλας ἀντὶ τῆς ἐρυσίβης ἐκδέδωκε. Καλῶς δὲ ἀποκτανθῆναι τὴν ἄμπελον τῇ χαλάζῃ φησί· ἀναιρετικὴ γὰρ αὐτῆς τῶν καρπῶν καὶ τῶν κλημάτων καθέστηκε μάλιστα. Ἔτι δὲ καὶ τὰς συκαμίνους τῇ πάχνῃ, ἐπειδὴ κρυμὸν τὸ φυτὸν οὐχ ὑφίσταται, ὥστε τοῖς χώροις μόνοις τοῖς θερμοτέροις πέφυκε τρέφεσθαι· ἐποίει δὲ τὴν πάχνην ἡ χάλαζα. Ἀλλὰ μὴν καὶ τὸ πῦρ, οὗπερ ἑξῆς ἐμνημόνευσεν· εἶπεν ἀποκτανθῆναι τὰ κτήνη τῇ χαλάζῃ, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί· δηλαδὴ τὸν ἀπὸ τῆς γῆς πλοῦτον· τοῦτο γὰρ προσηγόρευσεν ὕπαρξιν· ὡς τῆς χαλάζης καὶ τοῦ πυρὸς διατρεχούσης, καὶ ὅλον δαπανωμένων τῶν βλαστημάτων, ἐφθείρετο· καὶ ἦν τὸ θαῦμα διὰ τοῦτο τεράστιον, πυρὸς ἐν ὕδατι τρέχοντος. ζʹ. Σὺ δὲ τῷ δυνατῷ καὶ σαφεῖ καὶ συντόμῳ προσέχων τῶν προφητικῶν λέξεων, θαύμαζε τὴν σοφίαν τοῦ Πνεύματος· μόνη γὰρ φθέγγεται καίρια. Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμόν, καὶ ὀργήν, καὶ θλίψιν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν· οὐ τὴν φύσιν πονηρῶν, οὐδὲ τὸν σκοπόν· οὐδὲ γὰρ τοιούτοις ἀγγέλοις ὁ Θεὸς εἰς διακονίαν κέχρηται· ἀλλὰ πονηροὺς προσηγόρευσεν, ἐπειδὴ πόνους καὶ κακώσεις κελευσθέντες ἐπέφερον. Ὅθεν καὶ πονηρὰν τὴν ἡμέραν τῆς κρίσεως ὡς ἀναγκῶν καὶ πόνων τοῖς ἁμαρτωλοῖς γέμουσαν, αὐτὸς οὗτος ὁ ψαλμῳδὸς ὀνομάζων φησί· Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Ὀργὴν δὲ καὶ θυμόν· εἶτα πάλιν Θυμὸν καὶ ὀργὴν καὶ θλίψιν ἐν τοῖς στίχοις τοῖς παροῦσιν ἐκτίθεται, οὐ διάφορά τινα λέγων, ἀλλ’ οὐδὲ μάτην τὰς αὐτὰς λέξεις ἀνακυκλῶν, ἀλλὰ τὸ πλῆθος ἀπαγγέλλων τῆς τοῦ Θεοῦ κινήσεως. Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ. Τίνα τρόπον; Καρτερήσας ἐπὶ πολὺ καὶ μακροθυμήσας τούτοις, οἵτινες αὐτὴν ἔμενον (ἔμελλον), ὑποδέχεσθαι· κατ’ ἐκεῖνο γὰρ Ὡδοποίησε τρίβον τῇ οἰκείᾳ ὀργῇ· δεικνὺς ὅτι δικαίως αὐτὴν καὶ κατὰ καιρὸν ἐπιφέρει τοῖς διορθωθῆναι μὴ θέλουσι. Μαρτυρεῖ γὰρ τοῦτο καὶ τὰ ἑπόμενα. Οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν. Λέγει γὰρ τὴν αἰτίαν ἧς ἕνεκα οὐκ ἐφείσατο· ἦν δὲ ὁ θάνατος τῶν ψυχῶν αὐτῶν, ἡ ἁμαρτία δηλαδή. Ψυχὴ γὰρ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται· καὶ πάλιν, Θάνατος ἁμαρτωλῶν πονηρός. Διὰ τοῦτο τοίνυν οὐκ ἐφείσατο· οἱ γὰρ ἑαυτῶν μὴ φεισάμενοι, ἀλλὰ τὰς ψυχὰς ἐκδεδωκότες εἰς θάνατον, ἀναγκαίως φειδοῦς οὐκ ἐτύγχανον. Ἀξίως τοίνυν μὴ φεισάμενος ὅρα ποῖον ἐπήγαγε. Καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισε. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ. Πολλῇ καὶ περὶ τοὺς παιδευομένους ὁ Θεὸς φιλανθρωπίᾳ κέχρηται, ἀπὸ τῶν ἐλαττόνων ἀρχόμενος, ὥστε σωφρονισθέντας κερδᾶναι τὰ μείζονα· διὰ τοῦτο τὰ κτήνη πρότερα τῶν Αἰγυπτίων συνέκλεισεν εἰς θάνατον· ἀναισθήτους δὲ εὑρών, ἐπάταξε τὰ πρωτότοκα, ὥστε οὐκ ἂν τὴν τῶν πρωτοτόκων ἐπήγαγε πληγήν, εἰ τῷ θανάτῳ τῶν κτηνῶν σωφρονισθέντες ἀνένηψαν. Καλῶς δὲ τὰ πρωτότοκα αὐτῶν ἀπαρχὴν πόνων ἐκάλεσεν, ἀναμνῆσαι τῆς κατάρας τῆς γεγραμμένης ἐπὶ τῇ Εὔᾳ βουλόμενος· Ἐν λύπαις τέξῃ τέκνα· γενέσθαι δὲ τὴν πληγὴν τῶν πρωτοτόκων ἔφησεν ἐν τοῖς σκηνώμασι Χάμ. Οἶκος γὰρ καὶ σκηνώματα Χὰμ ἡ τῶν Αἰγυπτίων γῆ δικαίως ἐλέγετο, οὐ μόνον ἐπειδὴ πατὴρ Χὰμ τοῦ Μεστρέμ, ἀφ’ οὗ τὸ γένος τῶν Αἰγυπτίων ἐτύγχανεν, ἀλλ’ ἐπειδὴ καὶ τὴν ἐκείνων κακίαν ἐζήλωσαν. Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ ἀνήγαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ. Τοῖς μὲν ἐχθροῖς, φησί, κατὰ τρόπον τὸν ἔμπροσθεν εἰρημένον ἐκέχρητο· τὸν ἑαυτοῦ δὲ λαὸν ἀπῆρεν ὡς πρόβατα, καὶ ἀνήγαγεν ἐν ἐρήμῳ, ὡς ποίμνιον αὐτὸς ὁδηγῶν δηλαδή, καὶ νομὰς αὐτοῖς ὑποδεικνύς, καὶ τῶν θηρίων λυτρούμενος, καὶ σύριγγι μὲν τὰ συνηγμένα συγκροτῶν, τῇ βακτηρίᾳ δὲ ἐπιστρέφων τὰ πλανώμενα. Ταῦτα γὰρ καὶ τούτων πλείονα, ποιμνίων μνημονεύσας καὶ προβάτων, ἐδήλωσε. Καὶ ὡδήγησεν αὐτοὺς ἐπ’ ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν, καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψε θάλασσα. Ἐπ’ ἐλπίδι, ποίᾳ; Τῇ πρὸς τοὺς πατέρας γενομένῃ ἐπαγγελίᾳ εὔδηλον· φησὶ γὰρ τῷ Ἀβραάμ· Γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτῇ καὶ κακώσουσι, καὶ ταπεινώσουσιν ἔτη τετρακόσια. Τὸ δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσι κρινῶ ἐγώ, καὶ ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. Ταύτῃ τοίνυν τῇ ἐλπίδι ὁδηγούμενοι, οὐκ ἐδειλίασαν τὴν ἐρυθρὰν πεζεύοντες θάλασσαν, ἥτις αὐτῶν τοὺς ἐχθροὺς ἐπεκάλυψε, καὶ τάφος τὸ ὕδωρ ἐπιδραμὸν τοῖς Αἰγυπτίοις ἐγένετο. Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ. Ὄρος ἁγιάσματος τὴν Ἱερουσαλὴμ λέγει, οὐ τοσοῦτον διὰ τὸ πρότερον ἐν αὐτῇ κατασκηνῶσαν ἁγίασμα, δηλαδὴ τὴν κιβωτόν, ὅσον διὰ τὴν δευτέραν κιβωτὸν τὴν τοῦ Κυρίου σάρκα. Ἐκεῖνο γὰρ ὄντως ὑπῆρχεν ἁγίασμα, διόπερ καὶ κτῆσις τῆς αὐτοῦ δεξιᾶς τῆς τοῦ Χριστοῦ προσηγόρευται· ἐκτήσατο δὲ αὐτὴν οὐχ ὅπλοις, ἀλλὰ τοῖς ὑπὲρ ἡμῶν θαύμασι καὶ παθήμασι. Καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη, καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας. Καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ. ηʹ. Ὀνειδίζει τὸν τῶν Ἰουδαίων λαόν, ὅτι τοσούτων ἀγαθῶν ἀπολαύσαντες, ὥστε καὶ κλῆρον μὲν λαβεῖν ἀλλότριον, ἐν ἰσότητι δὲ τοῦτον διελέσθαι πολλῇ, τοῦ Θεοῦ δεικνύντος ὅτι καθάπερ πατὴρ παισίν, οὕτως τῷ Ἰσραὴλ ἐκέχρητο, διόπερ ἐν σχοινίῳ γενέσθαι τὸν κλῆρον, πλεονάζοντα μὲν τὴν μερίδα τοῖς πολλοῖς, ἐλαττοῦντα δὲ τοῖς ὀλίγοις προσέταξεν, ὥστε τὴν ἰσχυρὰν φυλὴν καταδυναστεῦσαι τὴν ἥττονα· ὅμως οὐδὲ τῶν ἐκβληθέντων ἐκ προσώπου αὐτῶν ἐθνῶν, οὐδὲ τοῦ ἐκβαλόντος Θεοῦ ἐμνημόνευσαν· ἵνα πρὸς αὐτὸν μὲν εὐγνωμονοῦντες μένωσι, μηδαμῶς δὲ τὴν τῶν ἐκβληθέντων παρανομίαν ζηλώσωσι, μήποτε πάθωσιν ἐκείνοις παραπλήσια. Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον, καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο. Διπλῆν αὐτῶν ἁμαρτίαν ἐκτίθεται. Οὐ μόνον γάρ, φησιν, ἐπείρασαν, ἀλλὰ καὶ παρεπίκραναν· παραπικραίνουσι δὲ οἱ μετὰ πεῖραν πρώτην καὶ δευτέραν καὶ πολλοστὴν πειράζοντες, ὃ χαλεπὸν μὲν καὶ κατὰ τοῦ τυχόντος γινόμενον, πολὺ δὲ μᾶλλον εἰς τὸν Θεὸν τὸν ὕψιστον· τουτέστιν, ὡς ἀπειρομεγέθη, πειρηθῆναι παρ’ ἡμῶν μὴ δυνάμενον. Ἐφ’ ᾧ μεμψάμενον αὐτοῖς ὅμοια τὸ Πνεῦμα διὰ τὴς Ἡσαΐου προφητείας εὑρίσκεται· Ἀκούσατε δή, οἶκος