# Commentarius magnus in Psalmos (Ms Α) Ψαλμὸς ᾠδῆς τῷ Δαυῒδ εἰς τὴν ἡμέραν τοῦ προσαββάτου ϟαʹ..1

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Ψαλμὸς ᾠδῆς τῷ Δαυῒδ εἰς τὴν ἡμέραν τοῦ προσαββάτου ϟαʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%CE%A8%CE%B1%CE%BB%CE%BC%E1%BD%B8%CF%82%20%E1%BE%A0%CE%B4%E1%BF%86%CF%82%20%CF%84%E1%BF%B7%20%CE%94%CE%B1%CF%85%E1%BF%92%CE%B4%20%CE%B5%E1%BC%B0%CF%82%20%CF%84%E1%BD%B4%CE%BD%20%E1%BC%A1%CE%BC%CE%AD%CF%81%CE%B1%CE%BD%20%CF%84%CE%BF%E1%BF%A6%20%CF%80%CF%81%CE%BF%CF%83%CE%B1%CE%B2%CE%B2%CE%AC%CF%84%CE%BF%CF%85%20%CF%9F%CE%B1%CA%B9..1

αʹ. Ἀνώνυμος ὁ ψαλμός, οὐκ ἀνεπίγραφος· ἐπιγραφὴν μὲν ἔχει δηλοῦσαν τὴν ὑπόθεσιν, τὸ δὲ ὄνομα τοῦ μελῳδήσαντος ἔκρυψε. Καὶ τίς ἡ αἰτία, ἡ ἐπιγραφὴ δηλοῖ. Ἐπειδὴ γὰρ εἰς τὴν ἡμέραν τοῦ σαββάτου ἀπονεμηθεὶς ὁ ψαλμὸς οὗτος ἐτύγχανε, ὡς πάντων αὐτῶν τῶν ψαλμῳδῶν ᾀδόντων, εἰκότως. οὔτε τῷ Δαυΐδ, ἀλλὰ οὐδὲ τῷ Ἀσάφ, οὐδὲ τῶν υἱῶν Κορέ, οὐδὲ ἄλλου τινὸς (κοινὸς γὰρ ἦν) ἀναγέγραπται· ἐκείνου δήλου τυγχάνοντος, ὅτι τῷ Δαυῒδ καθάπερ καὶ τῶν λοιπῶν ψαλμῶν ἡ προφητεία διέφερεν. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Πῶς γὰρ οὐκ ἀγαθὸν ἐξομολογεῖσθαι τῷ ἀγαθῷ καὶ χρηστευομένῳ τοὺς ὁμολογοῦντας, οὐδαμῶς δὲ κολάζοντι; Εἰδὼς γὰρ τὰ ἡμέτερα, ἡδέως ὅμως αὐτὰ παρὰ τῶν ὁμολογούντων διδάσκεται, ἐπικόψαι μὲν τοῖς ἐχθροῖς τὴν καθ’ ἡμῶν κατηγορίαν, ἡμᾶς δὲ δικαιῶσαι διὰ τῆς ὁμολογίας βουλόμενος. Δίκαιος γὰρ ἐν πρωτολογίᾳ ἑαυτοῦ κατήγορος. Πλὴν ἀλλ’ ἀναγκαίως πρότερον ἐξομολογεῖσθαι, καὶ τότε ψάλλειν ἐκέλευσεν· ἐπειδὴ χρὴ τὸν Θεὸν ἀπὸ καρδίας ὑμνεῖν καθαρᾶς. Πῶς δὲ ἄλλως τις τῶν ἁμαρτημάτων, ἀλλ’ οὐ ἢ διὰ τῆς ἐξαγορεύσεως ἀπαλλαγεὶς καθαίρεται; Τί δέ, Ψάλλειν ἀγαθόν; Τουτέστιν ἐπωφελὲς καὶ χρήσιμον. Τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ἡμέρας καὶ νυκτὸς τὴν περὶ τοῦ Θεοῦ μελέτην ἐντέλλεται· Πρωῒ γὰρ εἰπών, τὴν ἡμέραν ἐδήλωσε. Πλὴν ἀλλὰ τῇ νυκτὶ τὴν ἀλήθειαν μελετᾷν ἐπεκλήρωσε, φόβον ἡμῖν κατὰ τὸν καιρὸν ἐκεῖνον ἐμποιῶν καὶ κατάνυξιν, ἵν’ ἐπειδήπερ ὡς τὰ πολλὰ τῇ νυκτὶ πρὸς ἡδονὰς καὶ βουλὰς οἱ πολλοὶ τῶν ἀνθρώπων ἀποκέχρηνται, ἀναμνησθέντες τοῦ Θεοῦ τὴν ἀλήθειαν φοβερὰν οὖσαν τοῖς ἁμαρτάνουσι, πάσης ἀτόπου πράξεως καὶ ἀθεμίτου διανοήσεως παύσωνται· ἐὰν δέ τι καὶ πλημμελήσωσιν, ἐλθόντες εἰς τὸ πρωΐ, τουτέστιν, ἡμέρας γενομένης, μηδαμῶς ἀπαγορεύσωσιν, ἀλλὰ τὸ τοῦ Θεοῦ μελετήσαντες ἔλεος, ἵδωσιν εἰς μετάνοιαν, ὑφ’ ἧς ἐλεεῖσθαι μόνης οἱ ἁμαρτωλοὶ δύνανται. Εἶτα πῶς ψάλλειν, πῶς ἀναγγέλλειν ὀφείλομεν; Ἐν ψαλτηρίῳ δεκαχόρδῳ, μετ’ ᾠδῆς ἐν κιθάρᾳ. Ἐξ ἑκατέρας Διαθήκης, τῆς εὐαγγελικῆς καὶ νομικῆς, τὴν μελέτην εἶναι τῷ ψάλλοντι τὸ ἔλεος καὶ τὴν ἀλήθειαν βούλεται. Διὰ τοῦτο ψαλτηρίου καὶ κιθάρας ἐμνημόνευσεν· ἀλλὰ καὶ ψαλτήριον μὲν ἐνταῦθα δεκάχορδον εἰπών, τὴν νομικὴν Διαθήκην ᾐνίξατο· δέκα γὰρ ἐντολαὶ τῷ νόμῳ. Ἐπεὶ δὲ τῇ κιθάρᾳ ἀπένειμε τὴν ᾠδήν, τὴν Καινὴν δὲ πάντως, περὶ ἧς αὐτὸς οὗτος ὁ ψαλμῳδὸς ἐν ἄλλῳ μέρει τῆς προφητείας ἔλεγεν· Ὁ Θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι· ἄρα τὴν εὐαγγελικὴν Διαθήκην αἰνίττεται. Τίνος δὲ χάριν ὀργάνοις διπλοῖς εἰς μελῳδίαν κέχρηται; Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. Διπλᾶ, φησίν, ἔχω τὰ ἀγαθά· διὰ τοῦτό μοι διπλᾶ τὰ τῆς δοξολογίας ἐσπούδασα ὄργανα. Εὐφραινόμεθα γὰρ ἐν τῷ ποιήματι τοῦ Θεοῦ, ἐν τῷ κάλλει τοῦ οὐρανοῦ, ἐν τῇ ποικιλίᾳ τῶν ἄστρων, ἐν τοῖς ἀπὸ τῆς γῆς ἀγαθοῖς, ἐν τῇ ἐργασίᾳ τῆς θαλάσσης. Ταύτῃ γὰρ τῇ λέξει χαρακτηρίζειν ἡ θεία Γραφὴ σύμπαν τοῦτο τὸ ὁρώμενον εἴωθεν. Δηλοῖ δὲ Σολομὼν ἐν τῷ Ἐκκλησιαστῇ λέγων· Ἔδωκα τὴν καρδίαν μου εἰς πᾶν ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον. Ἔργα τῶν χειρῶν τοῦ Θεοῦ, ἡμεῖς αὐτοί. Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με, φησὶν αὐτὸς ἐν ἑτέρῳ ψαλμῷ. Φησὶ δὲ καὶ Ἡσαΐας· Καὶ νῦν, Κύριε, πατὴρ ἡμῶν σὺ εἶ· ἡμεῖς δὲ πηλός, καὶ σὺ πλάστης ἡμῶν· ἔργα τῶν χειρῶν σου πάντες ἡμεῖς. Ἐπὶ τῇ κτίσει τοίνυν εὐφραινόμεθα, ὡς ἔχοντες αὐτῆς τὴν ἀπόλαυσιν· ἐφ’ ἑαυτοῖς δὲ ἀγαλλιώμεθα· ὅπερ μεῖζόν ἐστι τοῦ εὐφραίνεσθαι, καὶ μάλα εἰκότως, ὅτι τυγχάνοντες πήλινοι κτῆσιν τοσαύτην εἰς ἀπόλαυσιν ἔχομεν· ἔτι δὲ καὶ υἱοὶ τοῦ Ποιητοῦ χρηματίζομεν. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου. βʹ. Ἐμεγαλύνθη τὰ ἔργα τοῦ Θεοῦ, οὐκ αὐτὰ τῷ μεγέθει προκόψαντα, ἀλλ’ ἡμῶν τῇ περὶ αὐτὰ γνώσει προκοψάντων, καὶ δυνηθέντων αὐτῶν, ὅσον ἐγχωρεῖ, καταλαβεῖν τὸ μέγεθος· μᾶλλον δὲ δυνηθέντων γνῶναι περὶ αὐτῶν ὅτι πάρεστι πέρ ἐστιν ἀκατάληπτα. Ἀλλὰ μὴν καὶ οἱ διαλογισμοὶ αὐτοῦ, τουτέστιν, αἱ περὶ ἡμῶν βουλαί, ἅπερ ἐφ’ ἡμῖν οἰκονομεῖ καὶ λογίζεται, τοσοῦτον ἐβαθύνθησαν, ὥστε τὸν Παῦλον λέγειν· Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Ἀλλ’ ὥσπερ οἱ δίκαιοι διὰ ταῦτα δοξάζουσι καὶ τὸν Θεὸν ἐφ’ ἑαυτοῖς ὑπερβαλλόντως θαυμάζουσιν· οὕτως οἱ ἁμαρτωλοὶ διὰ τὴν ἄνοιαν ἐπ’ αὐτοῖς, ἀλλὰ μὴν καὶ διὰ τὴν γενομένην ἐξ ἀνοίας προσκόπτουσιν· δηλοῖ δὲ τὸ ἑπόμενον· Ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. Ἄφρονος γάρ ἐστι τὸ μὴ παραχωρεῖν τῇ σοφίᾳ τοῦ Θεοῦ, μηδὲ γινώσκειν, ὅτι πάντα μετὰ δικαιοσύνης κυβερνᾷ, μετὰ ἰσότητος διέπει, συμφερόντως οἰκονομεῖ, κἂν ἡμεῖς πρὸς καιρὸν τὰς τῶν γινομένων αἰτίας ἀγνοήσωμεν. Πόθεν δὲ ὅμως τὸ προσκόπτειν τοῖς ἀσυνέτοις γίνεται, τοῖς μετὰ ταῦτα ἐγνώρισεν. Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον, καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἡ γὰρ τῶν ἀμαρτωλῶν ἀνατολή, τουτέστι, πρόσκαιρον ἔχει εὐπρέπειαν. Ἀνατολὴν δὲ αὐτὴν οὐ διὰ τὴν λαμπρότητα ἐκάλεσεν, ἀλλ’ ἵνα μάθῃς ὅτιπερ αὐτὴν καὶ δυστυχίαι διαδέχονται, Ἀπατᾷ τοὺς ἀνοήτους καὶ ἄφρονας, καὶ περὶ Θεοῦ ὡς ἀπρονόητον καταλιπόντος τὸν κόσμον παρασκευάζει λογίζεσθαι, οὐ προσέχοντας, ὅτι εἰ καὶ ἀνατέλλουσιν ἁμαρτωλοί, ἀλλ’ ὡσεὶ χόρτος, ὡς ἅμα τῷ ἀνθῆσαι μαραίνεσθαι, Πλὴν ἀλλὰ τῇ τούτων εὐπραγίᾳ πάντες οἱ τὴν ἀσέβειαν ἐργαζόμενοι διακύπτουσι. Θαῤῥοῦντες γὰρ ἑαυτοὺς ἐμφανίζουσιν· ἡ παῤῥησία δὲ αὐτοῖς αἰτία ὀλέθρου αἰωνίου εὑρίσκεται· τοῦ γὰρ πράττειν τὰ κακὰ τὸ παῤῥησιάζεσθαι ἐπ’ αὐτοῖς χαλεπώτερον. Σὺ δὲ Ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε. Πολλάκις μὲν εἴρηται αἰῶνα τὸν παρόντα βίον ὑπὸ τούτου μάλιστα τοῦ προφήτου προσαγορεύεσθαι, ἐν ᾧ φησιν εἶναι τὸν Θεὸν Ὕψιστον, τουτέστιν, ἀκατάληπτον· τοῦτο γὰρ διὰ τοῦ ὕψους αἰνίττεται· ἀεὶ μὲν ὄντα, νῦν δὲ καὶ μᾶλλον. Ἐν γὰρ τῷ μέλλοντι, εἰ καὶ μὴ τὸ πᾶν, πολὺ δὲ ὅμως, ὡς πρὸς τὴν παροῦσαν γνῶσιν, τῶν κριμάτων τοῦ Θεοῦ καταληψόμεθα. Διόπερ καὶ Παῦλός φησιν· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται Ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι, καθὼς ἐπεγνώσθην. —Ὅτι ἰδοὺ οἱ ἐχθροί σου, Κύριε, ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Διὰ τοῦτό, φησι, νῦν οὐ δυνάμεθα τοῦ Θεοῦ καταλαβεῖν τὰ κρίματα, ἐπειδὴ οἱ ἐχθροὶ αὐτοῦ, δηλαδὴ οἱ ἁμαρτωλοί, ἐν τῷ μέλλοντι αἰῶνι ἀπόλλυνται· καὶ τότε πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν σκορπίζονται· ὥστε νῦν συνηγμένων αὐτῶν καὶ ἑστώτων, καὶ μήπω λαχόντων τὴν χρεωστουμένην τοῖς ἁμαρτωλοῖς ἀπώλειαν, ἀπατῶσί τινες αὐτοὺς καὶ σφάλλουσιν, ὡς οὐ δίκην δώσουσιν, οἷς ἰκανὴ καὶ ἀπ’ ἐντεῦθεν δίκη, ὅτι ἐχθροὶ τοῦ Θεοῦ προσαγορεύονται· ἀπειλὴ δὲ μεγίστη, τὸ μὴ μόνον ἀπόλλυσθαι, ἀλλὰ γὰρ καὶ σκορπίζεσθαι. Μάτην τοιγαροῦν συγγενείας ἑαυτοῖς καὶ φιλίας τὰς ἐπὶ κακίᾳ συγκροτουμένας συνάγουσιν, ἀγνοοῦντες ὡς οὐδὲν τούτων ἑστάναι μέχρι πολλοῦ δυνήσεται, τοῦ Θεοῦ πᾶσαν συναγωγὴν παρανόμων σκορπίζοντος. Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου, καὶ τὸ γῆράς μου ἐν ἐλέῳ πίονι. Μονοκέρωτες μέν εἰσιν οἱ δίκαιοι, Χριστὸς δὲ κατ’ ἐξοχήν, ἑνὶ κέρατι τῷ σταυρῷ πρὸς τὰς δυνάμεις τὰς ἐναντίας χρησάμενος. Οὗτος ἡμῖν κέρας τὴν εἰς αὐτὸν πίστιν κατὰ τῶν ἀντιτεταγμένων δεδώρηται· ὅπερ ἀνάλογον τῷ Δεσποτικῷ κέρατι, δηλαδὴ τῷ σταυρῷ. τὸ ὕψος ἔχει. Καθάπερ γὰρ ὁ σταυρὸς διὰ παθημάτων ἐδοξάσθη, οὕτως καὶ ἡ τῶν εὐσεβούντων πίστις διὰ διωγμῶν ὑψοῦται καὶ διὰ παθημάτων δοξάζεται. Ἀλλὰ μὴν καὶ τὸ γῆρας ἡμῶν, τουτέστι, τὰ ἔσχατα ἐν ἐλέῳ πίονι ὑψοῦται. Ἐν ἐσχάτοις γὰρ καιροῖς ὁ δαψιλῶς ἡμᾶς ἐλεῶν καὶ φιλοτίμως ἀπήντησεν, ὥστε ἁμαρτωλοὺς καὶ τελώνας εἰς τὴν αὑτοῦ βασιλείαν προτρέπεσθαι. Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου· καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ’ ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου. Ἐπειδὴ τοὺς δαίμονας ἐχθροὺς ἡμετέρους εἶναι ὁ λόγος πολλάκις ὡρίσατο, ἐπεῖδεν ὁ ὀφθαλμὸς ἡμῶν ἐν τούτοις τὴν τῶν εἰδώλων πτῶσιν θεωρῶν, τῶν ναῶν τὸν ἐμπρησμόν, τῶν βωμῶν τὴν καθαίρεσιν, ἐν οἷς ἡμᾶς εἰς θάνατον ἐσαγήνευσαν. Κατὰ τούτων καὶ τὸ οὖς ἡμῶν ἀκήκοεν ὅσα περὶ αὐτῶν ἔσεσθαι κατὰ τὸ μέλλον ὁ Ἰησοῦς ἠπείλησεν· οὕτω γὰρ αὐτὰ τεθεάμεθα. Τί δέ ἐστι ταῦτα; Ὅτι τὸ πῦρ τὸ αἰώνιον ἡτοίμασται τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καλῶς δὲ αὐτοὺς ἐπανισταμένους ἐκάλεσε, δεικνὺς ὅτι τοσοῦτον αὐτῶν ὅσον οἰκετῶν δεσπόται διαφέρομεν. Ἀλλ’ ἐὰν ῥᾳθυμήσωμεν, ἠσθενηκότας ὁρῶντες ἢ καὶ ὅλως καθεύδοντας, ὃν τρόπον οἰκέται δεσπόταις ἀσθενοῦσιν, καθεύδουσιν, ἐπανίστανται. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. γʹ. Οὐ μάτην τῷ φοίνικι παρεικάζει τὸν δίκαιον, ἀλλ’ ἐπειδὴ μικρὸν μὲν αὐτοῦ μέρος ἐν τῇ γῇ, ὑπὲρ γῆν δὲ τὸ πᾶν, ἀλλὰ μὴν καὶ ὁ καρπὸς εἰς τὸ τρυγηθῆναι τοῖς θηρίοις διὰ τὸ δύσβατον τοῦ φυτοῦ καὶ ὑψηλὸν ἀδύνατος. Πρὸς τούτοις οὐδὲν ἀπόβλητον ὁ φοῖνιξ, πᾶν δὲ χρειῶδες κέκτηται· ὧν ἕκαστον ἀναλαβὼν εἰς τὸν δίκαιον, θαυμάσεις τὸ ἀπαραλλαγὲς τῆς εἰκόνος καὶ γνήσιον. Ἀλλὰ μὴν καὶ νίκης τοῖς ἀθλοῦσιν ἢ τοῖς τρέχουσι σύμβολον τὰ βαΐα τῶν φοινίκων δίδοται· ὥστε οὐκ ἄλλως στεφανωθῆναι κατὰ τὸ μέλλον, ἀλλὰ διὰ τῆς δικαιοσύνης δυνάμεθα. Ὅθεν καὶ Παῦλος ἔλεγε· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής. Καὶ τίνος ἐρεῖς χάριν, Ὡσεὶ κέδρος ἐν τῷ Λιβάνῳ πληθυνθήσεται; Ἐπειδὴ τῶν ἐθνῶν ὁ Λίβανος διὰ τὴν ἀκαρπίαν τῶν κέδρων χαρακτὴρ ὑπάρχει καὶ σύμβολον· ἀλλ’ ὅμως καὶ ἐν τοῖς ἔθνεσιν ἡ τοῦ Θεοῦ δικαιοσύνη πληθύνεται. Πολλοὶ μὲν γὰρ προφῆται, πολλοὶ δὲ πατριάρχαι, καὶ ἕτεροι θεοφόροι καὶ δίκαιοι ἐκ τοῦ Ἰσραὴλ γεγόνασιν· ἀλλ’ ἐπλεόνασαν τὸν τούτων ἀριθμὸν οἱ ἐκ τῶν ἐθνῶν ἀναδειχθέντες μάρτυρες, ἐν οἷς εἰς πλῆθος ἡ τοῦ Θεοῦ δικαιοσύνη προέκοψεν. Ἀλλὰ καὶ πῶς ἐπλεόνασεν ἐν τοῖς ἑξῆς καταμάνθανε· Ἢ ὅτι ὁ φοῖνιξ τὸ ἄνθος λευκὸν ἔχει, καὶ τὸν καρπὸν αὐτοῦ, ἕως ἄωρός ἐστι, κεκρυμμένον φυλάσσει· ἐπὰν δὲ τοῦτον ἐκθρέψαι βουληθῇ, ἔξω παραδεικνύει· οὕτω καὶ ὁ δίκαιος, τὰς ἀρετὰς πρότερον λανθάνειν σπουδάζων, ἐπὰν εἰς τὸ τέλειον ἔλθῃ, αὐταὶ ἑαυτὰς φανεροῦσι. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. Ἀντὶ τοῦ, Πεφυτευμένοι, Μεταφυτευθέντες ἕτεροι τῶν ἑρμηνευτῶν ἐκδεδώκασιν· ὥστε εἶναι σαφές, οὐ τὰς ἁπλῶς κέδρους, ἀλλὰ τὰς ἐκ τῆς πλάνης μεταφυτευθείσας ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· περὶ οὗ Παῦλος ἔγραφε πρὸς Τιμόθεον· Ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος. Ἢ ὅτι ὁ Λίβανος ὄρος ὢν εἰδωλολατρείας, ἕως μὲν ἔχει τὰς κέδρους ἐκεῖσε, διαβάλλει αὐτὰς ἡ Γραφή· ἐπὰν δὲ μετατεθῶσιν εἰς οἰκοδομὰς ἁγίου ναοῦ, ἐπαινεῖ αὐτάς. Σολομὼν γὰρ ἐκ τούτων εἰς τὸν τοῦ Κυρίου ναὸν ἔλαβεν. Ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι· δηλαδὴ ἐν ταῖς ἀνὰ μέρος Ἐκκλησίαις. Οἶκον γὰρ τοῦ Θεοῦ περιεκτικῶς τὴν καθόλου Ἐκκλησίαν προσηγόρευσεν· ἢ καὶ οἶκος τοῦ Θεοῦ ὁ νόμος, εἰς ὃν οἱ ἀπὸ τῶν ἐθνῶν ἀπὸ τῆς πολιτευσαμένης παρ’ αὐτοῖς ἀνομίας μεταφυτευθέντες ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ, δηλαδὴ ἐν ταῖς ἐντολαῖς ἐξανθεῖν καὶ καρποφορεῖν ἔλαχον. Ἔτι πληθυνθήσονται ἐν γήρει πίονι. Οὐκ ἔστι, φησίν, αὐτῶν ἡ εὐθηνία πρόσκαιρος. Μήποτε τοῦτό τις περὶ τῶν ἐθνῶν διὰ τὸ ἐξανθῆσαι στοχάσηται· ἀλλ’ ἐν γήρᾳ λιπαρῷ πληθύνονται καὶ προκόπτουσι· τοῦ γὰρ χρόνου προϊόντος πληθύνεται τῶν ἐθνῶν ἡ εὐσέβεια. Καὶ εὐπαθοῦντες ἔσονται τοῦ ἀναγγεῖλαι. ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ὁρᾷς δὲ ἀπὸ τοῦ εὐπαθεῖν, τουτέστιν, ἀπὸ τοῦ σφριγᾷν καὶ ἀκμάζειν, εἰς ζῆλον προκόπτουσιν. Ἢ καὶ εὐπαθεῖν ἐπὶ τῶν πιστῶν κυρίως λεχθήσεται, τὸ παθεῖν εὐκόλως ὑπὲρ τούτου, εἰς ὃν καὶ πεπιστεύκασι. Τοιγαροῦν τὸ εὐθὲς τοῦ Θεοῦ ἐν τῷ εὐπαθεῖν ἀναγγέλλουσι, καὶ ὅτι οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ὡς γὰρ εὐθὴς καὶ δίκαιος, στεφανοῖ τοὺς ὑπὲρ αὐτοῦ πάσχοντας, καὶ βραβείων αὐτοῖς ἐξαιρέτων μεταδίδωσι. Πλὴν ἀλλὰ καὶ ἡμεῖς τὸ εὐθὲς τοῦ Θεοῦ ἐπιστάμενοι, εὐθεῖς καὶ πρὸς αὐτὸν καὶ πρὸς τὸν πλησίον γενώμεθα. μήτε τὰς ἀρετὰς ἐν ὑποκρίσει μετερχόμενοι, μήτε τῷ ἀδελφῷ δόλον ἐργαζόμενοι· οὐκ ἔστι γὰρ ἀδικία ἐν αὐτῷ τῷ ἡμετέρῳ κριτῇ, ἀλλ’ ἑκάστῳ κατὰ τὴν πρᾶξιν οἰκονομεῖ τὸ κριτήριον.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
