# Commentarius magnus in Psalmos (Ms Α) Ἀπὸ φωνῶν ὑδάτων λείπει Ψαλμὸς ϟγʹ..1

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Ἀπὸ φωνῶν ὑδάτων λείπει Ψαλμὸς ϟγʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%E1%BC%88%CF%80%E1%BD%B8%20%CF%86%CF%89%CE%BD%E1%BF%B6%CE%BD%20%E1%BD%91%CE%B4%CE%AC%CF%84%CF%89%CE%BD%20%CE%BB%CE%B5%CE%AF%CF%80%CE%B5%CE%B9%20%CE%A8%CE%B1%CE%BB%CE%BC%E1%BD%B8%CF%82%20%CF%9F%CE%B3%CA%B9..1

αʹ. Εὐημερίας τὸ πρόσκαιρον. Σχετλιάζων δὲ ὥσπερ ἐπ’ αὐτοῖς, τὰ παρόντα ἐφθέγξατο, καὶ δυσανασχετῶν ὅτι χρόνος ἐπ’ αὐτοῖς τοῦ Θεοῦ μακροθυμοῦντος τρίβεται· ὥστε καὶ καυχᾶσθαι ἐφ’ οἷς ἐχρῆν εὐλαβεῖσθαι καὶ αἰσχύνεσθαι. Καὶ τίς αὐτῶν ἡ καύχησις; Φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Οἱ γὰρ ἔργων πονηρῶν μὴ φεισάμενοι, λόγων πῶς οὗτοι φείσονται; Διόπερ λαλοῦσιν ἀεί, καὶ τοὺς ἄλλους ὀλισθῆναι προτρέπονται. Νῦν μὲν λέγουσι, Ποιήσωμεν τὰ κακά, ἵνα ἔλθῃ τὰ ἀγαθά· νῦν δέ, Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν· πάλιν· Οὐκ ἐφορᾷ Κύριος τὴν γῆν· καὶ ὅσα τοιαῦτα παρὰ τῶν προφητῶν καταῤῥηθέντες εὑρίσκονται. Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν· ἔργοις ποιοῦντες καὶ λόγοις ἑκάτερον. Ταπεινοῖ γὰρ τὸν τοῦ Θεοῦ λαὸν καὶ κακοῖ τὴν αὐτοῦ κληρονομίαν, δηλαδὴ τὴν ἀνθρωπότητα. οὐ μόνον ὁ ἁρπάζων, καὶ τύπτων, καὶ λοιδορῶν, καὶ ἄδικα κρίνων, ἀλλὰ καὶ ὁ φαῦλα συμβουλεύων καὶ τὴν παρανομίαν ὡς συμφέρουσαν ὑποτιθέμενος. Περὶ ὧν εἴρηται, ὅτι Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ἢ οὐκ ἐταπείνωσαν τὸν τοῦ Θεοῦ λαὸν οἱ ἀπὸ τῆς ἐρήμου πεμφθέντες κατάσκοποι, παλινδρομῆσαι πρὸς Αἴγυπτον συμβουλεύσαντες; Χήραν καὶ ὀρφανὸν ἀπέκτειναν, καὶ προσήλυτον ἐφόνευσαν. Οὐχ ὅτι πάντως ξίφει κατ’ αὐτῶν ἢ πολεμικοῖς ἑτέροις ὀργάνοις ἐχρήσαντο· ἀναιρεῖ δὲ προσήλυτον καὶ χήραν ὁ λαμβάνων τὸν ἀγρὸν ὃν ἔχουσι μόνον, ὁ τροφὴν αὐτοὺς ἀποστερῶν τὴν ἐφήμερον, ὁ τὸν οἶκον ἁρπάζων, ᾧ σκέπτονται μόνῳ, ὁ διαφθείρων τὸ ἐπ’ αὐτοῖς κριτήριον, οἷς πολλὰ καὶ νῦν καὶ παρὰ πολλῶν γίνεται· ὧν πηλίκον ἐστὶ τὸ ἁμάρτημα ἀπὸ τῶν ἑξῆς μάνθανε. Καὶ εἶπον, οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ. Ταῦτα κἂν μὴ λέγωσιν οἱ ἅρπαγες καὶ παράνομοι τῇ γλώττῃ, ἀλλὰ τῇ γνώμῃ λέγουσιν. Οὐ γὰρ ἂν ὀρφανούς, ὧν ἐστι πατὴρ ὁ Θεός, οὐδὲ χήρας, ὧν αὐτὸς κριτής, οὐδὲ προσηλύτους, οὓς αὐτὸς ἀγαπᾷ, ὡς Μωϋσῆς ὁ νομοθέτης ἔγραψεν, ἁρπάζειν ἢ φονεύειν ἐθάῤῥησαν, εἰ μὴ πρὸς τοσοῦτον ἀλαζονείας ἐξέπεσον, ὥστε ὑπογράφειν τῷ λογισμῷ, ὅτι λαθεῖν τὸν Δημιουργὸν δύνανται, ὅτι τὸν κόσμον ἀπρονόητον ἔταξεν, ὅτι οὐκ ἐφορᾷ ὁ Κριτὴς τὰ ἀνθρώπινα· οἷς τὰ ἑξῆς ἐπισκώπτων ἐπήγαγεν· Σύνετε δέ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί, ποτὲ φρονήσατε. Ἄφρονας ἔθος τῷ προφήτῃ τούτῳ καλεῖν τοὺς περὶ Θεοῦ λογιζομένους βλάσφημα· περὶ ὧν φησιν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ. Οὐκ ἔστι Θεός. Τοιοῦτοί τινες οἱ κατὰ χηρῶν καὶ ὀρφανῶν καὶ προσηλύτων πλημμελοῦντες, ἢ καὶ παρανομίαν ἑτέραν ἐργαζόμενοι, οἷς ἐπιτιμῶν διὰ μὲν τοῦ προτέρου στίχου συνιέναι παρακελεύεται· ἐν δὲ τῷ δευτέρῳ φησί, Ποτὲ φρονήσατε, δεικνὺς ὡς ἐὰν μὴ μεταμεληθέντες νῦν φρονήσωσιν, ὕστερον οὐ δυνήσονται· Ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Διόπερ αὐτοὺς καὶ μωροὺς προσηγόρευσεν, ὅτι τὸν τῆς ἐπιστροφῆς καιρὸν ῥᾳθυμοῦντες ἀναλίσκουσιν· ὅπερ ἐστὶ μωρῶν ἴδιον, οὐκ εἰδέναι καιροῖς προσφόρως οὐδὲ πράγμασι χρήσασθαι· ἀλλὰ μηδὲ συνιέναι τὰ πᾶσιν ὁμολογούμενα· ἔστι δὲ τὰ ἑπόμενα· Ὁ φυτεύσας τὸ οὗς οὐχὶ ἀκούει, ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐχὶ κατανοεῖ; Διὰ τῶν ὀργάνων καὶ τὰς αἰσθήσεις τὰς ἐν αὐτοῖς ἐδήλωσε, τὴν ἀκοήν, τὴν θεωρίαν· Θεοῦ γὰρ ἡμῖν ταύτας τε καὶ τὰς ἄλλας αἰσθήσεις δημιουργήσαντος, ἔχομεν. Πῶς τοίνυν, φησί, τὸν Θεὸν ἐροῦσιν ἀναισθητεῖν πρὸς τὰ ἡμέτερα, ὅστις ἡμῖν καὶ τὸ αἰσθάνεσθαι δέδωκεν, οὐκ ἂν δεδωκώς, εἰ μὴ καλὸν ἐγίνωσκεν, ὅπερ ἐδίδου; Πᾶν δέ, εἴ τι καλόν, ἐν πρώτῃ τάξει παρὰ Θεῷ τῷ πάντων τῶν ἀγαθῶν αἰτίῳ καθέστηκεν. Ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει, ὁ διδάσκων ἄνθρωπον γνῶσιν; Ἐρωτᾷ καὶ ταῦτα, οὐχ ὡς ἀμφίβολα, ἀλλ’ ὡς ὁμολογούμενα, καὶ διὰ τῶν ἐρωτήσεων αἰσχύνην τοῖς ἀντιλέγουσι φέροντα. Εἰ γὰρ ἔθνη πολλὰ παιδεύει, τουτέστι, τὴν ἀνθρωπότητα, πῶς οὐχὶ ἐλέγξει τοὺς ἀνὰ μέρος ἁμαρτάνοντας; Παιδεύει δὲ πῶς τὰ ἔθνη; Διδάσκων