# Commentarius magnus in Psalmos (Ms Α) Ἡσυχίου πρεσβυτέρου Ἱεροσολύμων ἐπίγραμμα ἱστορίας εἰς τὸ ψαλτήριον..1

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ἡσυχίου πρεσβυτέρου Ἱεροσολύμων ἐπίγραμμα ἱστορίας εἰς τὸ ψαλτήριον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%E1%BC%A9%CF%83%CF%85%CF%87%CE%AF%CE%BF%CF%85%20%CF%80%CF%81%CE%B5%CF%83%CE%B2%CF%85%CF%84%CE%AD%CF%81%CE%BF%CF%85%20%E1%BC%B9%CE%B5%CF%81%CE%BF%CF%83%CE%BF%CE%BB%CF%8D%CE%BC%CF%89%CE%BD%20%E1%BC%90%CF%80%CE%AF%CE%B3%CF%81%CE%B1%CE%BC%CE%BC%CE%B1%20%E1%BC%B1%CF%83%CF%84%CE%BF%CF%81%CE%AF%CE%B1%CF%82%20%CE%B5%E1%BC%B0%CF%82%20%CF%84%E1%BD%B8%20%CF%88%CE%B1%CE%BB%CF%84%CE%AE%CF%81%CE%B9%CE%BF%CE%BD..1

Μαλαχίας ὁ τοῦ θεοῦ προφήτης ὁ δικαίως προσαγορευθεὶς ἄγγελος δείκνυται εὐαγγελικῇ σάλπιγγι χρησάμενος λέγων πρὸς αὐτόν· Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ , προαγγέλλων ἡμῖν καὶ προμηνύων τὸν τοῦ θεοῦ μονογενῆ υἱὸν ὁρᾶσθαι ἐπὶ τῆς γῆς οὐκ ἐν ἑτέρου τινὸς οὐσίᾳ ἀλλ’ ἐν τῇ αὐτοῦ, καὶ διὰ τῆς ἑαυτοῦ καταλάμπειν χάριτος τὰ σύμπαντα, καθάπερ εἴωθεν οὖτος ὁ αἰσθητὸς ἥλιος ἐν τῇ ἑαυτοῦ οὐσίᾳ ὁρᾶσθαι καὶ διὰ τῆς ἑαυτοῦ οὐσίας καταυγάζειν τὰ σύμπαντα. οὕτω δὴ καὶ τὸ θεῖον ἀπαύγασμα Ἰησοῦςὁ κύριος ἡμῶν ὀφθεὶς ἐπὶ τῆς γῆς φωτὸς ἀϊδίου πεπλήρωκε τὴν οἰκουμένην ἅπασαν. εὐλόγως οὖν ὁ μνημονευθεὶς προφήτης ἥλιον αὐτὸν δικαιοσύνης προανεφώνησε. ἀνέτειλεν οὖν, ἵνα τηλαυγῶς ἴδωμεν τοῖς τῆς διανοίας ὀφθαλμοῖς τὰ κεκρυμμένα καὶ ἄδηλα ὄντα τῶν θείων γραφῶν λόγια ταῖς αὐτοῦ ἀκτίσι φωταγωγούμενοι, ἵνα καὶ ἡμεῖς σὺν τῷ μακαρίῳ Δαυεὶδ μελῳδοῦντες εἴπωμεν πρὸς αὐτόν· Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι, σοφίας δὲ οὐ τοῦ νῦν αἰῶνος ἀλλὰ τῆς ἀποκεκρυμμένης πρὸ τῶν αἰώνων ἐν τῷ πατρί, φανερωθείσης δὲ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν οὐ μόνον γνώσει ἀλλὰ καὶ ἐν εἴδει προσώπῳ κατὰ τρόπον, ἵνα οἱ πιστεύοντες εἰς αὐτὸν ἰσχυρὰν ἔχωσι πληροφορίαν διὰ τῆς ἀληθοῦς μαρτυρίας τῶν αὐτὸν θεασαμένων πρό τε τοῦ πάθους αὐτοῦ καὶ μετὰ τὴν ἀνάστασιν. ἐκεῖνος οὖν ἑαυτὸν ἐπιφάνας τῷ κόσμῳ, ὡς ἀληθῶς ἥλιος δικαιοσύνης αὐτὸς καὶ νῦν