Ἰσραήλ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις. καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Πρὸς τούτοις ὁ ψαλμῳδὸς ἔτι κἀκεῖνό φησι, ὅτι Τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο. Παρέβασαν δὲ καὶ ταῦτα, ἃ μετά τινος ἀπειλῆς καὶ διὰ μαρτυρίας νομοθετῶν ἐκτίθεται· πολλῆς δὲ τοῦτο ἀλαζονείας καὶ ἀπειθείας ἐτύγχανε. Καὶ ἀπέστρεψαν καὶ ἠθέτησαν, καθὼς καὶ οἱ πατέρες αὐτῶν μετεστράφησαν εἰς τόξον στρεβλόν. Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν. Ἀπὸ τῆς κατὰ τὴν ἔρημον γενεᾶς εἰς τὰς ἑξῆς ὁ προφήτης τὸν λόγον μετέστησεν· ὃν τρόπον αὐτὸν οἱ πατέρες εἰσεπέμψαντο. Τί δὲ ἀθετῆσαι (ἠθέτησαν); Τὰς πρὸς τὸν Θεὸν δηλαδὴ συνθήκας, ἂς διὰ Μωϋσέως ἐν τῷ ὄρει Σινᾶ, διὰ Ἰησοῦ δὲ τοῦ Ναυῆ ἐν τῇ γῇ τῆς ἐπαγγελίας, μετὰ τὸ παραλαβεῖν αὐτήν, ἐν κλήρῳ πεποίηνται. Οὐ μὴν ἔμειναν, ἀλλ’ εἰς τόξον μετεστράφησαν στρεβλόν· διόπερ οὐκ ἔτι πέμπειν εὐθυβόλως δύνανται· ὥσπερ οὐδὲ ὁ λαὸς τῶν Ἰουδαίων εὐθῆ πολιτείαν διαστραφεὶς ἐκέκτητο· ἀλλὰ καὶ τὸν Θεὸν ἐν τοῖς βωμοῖς παρώργισαν, καὶ ἐν τοῖς γλυπτοῖς παρεζήλωσαν· οὐκ ἐπειδὴ ζῆλος αὐτῷ πρὸς τὰ κωφὰ καὶ ἄψυχα εἴδωλα, ἢ δαιμόνια, ἀλλ’ ἐπειδὴ ἐφ’ ἡμῖν παραζηλοῖ, ὃν τρόπον πατὴρ ἐπὶ παισίν, ἢ νυμφίος ἐπὶ νύμφῃ, τῆς ἡμετέρας σωτηρίας φειδόμενος. Ἤκουσεν ὁ Θεός, καὶ ὑπερεῖδε. Πότε γὰρ ὁ Θεὸς οὐκ ἀκούει; τί δὲ ἀκοῆς χρῄζει ὁ τοὺς ἡμετέρους λογισμοὺς ἐπιστάμενος; Ἀλλὰ καὶ νῦν ἀκοῦσαί φησι, τῷ μὴ παραπέμψασθαι, κινηθῆναι δέ, καὶ τούτῳ τὴν ἀκοὴν ἐνδείξασθαι. Τί δὲ ἀκούσας ἐποίησεν; Οὐκ ἐπήγαγε πληγήν, ἀλλ’ ὑπερεῖδε· πάσης δὲ τοῦτο χαλεπώτερον μάστιγος, ὑπεροφθῆναι παρὰ Θεοῦ· μόνῳ γὰρ αὐτοῦ τῷ ὀφθαλμῷ σωζόμεθα. Ὅρα τοίνυν ὑπεροφθέντες ἡλίκα πεπόνθασιν. Καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ, καὶ ἀπώσατο τὴν σκηνὴν Σηλώμ, σκήνωμα ὃ κατεσκήνωσεν ἐν ἀνθρώποις. Εἰ μὴ γὰρ σφόδρα τὸν Ἰσραὴλ ἐξουδένωσεν, οὐκ ἂν τὴν οἰκείαν σκηνὴν τὴν ἐν αὐτοῖς ἀπώσατο, ἐν ᾗ μεσιτείας ἕνεκα τῆς πρὸς αὐτοὺς κατεσκήνωσεν. Ἐρεῖς δὲ ἴσως, τίνος χάριν ἀνθρώπων ἡμαρτηκότων τὴν σκηνὴν ἀπώσατο τὴν οἰκείαν; Ἐπειδὴ γὰρ οὐ χρῄζων· ταύτην ἐκτήσατο· ἐκείνων δὲ ἕνεκεν ὡς