# Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΟϚʹ.

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ΨΑΛΜΟΣ ΟϚʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A3%20%CE%9F%CF%9A%CA%B9.

Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου. Ἄριστος εἰς θεωρίαν ὁ τῆς νυκτὸς καιρός, οὐκ ἀφελκούσης πρὸς ἕτερα οὔτε τῆς ἀκοῆς, οὔτε τῆς ὄψεως, ὧν ἑκάτερα τὸν νοῦν εἰς αὐτὴν περισπᾷ, τῆς θεωρίας ἀφέλκουσα· ἐν ταύτῃ τοίνυν ἠδολέσχησε, περὶ τὰς θεωρητικὰς κινήσεις ἀσχολούμενος. Τοῦτο γὰρ ἀδολεσχίαν ἐπὶ τοῦ παρόντος εἰρῆσθαι προλαβόντες ἐδείξαμεν. Ἔσκαλλε δὲ νῦν αὐτοῦ τὸ πνεῦμα· τουτέστιν, ἐδυσχέραινεν, οὔπω καταλαβεῖν περὶ τούτων δυνάμενον. Ὁ παρὼν βίος, δι’ ἄγνοιαν νύξ, ἐν ᾧ, φησίν, οὐχ ὕπνῳ παρέδωκα κατ’ ἄλλους τινὰς ἐμαυτὸν (Οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσι· καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν)· νήφων δὲ μετὰ τοῦ νόμου περὶ τῶν πρακτέων διελεγόμην. Πρόσκαιρα γὰρ εἶναι τὰ παρόντα μαθών, καὶ τέλος ἕξειν, κατέλαβον τὰ περιεστηκότα δεινά. Γεωργικῶς δὲ τὸ ἐμὸν ἐσκάλευον πνεῦμα, ἵνα σπείρας ἐν αὐτῷ θερίσω ζωὴν αἰώνιον. Ὁ σπείρων γὰρ εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Ἀνωτέρω μὲν οὖν πνεῦμα ἔλεγε τὴν ψυχήν· ἐνταῦθα δὲ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. μεθ’ οὗ ἡ ψυχὴ σκάλλει τε καὶ ἀδολεσχεῖ· οὐ γὰρ δήπου τὸ σῶμα μετὰ τῆς ψυχῆς. Ἡ οὖν κυρίως ἀνθρώπου ψυχὴ ἀδολεσχεῖ μετὰ τοῦ νοῦ, καὶ σκάλλει τὸ πνεῦμα συνεζευγμένον τῷ νῷ. Προσεύξομαι γὰρ τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ. Αὔτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ἡ δεξιὰ δὲ τοῦ Πατρὸς ὁ Μονογενὴς ἄντικρυς, ὥσπερ εἰς τὸ κρεῖττον ἡμᾶς ἠλλοίωσεν. Ἐμνήσθην τῶν ἔργων Κυρίου. Θαυμάσια τοῦ Θεοῦ μὲν πολλὰ περὶ τὴν κτίσιν καὶ ἕτερα· ἐξαίρετον δέ, ὅτι, χοῦν λαβών, ζῶον ἔθετο λογικόν, καὶ οἰκείαν εἰκόνα κατέστησε. Ταῦτα περὶ ἡμᾶς ἀπ’ ἀρχῆς τοῦ Θεοῦ θαυμάσια, ἅπερ ἡμῶν χάριν εἰργάσατο· φαίνεται γὰρ παράδεισον φυτεύσας, εἶτα πάλιν ἀποκλείσας, κατακλυσμὸν ἐπαγαγών, δι’ οὗ καὶ τιμωρεῖται, καὶ σώζει, τὸ ἡμέτερον φύραμα συγχέας τῶν πυργοποιούντων τὰς γλώσσας. Ἀλλὰ καὶ δι’ ἡμᾶς φαίνεται, ἐπὶ τῷ φυσικῷ νόμῳ, νόμον γραπτὸν εὑρών, ἐπὶ τούτῳ τὴν προφητείαν. Ἐπιτηδεύματα γὰρ ταῦτα τοῦ Θεοῦ, σῶσαι μηχανωμένου τὸ γένος τὸ ἡμέτερον· ἐν οἷς ὁ προφήτης ἀδολεσχεῖ, ἐν τούτοις ζητῶν ἐπὶ πολὺ καὶ λογιζόμενος, τί σώζει τῶν εἰρημένων τὸν ἄνθρωπον. Ἕτερον δὲ παρὰ ταῦτα εὑρών, εὐθέως τοῦτο ἐπήγαγεν· Τίς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Οὐ συγκρίνων λέγει (σύγκρισιν γὰρ ὁ ἀπειρομεγέθης οὐκ ἐπιδέχεται), ὑμνῶν δὲ καὶ θαυμάζων· ἐπειδὴ μέγας μὲν ὄντως καὶ τὴν ἰσχύν, μέγας δὲ καὶ τὴν συγκατάβασιν, μέγας διὰ δυναστείαν, μέγας διὰ τὴν φιλανθρωπίαν, ὡς δείκνυσι τὰ ἐπαγόμενα. Ὡδήγησας ὡς πρόβατα τὸν λαόν. Οὐ μάτην ἐνταῦθα τῇ εἰκόνι τῶν προβάτων ἐχρήσατο· ἀλλ’ ἐπειδὴ ῥάβδῳ ταῦτα ὑπὸ τῶν ποιμένων εὐθύνεται, ὥσπερ καὶ ἡμεῖς τῷ σταυρῷ παρὰ Χριστοῦ ποιμαινόμεθα. Ὅθεν καὶ τοῦ Μωσέως, ἔτι δὲ καὶ τοῦ Ἀαρὼν ἐμνημόνευσεν, οἵτινες τύπον τοῦ σταυροῦ ῥάβδον ἐκόμιζον, τῶν ἐν Αἰγύπτῳ καὶ κατὰ τὴν ἔρημον ἐγκύμονα θαυμάτων. Καθάπερ γὰρ ἐκεῖνοι τῇ ῥάβδῳ τῶν ἐχθρῶν εἰς τὴν τοῦ Ἰσραὴλ εὐεργεσίαν, οὕτω καὶ ὁ Χριστὸς τῷ σταυρῷ κατὰ τῶν δαιμόνων ἐπιστροφῆς ἕνεκα τῆς ἡμετέρας κέχρηται.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