ἡμῖν τὴν ἑαυτοῦ ἐπιφάνας χάριν, ὡδήγησεν δι’ αὐτῆς εἰς τὸν ἀνεξιχνίαστον πλοῦτον τῶν θησαυρῶν τῆς γνώσεως τῶν λογίων αὐτοῦ. εὔελπις γάρ εἰμι. ἀδελφοί, ὅτι τὸν ἑαυτοῦ πατέρα ἡμῖν ἀποκαλύψας αὐτὸς ἡμῖν καὶ τὰς ἀεννάους αὐτοῦ πηγὰς τῶν πραγμάτων γνωρίσει, ἵνα αἱ ληνοὶ ἡμῶν ἐκβλύζωσι τὴν αὐτοῦ χάριν εἰς τὸ μεταδιδόναι τοῖς χρείαν ἔχουσι καὶ βουλομένοις, ὅπως εἰς ἡμᾶς πληρωθῇ Ὁ ποτίσας ἕνα τῶν μικρῶν. τούτων τῶν πιστευόντων εἰς ἐμὲ ποτήριον ψυχροῦν, οὐκ ἀπολέσει τὸν μισθόν. διὸ θαρροῦντες εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν ἐκ τῆς αὐτοῦ χάριτος τὸν ἐκ διαφόρων λίθων πολυτελῶν πλακέντα τε καὶ συντεθέντα στέφανον, λέγω δὴ τοῦ Δαυείδ, ὃν ἡ πᾶσα κτίσις λογική τε καὶ νοερὰ ἐπικομίζουσα δείκνυται διὰ τῆς ἀπαύστως ἀναπεμπομένης θεῷ ὑμνολογίας, ἣν ὁ τῶν ὅλων δεσπότης παρήγαγεν ἐπὶ γῆς διὰ τοῦ ὑπ’ αὐτοῦ μαρτυρηθέντος θεράποντος αὐτοῦ, περὶ οὗ ἔφη Εὗρον Δαυεὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου. ἐπ’ ἀληθείας γὰρ ὥσπερ οἰκείᾳ καρδίᾳ χρησάμενος τῷ Δαυείδ, ἐξηρεύξατο δι’ αὐτοῦ τὴν θείαν αὐτοῦ δοξολογίαν, τὴν λογικὴν λατρείαν ἡμῶν. Πρῶτον οὖν τῆς διηγήσεως ἀρξόμεθα τῶν πρὸ ἡμῶν συγγραφέων, καὶ τοῦ ἐκείνων προλόγου ἐφαψάμενοι ἐπικαιριώτερα μετὰ ταῦτα διοδεύσομεν σὺν τῇ χάριτι τοῦ κυρίου ἡμῶν· οὔτε γὰρ δίκαιον ἡγοῦμαι τὸ ἐκείνων προοίμιον παραδραμεῖν. τισὶ γὰρ ἔδοξεν ὡς ἀκριβείᾳ πολλῇ χρωμένοις αὐτὸ τὸ Ἑβραϊκὸν εἰς μέσον ἀγαγεῖν καὶ εἰς τοῦτο διαβεβαιοῦσθαι πολλῶν καὶ διαφόρων προφητῶν εἶναι τὴν βίβλον τῶν ψαλμῶν καὶ οὐ μόνον τοῦ Δαυείδ, ὡς ἐκ τῶν ἐπιγραφῶν τῶν ἐπικειμένων τοῖς ψαλμοῖς ἀνακρίνειν δεδύνηνται λέγοντες τοὺς μὲν εἶναι τοῦ Δαυείδ. τοὺς δὲ τῶν υἱῶν Κορέ, ἄλλους δὲ τοῦ Ἀσάφ, τὸν δὲ Αἰθὰμ τοῦ Ἰσραηλίτου, ἑτέρους δὲ Σολομῶντος, ἕνα δέ τινα ἐξ αὐτῶν Μωυσέως, ἄλλους δὲ ἀνεπιγράφους, ἑτέρους δὲ ἀνωνύμους, τινὰς δὲ ἀλληλούϊα. προσέθηκαν δὲ καὶ τοῦτο ἐκ τῶν Παραλειπομένων ἀνελόμενοι, ὅτι τῆς φυλῆς τοῦ Λευῒ τέσσαρας ἄνδρας ἀναλεξάμενος ὁ Δαυείδ, τὸν Ἀσὰφ υἱὸν Κορὲ καὶ Αἰμὰν καὶ Αἰθὰμ καὶ Ἰδιθούμ, ἔστησεν ἐνώπιον τοῦ ἁγιάσματος ἐν διαφόροις ὀργάνοις, ὧν μέσος ἵστατο αὐτὸς ὁ Δαυεὶδ ὡς ἄρχων ἀρχόντων