ἡμαρτηκότων, εἰκότως τῆς πρὸς αὐτοὺς μεσιτείας τὸν τόπον ἀπέστραπται. Καὶ τίς ἦν αὕτη ἡ Σηλώμ; Ἧς οὐ μάτην τὸ Πνεῦμα ἐμνημόνευσεν, δεῖξαι δὲ βουληθὲν ὅτι καθάπερ, ἡμαρτηκότος τοῦ Ἰσραήλ, τὴν Σηλὼμ καταλιπών, ἕτερον ἑαυτῷ τόπον τὴν Ἱερουσαλὴμ ὁ Θεὸς ἐξελέξατο· οὕτω καὶ ταύτην πάλιν, τῶν οἰκούντων ἀσεβούντων, ἀποστραφήσεται. καὶ τὴν ἑαυτοῦ δόξαν ἑτέροις δώσει χωρίοις σεμνύνεσθαι. Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρας ἐχθροῦ. Ἔτι περὶ τῆς σκηνῆς διαλέγεται. Τοῦτο γὰρ ἰσχὺς τοῦ λαοῦ καὶ κάλλος, διὰ τὴν τῶν ἁγίων λειτουργίαν ἐτύγχανε. Ταύτην εἰς αἰχμαλωσίαν, οὐ τὴν παρὰ ἀνθρώπων (οὐδὲ γὰρ τοῦτο συνέβη) παρέδωκεν, ἀλλὰ τὴν γενομένην εἰς χεῖρας ἐχθροῦ τοῦ νοητοῦ· διόπερ ἑνός, οὐ πολλῶν ἐμνημόνευσε, δηλῶν ἐν αὐτῷ τὸν ἐχθρὸν τὸν ἐξαίρετον· ὃν ἔτι μᾶλλον οἱ λοιποὶ τῶν ἑρμηνευτῶν σαφηνίσαι βουλόμενοι, οἱ μέν, Εἰς χεῖρας ἐναντίου, οἱ δέ, Εἰς χεῖρας θλίβοντος, ἐκδεδώκασι. Τούτῳ τὴν σκηνὴν παρέδωκεν ὡς μολυνθεῖσαν παρὰ τῶν λειτουργούντων, καὶ γεγενημένην βέβηλον, καὶ μηδὲν ἄξιον φέρουσαν μηκέτι Θεοῦ, ἐκείνου δέ, ᾧ δὴ καὶ παραδέδοται. Καὶ μὴ θαυμάσῃς, ἐπεὶ καὶ τὴν ἀρχαίαν Ἱερουσαλὴμ δαιμονίοις, καὶ σειρῆσι, καὶ ὀνοκενταύροις, Ἡσαΐας τὸν Θεὸν παραδώσειν ἠπείλησεν. Καὶ συνέκλεισεν ἐν ῥομφαίᾳ τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδεν. Κατηγορία καὶ τοῦτο τῶν Ἰουδαίων, ὅτι λαὸς τοῦ Θεοῦ καὶ κληρονομία δι’ αὐτοὺς πατέρας γενόμενοι, ὑπεριδεῖν αὐτοὺς ὅμως καὶ εἰς ῥομφαίαν συγκλεῖσαι παρεσκεύασεν, οὐ μόνον τὴν ἐν πολέμῳ, ἀλλὰ καὶ τὴν ἐν τῷ θείῳ λόγῳ. Ζῶν γὰρ οὗτος καὶ ἐνεργής, ὑπὲρ πάσαν μάχαιραν δίστομον. Διόπερ καὶ ῥομφαία δικαίως ὀνομάζεται. θʹ. Πῶς δὲ αὐτοὺς ἐν ταύτῃ συνέκλεισε, τουτέστι συνέσχε, καὶ συνεπόδισεν; Ἐν μὲν τῷ νόμῳ περιτομὴν σαρκὸς ἐντειλάμενος, ἐν δὲ τοῖς Εὐαγγελίοις περιτομὴν πνεύματος· ἐκεῖ σάββατον αἰσθητόν, ἐνταῦθα νοητόν. Ὑπὸ τούτων γὰρ ἐκεῖνοι συγκλεισθέντες, ἔνδον εἰσελθεῖν τῆς τοῦ Θεοῦ βασιλείας οὐ δύνανται· ἀλλὰ καὶ τὰ ἑξῆς ἑπόμενα δείκνυσιν. Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ. Νεανίσκους λέγει τοὺς ἐν τῷ νόμῳ δυνατούς, οἷον τοὺς γραμματεῖς, τοὺς Φαρισαίους, οἵτινες ἐθάῤῥουν τῇ ἰσχύϊ τοῦ γράμματος. Τούτους κατέφαγε πῦρ, ὁ πρὸς ἡμᾶς ζῆλος, ὁρῶντας ὅτι χωρὶς ζυγοῦ νομικοῦ δικαιούμεθα. Διὸ πρὸς αὐτοὺς ὁ Ἡσαΐας ἔλεγεν· Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ ὑπεναντίους ἔδεται. Καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν. Οὐδὲ γὰρ ἦσαν οἱ πενθοῦντες αὐτάς, ἡνίκα τὸν τῆς ἁμαρτίας ἀπέθνησκον θάνατον· ὥστε τῶν Ἰουδαϊκῶν τοῦτο διδασκάλων κατηγορίαν ἔγραψεν, ὅτι καὶ πρὸς τὰς παρθένους ἁμαρτανούσας ἀσυμπαθεῖς ἐτύγχανον, καὶ οὐδὲ τὸν Ἱερεμίαν ἐζήλουν λέγοντα· Ἐπὶ συντρίμματι (θυγατρὸς) λαοῦ μου ἐσκοτώθην ἀπορίᾳ, κατίσχυσάν με ὠδῖνες ὡς τικτούσης. Ἐφ’ ᾧ καὶ τὰ ἑξῆς ἀκολούθως ἐπήγαγεν· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ ὀφθαλμοῖς μου πηγὰς δακρύων; Τοιγαροῦν καὶ Παῦλος ἐπιτιμᾷ Κορινθίοις, ἐπειδὴ τὸν πεπορνευκότα παρ’ αὐτοῖς οὐκ ἐπένθησαν. Οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσον, καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυθήσονται. Κατηγορία καὶ τοῦτο τῆς κατ’ αὐτῶν ἐπιδόσεως, ὅτι τῷ λόγῳ τοῦ Θεοῦ οἱ ἱερεῖς προσέκοπτον· τοῦτο γὰρ ἦν τὸ ἐν ῥομφαίᾳ πεσεῖν. Καὶ αἱ χῆραι οὐκ εἶχον τοὺς δακρύοντας· ἀσυμπαθοῦς, οὐ μόνον περὶ τὰς παρθένους, ἀλλὰ καὶ περὶ τὰς χήρας, τοῦ διδασκαλικοῦ παρ’ αὐτοῖς τυγχάνοντος τάγματος. Λέγει μὲν παρθένους τὰς ψυχάς, αἵτινες τότε πρῶτον τῆς ἁμαρτίας ἤρξαντο· χήρας δὲ τὰς πολλάκις ἡμαρτηκυίας, καὶ τοῦ Θεοῦ τὸν φόβον ἀποβαλούσας, ὅπερ αὐτὰς εἰς τὴν τοῦ νόμου κοινωνίαν εἰσήγαγε. Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς καὶ κεκραιπαληκὼς ἐξ οἴνου. Οὐκ ἄρα τιμωρία τὰ προλαβόντα. ἡ ῥομφαία, καὶ τὸ πῦρ, καὶ τὸ μὴ πενθηθῆναι· ἁμαρτίαι δὲ ἦσαν, ὧν ὁ Θεὸς ἠγέρθη πρὸς ἐκδίκησιν. Ἠγέρθη δὲ ὡς ὑπνῶν· τουτέστι καθάπερ ὕπνον τὴν μακροθυμίαν ἀποθέμενος· ἥτις ἦν οὕτω πολλή, ὥστε καὶ κραιπάλην νομίζεσθαι. Κραιπάλη δὲ ποία; Ἡ ἐξ οἴνου τοῖς δυνατοῖς συμβαίνουσα, ὑφ’ ἧς τινες ἀργοὶ πρός τινα καιρὸν καὶ ἄπρακτοι γίνονται· ἀλλὰ μετὰ τὸν ὕπνον ἐγερθέντες ὁρμητικώτεροι γίνονται· οὕτω καὶ τὸν Θεὸν σφοδρότερον