γνῶσιν, φησί· Ποίαν γνῶσιν; Δηλαδὴ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ τὴν διάκρισιν, τοῦ βλάπτοντος καὶ τοῦ συμφέροντος. Ταῦτα γὰρ ἡμᾶς αὐτὸς οὐ διὰ μελητῶν τινων ἢ διδασκάλων, ἀλλὰ ταῖς φυσικαῖς ἐννοίαις ἐδίδαξεν. Ὥστε καὶ διὰ τοῦτο ἐλέγξει ἁμαρτάνοντας, τουτέστι, κρινεῖ. Ἄγνοιαν γὰρ τοῦ ἀδίκου ἢ τοῦ δικαίου οὐ δυνατὸν ἡμᾶς παρὰ τοῦ Θεοῦ διὰ τοῦ φυσικοῦ νόμου, τὸ μέσον ἑκατέρου διδαχθέντας, προβάλλεσθαι. Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. Τοῦτο νῦν οὐ μάτην ὁ ψαλμῳδὸς ἐνέταξε· μήποτε δὲ τὸν Θεὸν ἀνέχεσθαι τῶν ἀνθρώπων νομίσωμεν, ἀγνοοῦντα πηλίκα ἐν τοῖς λογισμοῖς πταίουσι, καὶ ὅσα διανοοῦνται μάταια τῆς εἰς τὸν Χριστὸν βλασφημίας ἁπτόμενα. Οὐ τοίνυν ἀγνοεῖ, εἰδὼς δέ, τῷ μέλλοντι καιρῷ τὴν κρίσιν τὴν ἐπ’ αὐτοῖς ταμιεύεται· οὐ τὴν ἐπὶ πᾶσι· τινὰς γὰρ ἤδη σωφρονίζει, περὶ ὧν τὰ ἐχόμενα λέγεται· Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν. βʹ. Πολλοῖς τρόποις ὁ παρὰ Θεοῦ παιδευθεὶς μακαρίζεται. Πρῶτον μέν, ὅτι βελτίων καὶ σωφρονέστερος γίνεται, ὥστε μηκέτι βίον κτηνώδη ζῇν, μηδὲ λογικὸν γεγονότα ἐν τοῖς ἀλόγοις τάττεσθαι· ἔπειτα παρὰ τοῦ Θεοῦ παιδευθείς, ὡς παρὰ πατρὸς τύπτεται· ὅθεν οὐδὲ τιμωρεῖσθαι, ἀλλὰ παιδεύεσθαι λέγεται· τὸ μὲν γὰρ τιμωρεῖσθαι κριτῶν, τὸ δὲ παιδεύειν διδασκάλων ἴδιον. Διόπερ ἐπήγαγεν, Ἐκ τοῦ νόμου σου διδάξεις αὐτόν, δεικνὺς ὡς οὐκ ὀργιζόμενος ὁ Θεὸς παιδεύει, νομομαθῆ δὲ ποιεῖ τὸν παιδευόμενον. Καὶ τί τὸ κέρδος; Τοῦ πραῧναι αὐτὸν ἀφ’ ἡμερῶν πονηρῶν ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. Μακαρισμὸν οὗτος ὁ προφήτης μέγαν ἡγεῖται τῆς κολάσεως τῆς μελλούσης τὴν λύτρωσιν· διόπερ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Ὥστε εἰκότως καὶ νῦν μακάριον τὸν παρὰ Θεοῦ παιδευόμενον ἔταξεν, ἐπειδὴ ταῖς ἐνταῦθα παιδείαις τὰ μέλλοντα διαφεύγει δεινά, καὶ πραότητος ἐν ταῖς πονηραῖς ἡμέραις ἀπολαύει, τουτέστι, κατὰ τοὺς καιροὺς ἐν οἷς πειρῶνται πόνων οἱ κολαζόμενοι, ἐν οἷς καὶ τῷ ὄντως ἁμαρτωλῷ, δηλαδὴ τῷ διαβόλῳ (περὶ οὗ Παῦλος ἔλεγεν, Ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς), ὀρύττεται βόθρος. Εὐτρεπίζεται γὰρ αὐτῷ τὰ μέλλοντα κολαστήρια, ἅπερ βόθρον ἀναγκαίως ἐκάλεσεν, ἐπειδήπερ ἐξ αὐτῶν οὔποτε ἀνακύψαι δυνήσεται, μένει δὲ ἐν αὐτοῖς βόθρου δίκην χωννύμενος. Ἐκεῖνο δὲ ὅμως ἐπιτηρήσασθαι ἄξιον, ὅτι οὐ τὴν αὐτὴν ἡμέραν πονηράν, καὶ πάλιν ἡμέρας πονηρὰς ὁ Δαυῒδ προσηγόρευσεν· ἀλλ’ ἐκείνη μέν ἐστι καθ’ ἣν ἡ κρίσις γίνεται, ἐξ ἧς ῥύεται τὸν ἐλεήμονα, ἐλευθερίαν αὐτῷ τὴν παντελῆ χαριζόμενος· αὗται δὲ οἱ τῶν βασάνων καιροί. Ὅθεν αὐτοὺς εἰς πλῆθος Ἡμέρας εἰπών, οὐχ Ἡμέραν ἐκδέδωκεν, ἐν οἷς τῷ παιδευθέντι πραΰνει, τουτέστι, κουφίζει τὰ βασανιστήρια, ἀναλόγως ταῖς παιδείαις ἢ καὶ τῇ ἐπιστροφῇ καὶ διορθώσει, ἥτις ἂν ἐκ τῆς παιδείας γένηται. Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει. Αἰτίαν ἧς ἕνεκα τοὺς μακαριζομένους ἐνταῦθα παιδεύει τὴν παροῦσαν ὁ ψαλμῳδὸς ἐπήγαγε. Φειδόμενος γὰρ τοῦ οἰκείου λαοῦ καὶ τῆς ἑαυτοῦ κληρονομίας, παιδεύει τινάς, ὅπως αὐτοί τε σωθῶσιν ἐπιστραφέντες, καὶ τοῖς ἄλλοις ἐπιστροφῆς ἀφορμὴ καὶ ὑπόδειγμα γένωνται. Ὡς εἴγε ἀπωθήσασθαι ἁμαρτάνοντα τὸν λαὸν τὸν οἰκεῖον, ἢ καταλιπεῖν τὴν ἑαυτοῦ κληρονομίαν τοῖς ἐχθροῖς τοῖς νοητοῖς ἠβούλετο, οὐκ ἂν ἡμᾶς ἐπαίδευεν, ἵνα πρὸς τὸ χεῖρον ἐξ ἀδικίας προκόψωμεν. Ὅτι γὰρ ὀργῆς ἐστι μεγάλης ἡ ἐγκατάλειψις, ἀκούσῃ τοῦ Θεοῦ πρὸς Ἰουδαίους λέγοντος· Οὐκ μὴ ἐπισκέψωμαι ὅταν μοιχεύωσιν αἱ νύμφαι αὐτῶν, καὶ ὅταν πορνεύσωσιν αἱ θυγατέρες αὐτῶν· καὶ πάλιν, Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν· ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ. Ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Οὐχ ὅτι κατὰ τὸ ἐπιστρέψαι δικαιοσύνην εἰς κρίσιν, τὸν λαὸν ὁ Θεὸς τὸν οἰκεῖον, ἢ τὴν ἑαυτοῦ κληρονομίαν ἀπώσεται· ἀλλ’ ἐπειδὴ τὰς παιδείας ἀπόδειξιν τοῦ μὴ ῥᾳθυμεῖν αὐτὸν τῆς ἑαυτοῦ κληρονομίας παρέδωκε, μέχρι τίνος τούτων χρεία διδάξαι σε τοῖς εἰρημένοις βούλεται. Ὅταν γὰρ Χριστὸς ἡ ὄντως δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ καταλιπὼν τὸ μακροθυμεῖν. ἐπὶ τὸ κρίνειν τραπῇ, καὶ Πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, οἱ δίκαιοι δηλαδή, ἐχόμενοι ταύτης, τουτέστιν, οὐκ ἐν αὐτῇ ὡς κρινόμενοι, ἀλλὰ περιιστάμενοι, ὡς τὸν κρίνοντα δορυφοροῦντες, γένωνται (διόπερ οἱ ἄλλοι ἑρμηνευταὶ ἀντὶ τοῦ, Ἐχόμενοι αὐτῆς, Ὀπίσω αὐτοῦ ἐκδεδώκασι), τότε αἱ ἀνὰ μέρος ἀργοῦσι παιδεῖαι· οὐδὲ γὰρ ὑπομνήσεως, ἀλλ’ ἀνταποδόσεώς ἐστι τοῦ Θεοῦ τὸ κριτήριον. Διάψαλμα τούτου χάριν προσέθηκεν, ἐπειδὴ τὸν κοινὸν λόγον εἰς οἰκεῖον μετέστησε πρόσωπον. Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοῖς ἐργαζομένοις τὴν ἀνομίαν; Πόλεμον ἡμῖν ἰσχυρὸν καὶ λίαν ἀκμάζοντα, τὰς πονηρὰς δυνάμεις ὁ προφήτης αἰνίττεται, καὶ μονονουχὶ τὰ τοῦ Παύλου λέγει· Οὐκ ἔστιν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας· καθ’ ὧν τὴν συμμαχίαν αἰτεῖ καὶ ζητεῖ. Τίς κατ’ αὐτῶν, ἡμῖν ἀναστὰς ἐπικουρῆσαι, συμπολεμῆσαι δύναται; Μὴ τοίνυν ἀρέσκου τοῖς πονηρευομένοις, μηδὲ τέρπου τοῖς ἐργαζομένοις τὴν ἀνομίαν, οἷς ὁ προφήτης οὐ μόνον πολεμεῖν παρεσκεύασται, ἀλλὰ καὶ συμπολεμοῦντα ζητεῖ, ὅνπερ δὴ καὶ ἐπήγαγεν. Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. Μόνου Θεοῦ, φησί, τῆς συμμαχίας χρῄζομεν· μόνος ἡμῖν ἐπαμῦναι πρὸς τοιαύτην παράταξιν δύναται. Ἄρα δὲ ἀναμνησθεὶς τοῦ γεγονότος ἐπὶ τῇ Βηρσαβεὲ παραπτώματος, τὰ παρόντα ἐμέλισεν; Εἰ μὴ γὰρ τότε ὁ Θεὸς τὸν Νάθαν ἀποστείλας ἐβοήθησε τῷ Δαυΐδ, ἐγείρας αὐτὸν διὰ τῶν ἐκείνου ῥημάτων εἰς μετάνοιαν, παροικεῖν αὐτοῦ ἡ ψυχὴ τῷ ᾅδῃ, δηλαδὴ τῷ τῆς ἁμαρτίας θανάτῳ, ἐκινδύνευεν. γʹ. Εἰ δὲ δίκαιος ῥᾳθυμῶν τῷ θανάτῳ παροικεῖ, ὁ ἀσεβὴς ἐνοικεῖ καὶ κατοικεῖ· Οὐκ ἔστι γὰρ αὐτῷ ἐν τῷ θανάτῳ ἀνάνευσις· ἐπειδὴ Ἐμπεσών, καθά φησιν ὁ Σολομών, εἰς βάθος κακῶν, καταφρονεῖ. Εἰ ἔλεγον, σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι. Ὃς γὰρ ἂν ἐπιγνῷ καὶ ἐξείπῃ τὸ οἰκεῖον ἁμάρτημα, καὶ σαλευθεὶς μήτε ῥᾳθυμήσῃ μήτε ἀπογνῷ, ἀλλ’ ἐν αἰσθήσει γένηται, οὗτος τῆς τοῦ Θεοῦ ῥοπῆς καὶ τοῦ ἐλέους παραχρῆμα αἰσθάνεται πρὸς βοήθειαν. Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Ἰατροῦ καὶ τοῦτο ἐπιστήμονος, ἀνάλογα τοῖς τραύμασιν ἐπιβάλλειν τὰ φάρμακα. Ὀδύνας δὲ ἐν τῇ καρδίᾳ, εἴτε τὰς ἐπὶ τοῖς ἁμαρτήμασι τοῖς οἰκείοις λύπας τὰς γινομένας ἐξ ἐπιστροφῆς καὶ κατανύξεως λέγοις, εἴτε τὰς ἐπὶ ταῖς εὐπραγίαις τῶν ἁμαρτωλῶν, εἴτε τὰς ἐπιφερομένας ἡμῖν ἀδίκως ἐπαγωγάς, ἀνάλογον πάσαις ὁ Θεὸς παρέχει τὴν παράκλησιν. Οἱ μὲν γὰρ ἀδίκως ἐπιβουλευόμενοι, παράκλησιν καινήν, τοῦτον τοῦ Χριστοῦ τὸν μακαρισμὸν ἔχουσι· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Οἱ δὲ ἐπὶ ταῖς ἁμαρτίαις ταῖς οἰκείαις στενάζοντες, μεγάλα καὶ οὗτοι μακαρίζονται· Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Ὅσοι δὲ πάλιν ἐν ταῖς εὐθηνίαις τῶν παρανόμων στενάζουσιν, ὅταν ἐκείνοις ὄλεθρος ἐπέλθοι, τότε τῆς δόξης τῆς ἑαυτῶν αἰσθάνονται· Εὐφρανθήσεται γὰρ δίκαιος ὅταν ἴδῃ ἐκδίκησιν. Εἰ δὲ καὶ ὀδύνας ψυχῆς, οἷον πόνους καὶ τραύματα, λέγῃς τὰ ἁμαρτήματα· πολλὴν γὰρ τούτοις παράκλησιν παρὰ τοῦ Χριστοῦ· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· καὶ πάλιν, Οὐκ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι τὸν κόσμον. Μὴ συμπροσέστω σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα. Θρόνος ἀνομίας ὁ διάβολος εἰκότως ὀνομάζεται· εἴτε γὰρ βασιλείαν τὸν θρόνον, εἴτε ἀνάπαυσιν λέγοις, εἴτε τινὰ καθέδραν, ἀνομία ἐν τῷ διαβόλῳ καὶ βασιλεύει καὶ ἀναπαύεται. Ἀλλὰ μὴν καὶ κριτὴς ἀδικίας, οὐχ ὡς κατακρίνων τὴν ἀδικίαν, ἀλλ’ ὡς ἄδικα κρίνων, ἐπωνόμασται. Οὗτος πλάσσει κόπον ἐπὶ πρόσταγμα, δηλαδὴ τὸ τοῦ Θεοῦ. Ἐπίπονον γὰρ ἡμῖν τὸν θεῖον κατασκευάζει νόμον, ἡδονὴν καὶ ῥᾳστώνην ὑποτιθέμενος. Ὁ Θεὸς δὲ ἀνέχεται αὐξῆσαι τὸν μισθὸν τοῖς ἐργαζομένοις τὸν νόμον τὸν ἑαυτοῦ βουλόμενος· ἐπειδὴ Ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Οὗτος οὐ συμπροσέσται τῷ Θεῷ, τουτέστιν, οὐδὲ συμπαραστήσεταί ποτε κατὰ τὸν καιρόν, δηλονότι τῆς κρίσεως οἱ μὲν γὰρ ἄγγελοι τῷ Θεῷ παραστήσονται κρίνοντι· οὗτος δὲ οὐ παραστήσεται· ἐπειδὴ εἰ καὶ τὴν οὐσίαν ἔχει, ἀλλὰ τῆς ἀξίας ἐκπέπτωκε. Διατί δὲ οὐ παραστήσεται; Ἐπειδὴ ὁ Θεὸς κρίνων φιλανθρώπως κρίνει· οὗτος δὲ λίαν ὑπάρχει μισάνθρωπος, ὡς δηλοῖ τὰ ἑπόμενα· περὶ γὰρ αὐτοῦ καὶ τῶν σὺν αὐτῷ καθημένων καὶ στρατευομένων λέγεται· Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται. Τὴν αἰτίαν ἐξέθετο σαφῶς, ἧς ἕνεκα οὐ παραστήσεται τῷ κριτηρίῳ τῷ μέλλοντι· ἐπειδὴ καὶ ψυχὴν δικαίου θηρεῦσαι οὐκ ὀκνήσουσιν, ἀφορμὴν λαβόντες καὶ τὸ γεγονὸς ἐν ἀγνοίᾳ ἢ παρὰ γνώμην πλημμέλημα· ἀλλὰ καὶ Αἷμα καταδικάσουσιν ἀθῶον, ἐάν τις αὐτοῖς ἐξουσία καταδικάζειν