ᾠδῶν, κρατῶν ἐπὶ χεῖρας τὸ ψαλτήριον. Ταῦτα, ὡς προεῖπον, διηγήσαντό τινες τῶν συγγραφέων, ὡς καὶ ἔν τισι τῶν ψαλτηρίων εὑρίσκονται ἐγκείμενα ταῦτα ὑπ’ ἐκείνων ἐκδοθέντα. ὡς ἐκ τοῦ Ἑβραϊκοῦ δῆθεν ἀναλεξάμενοι παρέθηκαν ταῦτα, ἐμοὶ δὲ φαίνονται οὐκ ὀρθῶς εἰσποιησάμενοι τὴν τοσαύτην διήγησιν. εἰ γάρ, ὡς αὐτοὶ εἰρήκασι, μέσος ὁ Δαυεὶδ ἵστατο αὐτῶν κρατῶν ἐπὶ χεῖρας τὸ ψαλτήριον, πῶς οὐχὶ τοῦ Δαυείδ ἐστιν ἡ βίβλος τῶν ψαλμῶν; εἰ δὲ φαίησαν ὡς ἀναγράφεσθαι αὐτὸν εἰς τὸ ψαλτήριον τὰ ὑπ’ ἐκείνων λεγόμενα, οὐκ ἔτι αὐτὸς ἄρχων ἐκείνων εὑρίσκεται, ἀλλ’ ἐκεῖνοι τούτου ἄρχοντες, οἵτινες μετεδίδουν αὐτῷ τὰ δι’ αὐτῶν ἐκφωνούμενα. Ὁμοίως δὲ καὶ ἡ διαίρεσις αὐτῶν ἡ περὶ τῶν ψαλμῶν εἰρημένη οὐκ εὐλόγως εἶναί μοι δοκεῖ. ἔφησαν γάρ, ὡς προεῖπον, τοὺς μὲν εἶναι τοῦ Δαυείδ, τοὺς δὲ τῶν υἱῶν Κορέ, τοὺς δὲ Ἀσάφ, ἄλλον δὲ Αἰθὰμ τοῦ Ἰσραηλίτου, τινὰς δὲ τοῦ Σολομῶντος, ἄλλους δὲ Αἰμάν, ἕνα δὲ τοῦ Μωυσέως. ἐχρῆν οὖν, ὡς οἶμαι, πρὸ πάντων τὸν τοῦ Μωυσέως τετάχθαι ἐν τῇ βίβλῳ τῶν ψαλμῶν ἢ ἐγκεῖσθαι τοῦτον εἰς τὰς ἐκείνου βίβλους, καθάπερ αἱ ᾠδαὶ αὐτοῦ ἡ μὲν πρόκειται ἐν Ἐξόδῳ, ἡ δὲ ἐν Ἀριθμοῖς, ἡ δὲ ἄλλη ἐν Δευτερονομίῳ, καὶ οὐχὶ ἐν τῇ βίβλῳ τῶν ψαλμῶν. οὐδὲ πρὸ πάντων, ἀλλὰ μετὰ τοῦ Σολομῶντος καὶ πρὸ Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ εἰρημένος εἶς τοῦ Μωυσέως ἐστὶν ὁ ψαλμὸς κατὰ τὴν ἐκείνων διάνοιαν τῶν οὕτως ἐκθεμένων. Ἔτι δὲ καὶ τοῦτο ἐρῶ καὶ περὶ τῶν τοῦ Σολομῶντος ψαλμῶν, ὅτι εἰ ὅλως ἦσαν τοῦ Σολομῶντος, ἤμελλον ἐγκεῖσθαι ἐν Βασιλείαις ἢ Παραλειπομέναις, ἢ αὐτὸ τοῦτο ἤμελλον ἡμῖν δηλοῦσθαι ἐν αὐταῖς ταῖς βίβλοις, καθάπερ εἴρηται περὶ αὐτοῦ ὅτι ἦσαν αὐτῷ ᾠδαὶ πεντακισχίλιαι , ψαλμὸν δὲ αὐτοῦ οὐδαμοῦ ἐμνημόνευσεν ἡ θεία γραφή. Ἀλλ’ ἐρεῖ μοί τις τὰς ἐπιγραφὰς τῶν ψαλμῶν τοῦτο λέγειν σαφές. Ἀλλ’ οὐ πάντως τὰ πρόσωπα ἡμῖν παριστῶσι τῶν ὀνομάτων αἱ τῶν ψαλμῶν ἐπιγραφαί, ἀλλὰ τὴν ἑρμηνείαν καὶ τὴν δύναμιν τῶν εἰρημένων. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. ἔχει ἡ ἐπιγραφὴ ψαλμὸς τῷ Δαυείδ, καὶ πάλιν τοῦ Δαυείδ. καί ποτε μὲν ἐξουθενημένος ἑρμηνεύεται τοῦ Δαυείδ, ποτὲ δὲ ἱκανὸς χειρί· πάλιν δὲ ἑρμηνεύεται μόνος, ἔστι δὲ ὅτε ἑρμηνεύεται τοῦτον ἐπόθησα καὶ πεποθημένος καὶ οὗτος ἀγαπητός. ταύταις πάσαις ἑρμηνείαις ἔπεται τὸ τοῦ Δαυεὶδ ὄνομα. ταῦτα οὖν πάντα ἐστὶν ἀλληγορούμενα. ὅτε γὰρ ἔχει ἡ ἐπιγραφὴ ψαλμὸς τῷ Δαυείδ, καὶ ὁ ψαλμὸς λέγει εἰς λαὸν ἐπιστρέφοντα ἀπὸ ὁδοῦ πονηρᾶς. τότε τὸ τοῦ Δαυεὶδ γινώσκομεν ἐξουθενημένος. γέγραπται γάρ· Ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως· ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύ μημα αὐτῶν, καὶ ἐν ἑτέρῳ λέγει Οἱ ἐξουδενοῦντές με ἐξουδενωθήσονται. Ὡς οὖν προεῖπον, ἐὰν ᾖ τὸ τοῦ Δαυεὶδ ὄνομα ἐπικείμενον τῷ ψαλμῷ, καὶ ὁ ψαλμὸς ᾄδει εἰς ἡμαρτηκότας τινὰς καὶ ἐπιστρέφοντας, σημαίνει τοῦτο ἡ ἐπιγραφή, ὅτι ὁ ψαλμὸς οὗτος εἴρηται εἰς τοὺς ἐξουθενημένους τὸ πρότερον διὰ τὰς ἁμαρτίας αὐτῶν, μετὰ δὲ ταῦτα ἐπιστρέφοντας. εἰ δὲ λέγει ὁ ψαλμὸς εἴς τινας δικαιοπραγοῦντας, δύναται καὶ οὕτως ἑρμηνεύεσθαι τὸ τοῦ Δαυεὶδ ὄνομα, ὡς προεῖπον. ἐξουθενημένοι γάρ εἰσιν ὑπὸ τοῦ κόσμου οἱ τοῦ θεοῦ ἄνθρωποι, καθά φησιν ὁ προφήτης Νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος· τὰ μαρτύριά σου οὐκ ἐπελαθόμην. Ὁμοίως δὲ εἰ περὶ δικαίων ὁ ψαλμὸς ᾄδει, δύναται ἑρμηνεύεσθαι τὸ τοῦ Δαυεὶδ ὄνομα τοῦτον ἐπόθησα, τουτέστιν τὸν λαόν μου τὸν ἐκλεκτόν, κατὰ τὸ εἰρημένον ἐν εὐαγγελίῳ Ἀγαπήσας τοὺς ἰδίους εἰς τέλος ἠγάπησεν αὐτούς. καὶ ἑτέρως δὲ ἑρμηνεύεσθαι τὸ τοῦ Δαυεὶδ ὄνομα εἰς τοὺς δικαίους δύναται, φημὶ δὲ τοῦ πεποθημένου, τουτέστιν ὁ λαὸς τοῦ θεοῦ τοῦ πεποθημένου. ἢ καὶ ἄλλως τὴν ἑρμηνείαν τοῦ Δαυεὶδ ἐὰν εἴπωμεν (λέγεται γὰρ ἑρμηνεύεσθαι καὶ πεποθημένος), καὶ τοῦτο ληπτέον εἰς τὸν λαὸν τῶν ἁγίων· πεποθημένος γάρ ἐστιν ὑπὸ κυρίου. Ὅτε δὲ λέγει ἡ ἐπιγραφὴ ψαλμὸς τῷ Δαυείδ, καὶ ἔχει ὁ ψαλμὸς περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, οἴδαμεν ὅτι περ ἑρμηνεύεται τὸ τοῦ Δαυεὶδ ὄνομα ἱκανὸς χειρί· γέγραπται γὰρ περὶ αὐτοῦ Κύριος κραταιὸς καὶ δυνατός. Ὅπου δὲ τῶν Κορέ ἐστιν ἡ ἐπιγραφή, καὶ αὕτη ἡ ἐπιγραφὴ διαφόρως δηλοῖ. ἦσαν μὲν γὰρ ἐκ τῶν υἱῶν Κορὲ ψαλτῳδοί, ὡς εὑρίσκομεν ἐν Παραλειπομέναις. γέγραπται γάρ· Καὶ ἀνέστησαν οἱ Λευῗται ἀπὸ τῶν υἱῶν Καὰθ καὶ ἐκ τῶν υἱῶν Κορὲ τοῦ αἰνεῖν Κυρίῳ τῷ θεῷ Ἰσραὴλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος. ἦσαν οὖν οἱ ψαλτῳδοὶ αἰνοῦντες τὸν Κύριον ἐν λόγοις Δαυείδ , κατὰ τὸ εἰρημένον ἐν Παραλειπομέναις ὅτι Οἱ Λευῗται ἐν ὀργάνοις ᾠδῶν Κυρίου, ἃς ἐποιήσατο Δαυεὶδ ὁ βασιλεὺς τοῦ ἐξομολογεῖσθαι ἐναντίον Κυρίου, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐν ὕμνοις Δαυεὶδ διὰ χειρὸς αὐτῶν. ἦσαν οὖν οἱ Κορηνοὶ οἱ ψαλτῳδοὶ σὺν τοῖς Λευίταις. ἔνθα οὖν ἔχει τὴν ἐπιγραφὴν τῶν υἱῶν Κορέ, δηλοῖ ὁ ψαλμὸς ἢ περὶ τῶν καθαρῶν τὴν καρδίαν εἰρῆσθαι τὸν ψαλμόν, ἢ περὶ τῶν ἀβοηθήτων ἢ περὶ τῶν ἀντιλογικῶν. τὸ μὲν γὰρ ὄνομα τοῦ Κορὲ ἑρμηνεύεται φαλακρός, ὁ δὲ φαλακρὸς κατὰ τὸν νόμον καθαρός ἐστιν, καθὰ γέγραπται ἐν τῷ Λευϊτικῷ Ὡς ἂν δέ τινι μαδήσῃ ἡ κεφαλὴ αὐτοῦ, φαλακρός ἐστιν, καθαρός ἐστιν. πάλιν ἐν Προφήταις εὑρίσκομεν τὸν θεὸν ἔν τισι τόποις ὀργιζόμενον πρὸς τὸν Ἰσραὴλ καὶ λέγοντα Καὶ ἔσται ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, ὡσανεὶ παντὶ ἄρχοντι τοῦ λαοῦ αἰσχύνη καὶ ὄνειδος, ὅταν ἀφέλωμαι ἀπ’ αὐτῶν τὴν βοήθειαν. σαφὲς δὲ καὶ αὐτὸς Κορὲ ἀντιλογίας γέγονεν. ἔνθα οὐχὶ περὶ τῶν υἱῶν Κορὲ τῶν ψαλμῶν. ὡς ἔφην, ἢ περὶ τῶν καθαρῶν τὴν καρδίαν λέγει ὁ ψαλμός, ἢ περὶ τῶν ἐκτὸς ὄντων τῆς σκέπης τοῦ θεοῦ ἢ περὶ τῶν ἀντιλεγόντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ, περὶ ὧν ὁ ἀπόστολος λέγει Οὐαὶ αὐτοῖς, ὅτι τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο , καὶ ἐν ἑτέρῳ Ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις , καὶ ὁ παροιμιαστὴς ἔφη Ἀντιλογίας ἐγείρει πᾶς κακός. καὶ περὶ μὲν τοῦ ἐπιγράμματος τῶν υἱῶν Κορὲ οὕτως δῆλόν σοι παρεστήσαμεν. Μετὰ τοὺς υἱοὺς Κορὲ ἔφησαν καὶ τοῦ Ἀσὰφ εἶναι ψαλμούς τινας· ἀνίσχυρον δὲ καὶ τοῦτο τὸ ὄνομα αὐτῶν δείκνυται. αἱ γὰρ ἐπιγραφαὶ τῶν ψαλμῶν, ἔνθα ἐστὶ τὸ τοῦ Ἀσὰφ ὄνομα, οὐκ ἔχει ψαλμὸς τοῦ Ἀσάφ, ἵνα τις εἴποι ὅτι ὑπ’ αὐτοῦ γεγένηται ὁ ψαλμός, ἀλλὰ περιέχει ἑκάστη ἐπιγραφὴ αὐτοῦ ψαλμὸς τῷ Ἀσάφ. τοῦτο δὲ τὸ ὄνομα ἑρμηνευόμενον ἀπὸ τῆς Ἑβραΐδος εἰς τὴν Ἑλληνίδα, ὡς καὶ τὰ λοιπά, δηλοῖ τίνος χάριν οὕτως ἐπίκειται τῷ ψαλμῷ· ἑρμηνεύεται γὰρ Ἀσὰφ συλλέγων καὶ συνάγων ἢ συναγωγή. ἔνθα