μετὰ τὴν μακροθυμίαν ἔσεσθαι κατὰ τῶν αὐτῆς οὐκ αἰσθανομένων ἐλπίζομεν. Τί γὰρ δὴ καὶ νῦν ἐποίησεν; Ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω, ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς. Εἰσὶν οὓς ὁ Θεὸς ἐπάταξεν εἰς τὰ ἔμπροσθεν, οὗτοι δηλαδή, οἷς ἡ πληγὴ πρὸς ὠφέλειαν γεγένηται, καὶ ἡ μάστιξ ἐποίησεν αὐτοὺς δικαιοσύνης ἔχεσθαι· εἰς τὰ ὀπίσω δέ, ὅσοι ταῖς τιμωρίαις, ὥσπερ δὴ καὶ Φαραώ, σκληρύνονται· τούτοις ὄνειδος αἰώνιον δίδωσι. Πληγαὶ γὰρ τῶν καθ’ ὑπερβολὴν πονηρῶν καὶ ὑπόδειγμα τῶν νοσούντων ἀμεταμέλητα γίνονται. Ἢ ὅτι τό, Εἰς τὰ ὀπίσω, σεμνῷ λόγῳ τὸ πάθος τῆς ἕδρας ἐκάλεσεν. Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσήφ, καὶ τὴν φυλὴν Ἐφραῒμ οὐκ ἐξελέξατο. Τέκνα γὰρ ἀσεβῆ πατέρες εὐσεβεῖς ὠφελεῖν οὐκ εἰώθασι. Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα, τὸ ὄρος τὸ Σιών, ὃ ἠγάπησεν. Καὶ μὴν οὐ τῆς φυλῆς τοῦ Ἰούδα, ἀλλὰ τῆς φυλῆς τοῦ Βενιαμὶν αὐτή τε ἡ Σιὼν καὶ Ἱερουσαλὴμ ἡ ἀρχαία ἐτύγχανεν· ἀλλὰ Ἰούδα λέγει τὸν ἐξομολογούμενον· τοῦτο γὰρ ὁ Ἰούδας ἑρμηνεύεται. Τούτου φυλὴ ἡ Ἐκκλησία. Διὰ γὰρ μετανοίας καὶ ἐξομολογήσεως σώζεται παρ’ αὐτῇ τὸ ὄρος Σιών· ὅπερ δὴ καὶ ἠγάπησαν. Πῶς γὰρ εἴ τις σκοπεύει Θεόν, οὗτος Σιὼν ὀνομάζεται; Ἐπειδὴ σκοπευτήριον ἡ Σιὼν ἑρμηνεύεται. Εἰ δὲ καὶ Σιὼν τὸ χωρίον λέγοις εἶναι, οὐκ ἐκεῖνό, φησι, Μιχαίας καὶ Ἡσαΐας ἔγραψαν, ὅτι Σιὼν ὡς ἀγρὸς ἀροτριωθήσεται, ἀλλὰ τὸ παρ’ ἡμῖν, ὅπερ ὁ Θεὸς οὕτως ἠγάπησεν, ὥστε ὅλα ἐν αὐτῷ παραδοῦναι τὰ μυστήρια, περὶ οὗ σαφῶς ἁρμόζει τὰ ἑπόμενα. Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ ἐν τῇ γῇ, ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Ταῦτα εἰ περὶ τῆς ἀρχαίας λέγοιτο, ἡ προφητεία ψεύδεται. Πῶς γὰρ εἰς τὸν αἰῶνα τεθεμελίωται, ἧς οὐδὲ τὰ ἴχνη σώζεται; Ἀλλὰ ταύτην ἐθεμελίωσεν εἰς τὸν αἰῶνα καὶ ᾠκοδόμησεν ὡς μονοκέρωτα, θεμέλιον αὐτῇ κέρας μονοειδὲς δεδωκώς. Οὐδὲ γάρ εἰσιν αὐτῇ διάφοροι βαπτισμοί, καθάπερ τοῖς Ἰουδαίοις, οὐδὲ περισπασμοὶ πολλοὶ περὶ νουμηνίας καὶ καθαρμοὺς καὶ σάββατα, οὐδὲ θεοὶ πολλοί, καθάπερ τοῖς ἐπιμείνασι τῆς ἀσεβείας