γένηται. Ὅθεν οὐδὲ κατηγορεῖν αὐτοῖς ἢ καταμαρτυρεῖν ὁ Θεὸς ἐπιτρέπει, ἡνίκα τὰ πταίσματα τὰ ἡμέτερα κρίνεται, ἀλλὰ τοὺς λογισμοὺς ἡμῶν κατηγόρους, τὸ συνειδὸς δὲ εἰς μαρτύριον καλεῖ. Φησὶ γὰρ ὁ Παῦλος· Συμμαρτυρούσης τῆς συνειδήσεως ἡμῶν, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων· οὕτω γὰρ κρίνεται παρὰ Θεῷ τὰ κρυπτὰ τὰ ἡμέτερα. Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν, καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου. Τίς ἐγένετο; Ἔστω οἱ ἄλλοι ἑρμηνευταὶ ἐκδεδώκασιν· ὥστε εἰς τὴν τοῦ Μονογενοῦς ἐνδημίαν τὸ ῥηθὲν ἐκλαμβάνεσθαι· αὐτὸς γὰρ ἡμῖν καταφυγὴ ὑπὸ τῶν ὄντων ἐχθρῶν διωκομένοις γεγένηται· αὐτὸς καὶ βοηθὸς ἐλπίδος κινδυνευούσης ἤδη· ἐν ἀπογνώσει γὰρ διὰ τὸ πλῆθος τῆς ἀσεβείας ὑπήρχομεν. Ἀλλὰ τὴν ἀπόγνωσιν ἔλυσεν εἰπών· Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. Καὶ ἀποδώσει αὐτοῖς Κύριος τὴν ἀνομίαν αὐτῶν· καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεός. Τοῦτο δικαίου κριτοῦ, ἀποδοῦναι τὴν ἀνομίαν τούτοις, οἵπερ αὐτῆς τὴν αἰτίαν δεδώκασιν. Ἀνομίαν δὲ ἀκούων, τὴν ἡτοιμασμένην, ἐπ’ αὐτῇ τιμωρίαν ἐκλάμβανε. Διόπερ ἡ πέμπτη καὶ ἕκτη τῶν ἐκδόσεων βίβλος Τὰς ὀδύνας αὐτῶν φησι. Μεγίστην γὰρ ταύτην οἱ πονηροὶ τιμωρίαν ὑφίστανται, ὅταν αὐτοί τε ἐκ μέσου καὶ τὰ παρ’ αὐτῶν γίνηται· ὅταν μηκέτι τρέφωνται ταῖς τῶν ἀνθρώπων διαφοραῖς καὶ προσκόμμασιν. Ἀφανιεῖ τοίνυν αὐτούς, οὐκ ἀφανίζων αὐτῶν τὴν οὐσίαν· μένειν γὰρ αὐτοὺς διηνεκῶς κολαζομένους βούλεται· ὅθεν καὶ τὸ ἑτοιμασθὲν αὐτοῖς πῦρ χρηματίζει αἰώνιον· ἀλλ’ ἀφανίζει ἐκ μέσου ποιῶν, καταργῶν αὐτῶν τὴν δυναστείαν, μηκέτι μέσους ἡμῶν εἶναι συγχωρῶν. Νῦν μὲν γάρ, ἐπειδὴ ἀγωνιζόμεθα ἵνα στεφανωθῶμεν, ἀντιπάλου τάξιν ἔχει· καὶ διὰ τοῦτο ἐνεργεῖν συγχωρεῖται· ὁ δὲ μέλλων αἰὼν οὐκ ἔστιν ἀγῶνος, ἀλλ’ ἀμοιβῆς· οὐ πάλης, ἀλλὰ στεφάνου. Διόπερ ὁ Παῦλος περὶ μὲν τοῦ παρόντος βίου φησί· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· περὶ δὲ τοῦ μέλλοντος, Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής. Ὥστε εἰκότως οἱ ἐχθροί, παυσαμένης τῆς πλάνης τῆς πρὸς αὐτούς, ἀφανίζονται.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