οὖν ἐπιγέγραπται τῷ ψαλμῷ, ἢ περὶ τοῦ θεοῦ λέγει ὁ ψαλμὸς τοῦ συλλέγοντος πάντας καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι, τοὺς μὲν εἰς σωτηρίαν, τοὺς δὲ εἰς κρίσιν, ἢ εἰς τοὺς ἐπιστρέφοντας καὶ συναγομένους ἅμα ἐξ ἐθνῶν καὶ Ἰουδαίων εἰς μόνην τὴν συναγωγήν. Μετὰ δὲ τὸν Ἀσὰφ ἔφησαν εἶναι ψαλμὸν καὶ Αἰθὰμ τοῦ Ἰσραηλίτου. ἆρα οὖν Αἰθὰμ μόνος ἦν Ἰσραηλίτης, ἢ καὶ Δαυεὶδ καὶ οἱ υἱοὶ Κορὲ καὶ Ἀσὰφ καὶ Σολομῶν καὶ Μωυσῆς, οὓς περιέχει τὸ ἑβραϊκόν, ὡς λέγουσιν, ὅτι περ τοὺς ψαλμοὺς εἰρήκασιν; σαφὲς ὅτι καὶ αὐτοὶ Ἰσραηλίται ὑπάρχουσιν. ἔπειτα ἆρά γε εἷς μόνος Αἰθὰμ γεγένηται Ἰσραηλίτης ἐν πάσαις ταῖς φυλαῖς; οὐκ οἶμαι. εἰ γὰρ καὶ λάβῃς τὴν γενεαλογίαν τῶν δώδεκα φυλῶν ἐν Παραλειπομέναις, πολλοὺς εὑρήσεις τῷ ὀνόματι τούτῳ κληθέντας, καὶ πάντες δῆλον ὅτι Ἰσραηλίται ὑπάρχοντες. τί οὖν ἐστιν ἡ τοιαύτη ἐπιγραφὴ τοῦ ψαλμοῦ; ἐπὶ τὴν ἑρμηνείαν πάλιν τοῦ ὀνόματος ἔλθωμεν. οὕτως οὖν ἔχει ἡ ἐπιγραφή· Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ, τουτέστιν ἢ τῆς συνέσεως τῶν ἁγίων τῶν ὑψηλῶν τῇ διανοίᾳ τῶν σπέρμα θεοῦ ὄντων ὁ ψαλμός ἐστιν ἔνθα τὸ ἐπίγραμμα τοῦτο ἐπίκειται, ἢ τῷ ὑψίστῳ τῷ σπείραντι τοῖς ἁγίοις τὴν ἑαυτοῦ χάριν· Αἰθὰμ γὰρ ἑρμηνεύεται ὑψηλός, Ἰσραηλίτης δὲ ἑρμηνεύεται σπορὰ θεοῦ. ταῦτα οὖν ληπτέον ἢ εἰς τὸν υἱὸν τοῦ θεοῦ—καὶ διὰ τοῦτο γινώσκομεν τὸν ψαλμὸν εἰς αὐτὸν εἰρημένον, ἢ εἰς τοὺς ἁγίους αὐτοῦ τοὺς ὑψηλοὺς τῇ διανοίᾳ καὶ ἐσπαρμένους τὴν θείαν χάριν αὐτοῦ. Μετὰ δὲ τοῦτον εἰρήκασι καὶ τοῦ Σολομῶντος εἶναι ψαλμοὺς δύο, οὕσπερ ἐν οὐδεμιᾷ τῶν βίβλων αὐτοῦ εὑρίσκομεν φερομένους, ὡς προεῖπον, οὔτε ἐν Βασιλείαις οὔτε ἐν Παραλειπομέναις, οὔτε ἅμα κειμένους, ἀλλ’ ἐν ἑτέρῳ τόπῳ τῆς βίβλου τῶν ψαλμῶν καὶ ἐν ἑτέρῳ, καὶ σαφῶς ἀμφοτέρους λέγοντας περὶ τοῦ υἱοῦ τοῦ θεοῦ. Σολομῶν γὰρ ἑρμηνεύεται εἰρηνικώτατος, ὅπερ ἐστὶν Ἰησοῦς ὁ κύριος ἡμῶν ὁ κατὰ φύσιν εἰρήνη ὑπάρχων· ὅθεν καὶ ταύτην οἰκείᾳ χάριτι δεδώρηται ἡμῖν. ἔνθα οὖν τὸ τοῦ Σολομῶντος ὄνομα ἐπίκειται τῷ ψαλμῷ, ἀναντιρρήτως ἡμᾶς παιδεύει περὶ τοῦ υἱοῦ τοῦ θεοῦ λέγειν τὸν ψαλμόν. Εἰρήκασι δὲ καὶ τοῦ Μωυσέως εἶναι τὸν πθʹ, ὡς ἐνόμισαν προσεσχηκότες τῷ γράμματι τῆς ἐπιγραφῆς καὶ οὐ τῇ δυνάμει, μᾶλλον δὲ οὐδὲ ἀκριβῶς αὐτῇ τῇ ἐπιγραφῇ. οὐ γὰρ ἔχει προσευχὴ τοῦ Μωυσέως ἀνθρώπου τοῦ θεοῦ, ἀλλὰ προσευχὴ τῷ Μωυσῇ ἀνθρώπῳ τοῦ θεοῦ· τουτέστιν αὕτη ἡ ἐπιγραφὴ ἑκάστῳ ἀνθρώπῳ τοῦ θεοῦ ἁρμόζουσά ἐστι τῷ προστρέχοντι τῷ τοῦ θεοῦ βαπτίσματι. Μωυσῆς γὰρ ἑρμηνεύεται ἀναίρεσις ὕδατος, ὅπερ ἐστὶν ἑκάστῳ τῶν βαπτιζομένων τὸ τοῦ θεοῦ βάπτισμα· ἀναφέρεται γὰρ ἐκ τῶν θείων ναμάτων τοῦ σωτηρίου ὕδατος. Ἔφησαν δὲ καί τινας ἐκ τῶν ψαλμῶν ἀνεπιγράφους εἶναι διὰ τὸ οὕτως ἐπιγεγράφθαι, καὶ ὡς ἐκ τούτου μηδὲ τούτους εἶναι τοῦ Δαυείδ. ἀλλὰ βεβαιότερος ἡμῖν ὀφείλει ὑπάρχειν Πέτρος ὁ ἀπόστολος καὶ οἱ σὺν αὐτῷ πάντες λέγοντες ἐν ταῖς Πράξεσιν Σὺ ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὁ τοῦ πατρὸς ἡμῶν διὰ πνεύματος ἁγίου στόματος Δαυεὶδ παιδός σου εἰπών· Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. καὶ διὰ τοῦτο ἐδήλωσαν τὸν Δαυεὶδ εἰρηκέναι τοῦτον τὸν ψαλμὸν τὸν ἕνα τῶν ἀνεπιγράφων. τὸν αὐτὸν δὴ τρόπον δῆλον ὅτι καὶ τὸν πρὸ αὐτοῦ αὐτὸς εἴρηκεν, λέγω δὴ τὸν πρῶτον ψαλμόν· καὶ αὐτὸς γὰρ ἐκ τῶν ἀνεπιγράφων δοκεῖ εἶναι. εἰ γὰρ αὐτὸς πρῶτος ὁ Δαυεὶδ ψαλτῳδοὺς κατέστησεν (καθὰ εὑρήσεις ἐν Παραλειπομέναις ὅτι γέγραπται Καὶ ἔταξεν Δαυεὶδ κατὰ πρόσωπον τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου τῶν Λευϊτῶν λειτουργοῦντας καὶ ἀναφωνοῦντας ἐξομολογεῖσθαι καὶ αἰνεῖν Κυρίῳ τῷ θεῷ Ἰσραήλ· Ἀσὰφ ὁ ἡγούμενος καὶ ὁ δεύτερος αὐτοῦ Ζαχαρίας καὶ Ἰειὴλ καὶ Σεμιραμὼθ καὶ Ἰαὴλ καὶ Μαθθαθείας καὶ Ἐλιὰβ καὶ Βαναίας καὶ Ἐβδεδιδών, καὶ Ὀζίας ἐν ὀργάνοις καὶ ἐν νάβλαις καὶ ἐν κιννύραις, καὶ Ἀσὰφ ἐν κυμβάλοις ἀναφωνῶν, καὶ Βαναίας καὶ Ἰεζὴλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐνώπιον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ θεοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. τότε ἔταξεν Δαυεὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν Κύριον ἐν χειρὶ Ἀσὰφ καὶ τῶν ἀδελφῶν αὐτοῦ ), οὐκοῦν εἰ αὐτός ἐστιν ὁ τάξας ἕκαστον τῶν ψαλτῳδῶν, δῆλον ὅτι οὐκ ἔστιν ἕτερος ὁ ἀρξάμενος τὸν πρῶτον ψαλμὸν εἰ μὴ ὁ Δαυεὶδ ἄρχων πάντων τούτων. εἰ οὖν ἀρχὴ τῶν ἀνεπιγράφων