ἔθνεσιν, ἀλλ’ Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· ὅθεν αὐτῆς πύλαι ᾅδου οὐ κατισχύσουσι· λέγει δὲ τὰ τῶν αἱρετικῶν στόματα. Καὶ ἐξελέξατο Δαυῒδ τὸν δοῦλον αὐτοῦ, καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων, ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν. Πάντως ἐρεῖς, εἰ τῶν κατὰ τὴν Ἐκκλησίαν μυστηρίων ἐμέμνητο, τίνος χάριν εἰς μέσον ἤγαγε τὸν Δαυΐδ, ἀρχαιότερον πολὺ τούτων τυγχάνοντα; Ἐπειδὴ πατὴρ καὶ εἰκὼν ἦν τοῦ Χριστοῦ. Ὅθεν ἐκ τῶν ποιμνίων τῶν προβάτων ἀνείληπται, οὐκ ἐκ τοῦ ποιμνίου. Πολλαὶ γὰρ τῷ Χριστῷ ποῖμναι, αἱ μὲν ἀνθρώπων, αἱ δὲ ἀγγέλων, αἱ δὲ λογικῶν καὶ ὁρατῶν δυνάμεων· αἵτινες καὶ λοχεύονται, τουτέστιν ἐγκυμονοῦσιν. Ποίμνιον γὰρ ἄκαρπον οὐκ ἔχει, ἀλλὰ πάσας διὰ τὸν αὐτοῦ φόβον κυοφορούσας καὶ τικτούσας σωτηρίαν. Διόπερ καὶ Ἡσαΐας ἔλεγεν· Ἀπὸ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ἐτέκομεν, πνεῦμα σωτηρίου σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς. Ἐκεῖθεν ὁ Χριστὸς ἀνελήφθη· ὥστε τί ποιεῖν; Ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ, καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ. Τὸν ἐξ ἐθνῶν δηλαδὴ λαόν· Ἰακὼβ γὰρ οὗτος, ἐπειδὴ πτερνίσας τοὺς Ἰουδαίους, ἔλαβεν αὐτῶν τὰ πρωτότοκα· ἔτι δὲ καὶ Ἰσραήλ· ὁρᾷ γὰρ τὸν Θεὸν κατὰ τὸν καιρὸν τῶν μυστηρίων πρόσωπον εἰς πρόσωπον. ὥσπερ ἐκεῖνος εἰς πρόσωπον. Ὅτι δὲ ποιμαίνει ὁ Θεός, ἄκουε τοῦ Δαυῒδ λέγοντος τοῦτο· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Ἄκουε καὶ τοῦ Χριστοῦ· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Καὶ ἐποίμανεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὐτοῦ, καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς. Θεωρεῖς ὅτι σαφῶς περὶ τοῦ Χριστοῦ λέγει; Οὗτος γὰρ κατὰ ἀλήθειαν κακίαν καρδίας οὐκ ἐκέκτητο. Ἐπειδὴ κακίαν οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Σύνεσιν δὲ χειρῶν τοσαύτην ἐκέκτητο, ὥστε αὐταῖς τυφλοὺς ὀμματοῦν, χωλοὺς ὀρθοῦν, λεπροὺς καθαίρειν, ὅλον ἁπλῶς ἀναπλάττειν διαφθαρέντα τὸν ἄνθρωπον.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
