# Commentarius magnus in Psalmos (Ms Α) Ψαλμὸς τῷ Ἀσάφ. οηʹ..1

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Ψαλμὸς τῷ Ἀσάφ. οηʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%B1%CE%BB%CE%BC%E1%BD%B8%CF%82%20%CF%84%E1%BF%B7%20%E1%BC%88%CF%83%CE%AC%CF%86.%20%CE%BF%CE%B7%CA%B9..1

αʹ. Σαφὴς ἡ τῆς προφητείας ἐπιγραφή· διόπερ εἰς τὴν ἑρμηνείαν τοῦ ψαλμοῦ τὸν λόγον ἀσχολήσωμεν. Οὐδὲ γὰρ κατηγορίαν τῶν ἐθνῶν, ὥς τινες δοκοῦσιν, ἔχει· προφητείαν δὲ ἥτις τῷ λαῷ τῶν Ἰουδαίων συμβήσεται, ὅταν αὐτῶν τὴν κληρονομίαν τὰ ἔθνη καταλάβωσιν. Ὁ Θεός, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου. Ταῦτα συνέβη μὲν τοῖς Ἰουδαίοις, ἡνίκα τὴν Ἱερουσαλὴμ Ἀσσύριοι, καὶ μετ’ ἐκείνους Μακεδόνες, Ῥωμαῖοι δὲ μετὰ πάντας ἐπελάβοντο. Δήλου δὲ τούτου τυγχάνοντος, ἡμεῖς καὶ πρὸς τὸ νοητὸν τὴν προφητείαν τρέψωμεν. Ὅτε γὰρ τὰ ἔθνη εἰς τὴν τῶν Ἰουδαίων κληρονομίαν κατήντησαν, εἰς θεογνωσίαν δηλαδή· τοῦτο γὰρ κλῆρος ἀρχαῖος τῶν Ἰουδαίων ἐτύγχανεν· ὥστε τὸν Μωϋσέα πρὸς αὐτοὺς ἐν Δευτερονομίῳ λέγειν· Σὲ δὲ ἐξελέξατο Κύριος ὁ Θεὸς ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ὑπὸ τὸν οὐρανόν· τότε τὸν ναὸν αὐτῶν τὸν ἅγιον, ὃν ἐπὶ τῆς Ἱερουσαλὴμ τῆς ἀρχαίας ἐκέκτηντο, ἐμίαναν, οὐκ αὐτοὶ μολυσμοῦ γεγονότες παραίτιοι, ἀλλὰ τὸν λανθάνοντα τοῦ ναοῦ μολυσμόν, ὃν οἱ λειτουργοῦντες ἐν αὐτῷ διαφόρως ἠσέβουν, ἐκκαλύψαντες· ὥσπερ ἱερεὺς ὁ τὴν ἀμφιβαλλομένην λέπραν ἐφορῶν, εἶτα κυρῶν τὸ πάθος μετὰ τὴν διάγνωσιν, μιαίνειν τὸν πεπονθότα λέγεται, οὐ μολυσμὸν ἐπαγαγὼν (τοῦτο γὰρ ἱερέως ἀλλότριον), ἀλλὰ τὸν ὄντα σαφηνίζων· ὅπερ τοῖς Ἰουδαίοις ὑπὸ τῶν ἐθνῶν γέγονεν. Ἡ γὰρ τούτων δικαίωσις ἐκείνους ἐβεβήλωσε, καὶ τοῦ παλαιοῦ λαοῦ τὴν παρακοὴν ἡ τοῦ νέου ὑπακοὴ σαφεστέραν κατέστησεν. Ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. Τίνος χάριν, Εἰς ὀπωροφυλάκιον; Ἐπειδὴ τὸ πνεῦμα τοῦ νόμου καὶ τῶν προφητῶν λαβόντες, μόνην κατέλιπον αὐτῆς (αὑτοῖς) φυλάττειν τὴν ὀπώραν τοῦ γράμματος. Τοῦτο δὲ ἦν οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ βουλομένου παρὰ τοῖς ἐχθροῖς τὰς ἀποδείξεις τῆς πίστεως τῆς ἡμετέρας σώζεσθαι. Ὀπώρα δὲ τὸ γράμμα ὡς μὴ γνησίαν τὴν τροφήν, ἀλλὰ καὶ πρόσκαιρον ἔχον εἰκότως προσηγόρευται. Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Τὰ ταπεινὰ τοῦ οὐρανοῦ πολλάκις ἐπὶ φαύλῳ ὑπὸ τῆς Γραφῆς τῆς θεοπνεύστου παρείληπται. Δηλοῖ δὲ ὁ τοῦ Φαραὼ ἀρχισιτοποιός, ὃς ἐπειδὴ κατ’ ὄναρ τὰ πετεινὰ τοῦ οὐρανοῦ νέμοντα τοὺς χονδρίτας, οὓς ἐπὶ τῆς κεφαλῆς ἔφερεν, ἐθεάσατο, εἰς ἀφαίρεσιν αὐτῷ τῆς κεφαλῆς τὸ ὄναρ ἑρμηνεύεται. Τούτοις ἡ Ἐκκλησία εἰς κατάβρωσιν τὰ θνησιμαῖα τῶν Ἰουδαίων ἔδωκεν· ἀλλὰ μὴν καὶ τοῖς θηρίοις τῆς γῆς τὰς σάρκας τῶν ὁσίων. Πονηραὶ δὲ καὶ αὗται δυνάμεις, ὡς Ἡσαΐας ἡμῖν ἄντικρυς ἐξηγήσατο· φησὶ γὰρ περὶ τῆς Βαβυλῶνος· Ἀναπαύσονται ἐκεῖ θηρία· ποῖα ταῦτα προστίθησι· Καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται. Θαυμαστὸν δὲ οὐδὲν δούλους αὐτοὺς ὀνομάζεσθαι· δοῦλος γὰρ ὀκνηρὸς καὶ πονηρὸς εἰκόνα φέρων αὐτῶν ἐλέγετο, καὶ ὁ κρύψας τὸ τάλαντον· ὡς εἴ γε ἦσαν ἀγαθοί, οὐκ ἂν θνησιμαῖα, μιαροὺς δηλαδὴ λογισμοὺς καὶ πράξεις κακουργίας, ἐκέκτηντο. Εἰ δὲ καὶ ὁσίους αὐτοὺς προσηγόρευσεν, οὐ τὴν πρᾶξιν ὁσίους, ἀλλὰ τὴν κλῆσιν λέγει· ὥσπερ καὶ τοὺς ψευδοπροφήτας προφήτας καλεῖ πολλάκις, εἰ καὶ μὴ τῷ ὀνόματι τοῦ Θεοῦ προφητεύουσι, καὶ ἁγίους τοὺς χρισθέντας ἁγιασμόν, εἰ καὶ τὸν ἁγιασμὸν οὐ φυλάττουσι. Διόπερ ἡνίκα τὴν ὀπτασίαν τῶν ὀλοθρευόντων τὴν Ἱερουσαλὴμ Ἰεζεκιὴλ ἔβλεπεν, ἤκουσε τοιαῦτα, τοῦ Θεοῦ πρὸς αὐτὸν χρηματίζοντος· Μὴ ἐλεήσητε πρεσβύτην καὶ νεανίσκον καὶ παρθένον, καὶ νήπιον καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφ’ οὓς ἐστὶ τὸ σημεῖον μὴ ἐγγίσητε· καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε· ἐπειδὴ τὸ σχῆμα μόνον ἅγιοι, οὐχὶ δὲ τὸ πρᾶγμα ἐτύγχανον· ἢ γὰρ ἂν τὸ σημεῖον ἐκέκτηντο, καὶ οὐδὲ τοῖς ἄλλοις ἐπίσης ἀναιρεθῆναι ἔμελλον. Οὐκοῦν καὶ νῦν ὁσίους ὀνόματι λέγει· ὅθεν αὐτῶν καὶ τὰς σάρκας, τὰς γηΐνας πράξεις, ἐσθίειν τὰ νοητὰ θηρία παρέβαλε. Σάρκες γὰρ οἱ τὰ γήϊνα φρονοῦντες ὀνομάζονται, καθάπερ ὁ Θεὸς τὸν κατακλυσμὸν μέλλων ἐπιφέρειν ἐδήλωσεν· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ κύκλῳ Ἱερουσαλήμ, καὶ οὐκ ἦν ὁ θάπτων. βʹ. Αἷμα αὐτῶν, τὰ ψυχικὰ πλημμελήματα· ὧν εἰς αἷμα ἡ ἐκδίκησις γίνεται. Ταῦτα ὡσεὶ ὕδωρ ἐξεχύθη. ὥστε μηκέτι ἀναληφθῆναι, ὥσπερ οὐδὲ τὸ ὕδωρ μετὰ τὴν ἔκχυσιν δύναται. Τοιγαροῦν πρὸς τὸν Δαυῒδ ἡ Θεκωῖτις ἔλεγε· Θανάτῳ ἀποθανούμεθα, καὶ ὥσπερ τὸ ὕδωρ καταφθειρόμενον ἐπὶ τῆς γῆς οὐ συναχθήσεται. Ποῦ δὲ ἐξέχεεν; Κύκλῳ Ἱερουσαλήμ, τουτέστιν ἐπ’ αὐτὴν καὶ τοὺς ἐξ αὐτῆς τὸ γὰρ αἷμα αὐτῶν ἐπ’ αὐτούς, καὶ ἐπὶ τὰ τέκνα αὐτῶν αὐτοὶ τὸν Χριστὸν συκοφαντοῦντες ἔλεγον. Καὶ οὐκ ἦν ὁ θάπτων. Διὰ τί; Ἐπειδὴ αὐτοὶ μὲν ὡς νεκροὶ θάπτειν ἀλλήλους οὐκ ἴσχυον· ἡ Ἐκκλησία δὲ θάπτειν αὐτοὺς οὐκ ἐπιτρέπεται· τουτέστιν, συσκιάζειν αὐτοῖς τὰ ἁμαρτήματα. Τί δὲ τὸ κωλύον; Ἡ τοῦ Θεοῦ ἀπόφασις ἡ λέγουσα· Ἄφες τοὺς ἑαυτῶν νεκρούς. Διὰ τί; Ἐπειδὴ ἁμαρτωλοὺς συσκιάζειν πειρώμενοι, γυμνοτέρας ἑαυτῶν τὰς πράξεις καὶ πᾶσιν ἐπονειδίστους, ἐργάζονται. Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν. Οὐδὲ γὰρ πενία, οὐδὲ ἀπρέπεια σώματος, ἢ ἀσθένεια, οὐδέ τι τοιοῦτον ἄλλο, ὡς ἁμαρτία τοῖς ἔχουσιν ἐπονείδιστον· ἐπειδὴ πάθος ἐστὶν ἑκούσιον, καὶ τραῦμα κατὰ γνώμην γινόμενον. Πλὴν ἀλλὰ τοῦ προφήτου τὴν σοφίαν κατάμαθε, ὅτι τὰς μὲν τιμωρίας ἐπ’ ἐκείνους φησὶν ἐλθεῖν, δηλαδὴ τοὺς πλημμελήσαντας, τῶν ὀνειδισμῶν δὲ κοινωνεῖν καὶ αὐτὸς τῶν ἐπ’ ἐκείνοις ἐνδείκνυται. Εἴτε γὰρ προφήτης ἦν ἐπὶ τοῖς ἀπειθοῦσι τῇ προφητείᾳ, εἴτε ἱερεὺς ἐπὶ τοῖς ἱερωμένοις ὑπ’ αὐτοῦ καὶ τελουμένοις, εἶτα παρανομοῦσι, καὶ τοῦτο χάριν τιμωρουμένοις, αἰσχύνεται. Ἀλλὰ τίσιν ἐπονείδιστοι τοῖς γείτοσιν αὐτῶν χλεύη καὶ μυκτηρισμὸς τοῖς κύκλῳ οἱ Ἰουδαῖοι τυγχάνουσι; Σαφῶς δὲ λέγει τοῖς δαίμοσιν, οἵτινες γείτονες τῶν Ἰουδαίων διὰ τὴν κακίαν τυγχάνουσι· κύκλῳ δὲ αὐτῶν εἰσιν, ὡς ἡμέρας αὐτοῖς ἑκάστης ἐφεδρεύοντες. Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου; Τοῦτον καὶ Μωϋσῆς ὁ νομοθέτης τοῦ Θεοῦ τὸν ζῆλον ἐπὶ τοῖς Ἰουδαίοις ἐξέθετο· φησὶ γάρ, Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Καὶ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει· ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. Εἶτα τούτοις ἐπήγαγεν, ὅτι Πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου. Ἐπειδὴ τοίνυν ὁ ἐπὶ τοῖς Ἰουδαίοις ζῆλος τῶν ἐθνῶν τὴν κλῆσιν παρεσκεύασε (φησὶ γὰρ καὶ Παῦλος, Ὥσπερ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ· καὶ πάλιν ὁ αὐτός, Τὸ παράπτωμα αὐτῶν, δηλαδὴ τῶν Ἰουδαίων, πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν), ἀναγκαίως ὁ προφήτης ζητεῖ, μέχρι πότε καὶ πότερον εἰς τέλος μένει τοῖς Ἰουδαίοις ὀργιζόμενος· πρὸς ὃν τὸ Πνεῦμα διὰ τοῦ Παύλου τοιαῦτα ἀποκρίνεται· Ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε. καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο. Ὅτι κατέφαγον τὸν Ἰακώβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν. Οὐ περὶ πάντων ἄρα τῶν ἐθνῶν λέγει· τούτου γὰρ χάριν ὑπέστιξεν, Ἔθνη οὐχ ἁπλῶς, ἀλλά, Τὰ μὴ γινώσκοντά σε, εἰπών, Ἡμεῖς δὲ γινώσκομεν. καὶ τὸ ὄνομα τοῦ Θεοῦ ἐφ’ ἡμᾶς ἐπικέκληται· ἀλλ’ οὐδὲ τὸν Ἰακὼβ κατεφάγομεν· οὐδὲ γὰρ βλασφημοῦμεν εἰς αὐτόν, ἢ λοιδοροῦμεν, ὅπερ εἶναι καταφαγεῖν ὁ Παῦλος ἐδήλωσεν· Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε· οὐδὲ τὸν τόπον αὐτοῦ ἐρημοῦμεν. Πῶς γάρ, αὐτὸν πατρίδα κοινὴν ἀντὶ τῆς ἰδίας ἕκαστος ἐπιγραφόμενοι; Οὐ τοίνυν ἡμῖν ὁ προφήτης ἠράσατο, ἀλλὰ τοῖς ἐν ἀγνωσίᾳ μείνασι, καὶ τὸ ὄνομα τῆς τοῦ Θεοῦ βασιλείας οὐ βουλομένοις κτήσασθαι· διόπερ ἐκεῖνοι τὴν ἀρὰν εὐλαβείσθωσαν. Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. Πόθεν γὰρ ἀρκέσαι πρὸς ἀρχαῖα κακὰ καὶ νέα δυνησόμεθα; Ἴσως δὲ ὁ προφήτης ἀνομίας ἀρχαίας τὰς ἐν τῇ ἐρήμῳ λέγει· ἐπειδὴ πολλὰς ἐπ’ αὐταῖς ὁ Θεὸς ἀπειλὰς καὶ διαφόρους ἔθετο· διόπερ αὐτῶν εὐλαβεῖται τὴν ἀνάμνησιν. Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Οὐδὲν οὕτω πτωχὸν τὸν ἄνθρωπον ὡς ἁμαρτία δείκνυσι· πτωχότερος δέ, προστεθείσης ἀσεβείας τῇ ἁμαρτίᾳ, γίνεται. Διόπερ αὐτοῖς ταχῦναι τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ ἐπρεσβεύσαντο, μήποτε τῇ σφοδροτέρᾳ πτωχείᾳ ἀπογνωσθέντες ἀπόλωνται. Βοήθησον ἡμῖν, ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν· ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς. Καλῶς ἐπὶ τὴν τοῦ Θεοῦ δόξαν ὁ προφήτης κατέφυγεν, ἐπειδὴ τοῦ λαοῦ δικαιοσύνας προβάλλεσθαι οὐκ ἴσχυσε· δόξα δὲ τοῦ ὀνόματος τοῦ Θεοῦ τὸ πρὸς τοὺς ἡμαρτηκότας σπλαγχνίζεσθαι· ἐπειδὴ οἰκτίρμων καὶ ἐλεήμων καὶ μακρόθυμος λέγεται. Φησὶ γὰρ Μωϋσῆς· Καὶ ἐκάλεσε τῷ ὀνόματι Κυρίου, καὶ παρῆλθε πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσε· Κύριος, Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. γʹ. Ὁρᾷς δὲ ὅτι ταῦτα πρὸς τὸν Χριστὸν πρεσβεύεται. Αὐτὸς γὰρ οὐ μόνον Θεός, ἀλλὰ καὶ Σωτὴρ ἄντικρυς ἐπωνόμασται· αὐτὸς καὶ δόξα τοῦ ὀνόματος τοῦ Θεοῦ, δηλαδὴ τοῦ Πατρός· ὅθεν αὐτὸν καὶ Παῦλος ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς προσηγόρευσεν. Δηλοῖ δὲ τὰ ἐχόμενα σαφῶς καὶ ταῦτα περὶ τοῦ Κυρίου λέγεσθαι. Καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου· μήποτε εἴπωσι τὰ ἔθνη, ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Καὶ τίνος ἐστὶ διὰ τὸ οἰκεῖον ὄνομα ταῖς ἁμαρτίαις ἱλάσκεσθαι, ἀλλ’ ἢ τοῦ Χριστοῦ, ὃς διὰ τοῦτο ἱλαστήριον κέκτηται; Οὗτος ταῖς τῶν Ἰουδαίων ἁμαρτίαις ἱλασμὸν ἐπορίσατο, ἡνίκα σταυρούμενος πρὸς τὸν Πατέρα ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Διόπερ καὶ Παῦλος περὶ αὐτοῦ φησιν· Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ, διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων. Ἴλεως δὲ ταῖς τῶν Ἰουδαίων ἁμαρτίαις, οὐκ αὐτῶν ἕνεκα μόνον, πολὺ δὲ μᾶλλον διὰ ἔθνη γίνεται· μή ποτε τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἀγνοήσαντες, εἴπωσι, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; καὶ τῇ ἀγνοίᾳ προσκόψωσιν· ἐπιγνόντες δὲ μᾶλλον χειραγωγηθῶσιν ὑπ’ αὐτῆς, καὶ προτραπέντες προσδραμεῖν σπουδῇ πάσῃ καὶ σώζεσθαι. Ἔσται δέ σοι τὰ ἑξῆς τῶν εἰρημένων ἀπόδειξις. Καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου. Τίνος χάριν γνωστὴν γενέσθαι τοῖς ἔθνεσι τὴν ἐκδίκησιν βού λεται; Ἐπειδὴ κατὰ δαιμόνων ἔμελλε τῶν τὸ αἷμα, δηλαδὴ τὰς ψυχὰς τῶν δούλων τοῦ Θεοῦ, ἤγουν τῶν Ἰουδαίων, διὰ τῆς εἰδωλολατρείας λυμηναμένων, γίνεσθαι. Τίς δὲ ἦν ἡ ἐκδίκησις; Ἡ τῶν εἰδώλων καταστροφή, ὁ τῶν διαβολικῶν ναῶν ἐμπρησμός, ὅστις ἐνώπιον μὲν τῶν Ἰουδαίων γίνεται· ὁρῶσι γὰρ τὰ πραττόμενα, καὶ οὐ συνεργοῦσι· γνωστὴ δέ ἐστιν ἐν τοῖς ἔθνεσιν· οὗτοι γὰρ ἴσασι ποίᾳ χειρὶ καὶ δυνάμει ταῦτα κατορθοῦται καὶ πράττεται, καὶ τῷ σταυρῷ τοῦ Χριστοῦ τὴν ἐξολόθρευσιν τῶν ὁρώντων λογίζεται. Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων· οὐ ταῖς ἀπὸ σιδήρου πέδαις, ἀλλὰ ταῖς ἐξ ἁμαρτίας· Σειραῖς γὰρ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. Τοῦτον εἰσελθεῖν στεναγμὸν ᾔτησεν ἐνώπιον τοῦ Θεοῦ, ὥστε αὐτοῖς ὑπάρξαι τὰ ἑξῆς ἐπαγόμενα. Κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Βραχίονα τοῦ Πατρὸς τὸν Χριστὸν εἰρῆσθαι πολλάκις ἀπεδείξαμεν· κατὰ τὴν τούτου μεγαλωσύνην· δηλαδὴ τὰ μεγάλα τῆς αὐτοῦ θεοφανείας μυστήρια· εἰσὶ δὲ ὁ σταυρὸς καὶ ἡ ἀνάστασις. Οὐ τοὺς τεθανατωμένους, ἀλλὰ τοὺς τούτων υἱοὺς τὸν Θεὸν περιποιῆσαι πρεσβεύεται· τεθανατωμένοι δὲ ἦσαν οἱ ἐν τῇ παρούσῃ ζωῇ μὴ πιστεύσαντες· ἀλλ’ οἱ τούτων υἱοὶ ὑπὸ τῶν ἀποστόλων σαγηνευθέντες, εἰς πολλὰς μυριάδας γινόμενοι. Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε. Οὐδὲ νῦν γείτονας ἀνθρώπους προσηγόρευσεν· οὐδὲ γὰρ ἂν αὐτοῖς ἑπταπλασίονα γενέσθαι ἐπηύξατο, εἰδὼς τοῦτο τὸν κριτὴν οὐκ ἀνεχόμενον· ἢ πῶς πρὸς αὐτὸν ἔψαλλεν, Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ; Ἄρα τοίνυν περὶ δαιμόνων λέγει. Οὗτοι γὰρ ἑπταπλασίονα δικαίως ἀπολαμβάνουσιν, ὡς κρείττονος μὲν ἢ καθ’ ἡμᾶς ὑπάρχοντες φύσεως, ῥιφθέντες δὲ ἐξ οὐρανοῦ, καὶ μηδὲ ὄντως γεγονότες σωφρονέστεροι, ἀλλὰ τὴν γῆν μὲν τοῖς αὐτῶν ἐπινοίαις ταράσσοντες· μὴ μόνοι δὲ ἁμαρτάνοντες, ἀλλὰ καὶ ἡμᾶς ἁμαρτάνειν ἐπείγοντες, καὶ πρὸς τούτοις τὸν Θεὸν ὡς τῆς αὐτοῦ παραπεσούσης εἰκόνος ὀνειδίζοντες· εἶτα μηδὲ τῆς εἰδωλολατρείας διὰ τῆς τοῦ Χριστοῦ θεοφανίας ὑπείκοντες, ἀλλὰ καὶ οὕτως ἐγκείμενοι. Τίς δὲ ὁ τούτων κόλπος; Ἡ γέεννα. Αὐτοῖς γὰρ ἀπ’ ἀρχῆς ὁ τόπος κεκλήρωται· δηλοῖ δὲ ὁ Κύριος· Πορεύεσθε, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἡμεῖς δὲ λαός σου καὶ πρόβατα νομῆς σου. Πᾶσαν λέγει τὴν ἀνθρωπότητα· ἀντιτάττων γὰρ ἡμᾶς πρὸς τοὺς ἄνω καταραχθέντας δαίμονας, λαὸν τοῦ Θεοῦ καὶ πρόβατα νομῆς αὐτοῦ προσαγορεύει τὸν ἄνθρωπον. Καὶ τίνος χάριν νομῆς αὐτοῦ πρόβατα; Ἐπειδὴ αὐτὸν οἱ πιστοὶ τῇ μεταλήψει τῶν μυστηρίων νεμόμεθα. Ἀνθομολογησόμεθά σοι, ὁ Θεός, εἰς τὸν αἰῶνα. Εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου. Ἀνθομολόγησις ὡς ἤδη τινὸς προλαβούσης ὁμολογίας τέτακται. Προλαβὼν γὰρ ἡμᾶς ὁ Χριστὸς ὡμολόγησε πρόβατα εἰπών· Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει· εἶτα συμπαραλαβεῖν καὶ τὰ ἔθνη βουλόμενος, προσέθηκεν· Ἔχω καὶ ἄλλα πρόβατα, ἣ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ συναγαγεῖν. Τούτῳ ἀνθομολογούμεθα, ποιμένα καὶ ἡμεῖς αὐτὸν διὰ τοῦ ψαλμοῦ τοῦ ἑξῆς ὀνομάζοντες. Ποιοῦμεν δὲ τοῦτο, οὐ πρὸς καιρόν, ἀλλ’ εἰς τὸν αἰῶνα, δηλαδὴ διηνεκῶς καὶ εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν αὐτοῦ τὴν αἴνεσιν, ἐν πάσαις αὐτοῦ γενεαῖς αἴνεσιν εὐχαριστίας φέροντες· ἢ καὶ ὅτι ἀφ’ ἑκατέρας αὐτὸν αἰνοῦμεν γενεᾶς, οἱ μὴ μόνον ἀπὸ τῶν ὄντων ἐν σαρκί, ἀλλὰ καὶ ἀπὸ τῶν ἤδη πορευομένων ἐκ σαρκός· πατριάρχας εἰς μέσον, καὶ ἀποστόλους, καὶ προφήτας, καὶ μάρτυρας καλοῦντες, ὅταν αὐτῷ προσευχώμεθα.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