καὶ τῆς βίβλου τῶν ψαλμῶν δείκνυται τοῦ Δαυεὶδ εἰρημένη, λέγω δὴ ὁ πρῶτος καὶ ὁ δεύτερος τῶν ψαλμῶν, οἵτινες πρῶτοι λέγονται παρ’ αὐτοῖς εἶναι τῶν ἀνεπιγράφων, ἐξ ἀνάγκης καὶ οἱ λοιποὶ τῶν ἀνεπιγράφων ὑπὸ τοῦ Δαυεὶδ εἴρηνται· ὥσπερ καὶ ὁ ϙδʹ ἀνεπίγραφος μὲν γέγραπται, τοῦ δὲ Δαυείδ ἐστιν. ἔνθα εἰς τὸν ἀπόστολον εὑρήσεις λέγοντα πρὸς Ἑβραίους Τινὰ ὁρίζων ἡμέραν καὶ ἐν Δαυεὶδ λέγων μετὰ τοσοῦτον χρόνον καθὼς προείρηται Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. καὶ τηλαυγῶς ἐδήλωσε καὶ τοῦτον ἀνεπίγραφον τοῦ Δαυεὶδ εἶναι καὶ οὐχὶ ἑτέρου τινός. οὐκοῦν καὶ οἱ λοιποὶ τῶν ἀνεπιγράφων αὐτοῦ τυγχάνουσιν. Ὁμῶς καὶ περὶ τῶν ἀνωνύμων εὑρήσεις ὅτι περ αὐτοῦ τοῦ Δαυείδ εἰσιν. ἕνα γὰρ τῶν λεγομένων ἀνωνύμων, λέγω δὴ τὸν ρλαʹ, ἐν νῷ λαβὼν ὁ τοῦ θεοῦ πρωτομάρτυς Στέφανος οὕτως ἔφη πρὸς τοὺς ἄρχοντας καὶ τὸν λαὸν τῶν Ἰουδαίων, λέγων περὶ τοῦ Δαυείδ, ὅτι εὗρε χάριν ἐνώπιον τοῦ θεοῦ Ἰακώβ. αὐτὸς οὖν ὁ Δαυεὶδ δείκνυται λέγων ἐν τῷ ψαλμῷ Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ. εἰ οὖν δοκεῖ ἡ ἀρχὴ τοῦ ψαλμοῦ ἐκ προσώπου ἑτέρου λελέχθαι, ἀλλ’ ὅμως πιστὸς μάρτυς ὁ Στέφανος ὁ παιδεύων καὶ ἡμᾶς αὐτὸν τὸν ψαλμὸν εἶναι Δαυεὶδ οἰκείᾳ τῇ φωνῇ ὁμολογοῦντα καὶ παιδεύοντα εὑρεῖν σκήνωμα τῷ θεῷ Ἰακώβ. Περὶ δὲ τῶν ἐχόντων ἐπιγραφὴν τὸ ἀλληλούϊα, πῶς εἴρηνται ὑπὸ τοῦ Δαυεὶδ ἐρῶ. γέγραπται γὰρ ἐν Παραλειπομέναις ὅτι περὶ αὐτῶν ὁ Δαυεὶδ εἶπεν, ὅτε τὴν κιβωτὸν τοῦ θεοῦ ἀνέφερεν σὺν τοῖς ἱερεῦσιν καὶ τῷ λαῷ, τὸ ἀλληλούϊα. Περὶ δὲ τῶν ἀνεπιγράφων καὶ ἀνωνύμων τοῦτο δηλοῦσιν αἱ ἐπιγραφαί, ὅτι οὐκ εἰς ὄνομα ἑνὸς ἔθνους ἐστὶν ὁ ψαλμὸς ἔνθα ἐστὶν ἀνεπίγραφος, ἢ τὸ ἔργον ὃ διηγεῖται οὐκ ἔστιν παρ’ Ἑβραίοις διὰ τὴν ἰταμότητα αὐτῶν τῆς ἀπιστίας. τὸ δὲ περὶ τῶν ἀνωνύμων τὸ ὄνομα μὴ ἐχόντων εἰς τὴν ἐπιγραφήν, τοῦτο δῆλον εἰς τὸν κύριον εἰρῆσθαι τὸν ψαλμὸν καὶ καθολικῶς κατὰ πάντων ὁμοῦ ᾄδεσθαι τὸν ψαλμόν. οὗτος οὖν ὁ τρόπος τῶν μὲν ἐπιγράφεσθαι ἀνεπιγράφων ἢ ἀνεγγράφων παρ’ Ἑβραίοις ἢ περὶ τῶν λεγομένων ἀνωνύμων. καὶ περὶ τῶν ἐχόντων ἀλληλούϊα τοῦτο ὑμῖν ὑποδείκνυται διὰ τοῦ ἀλληλούϊα, ὅτι εἰς ὕμνον καὶ εὐχαριστίαν εἴρηται ἐκεῖνος ὁ ψαλμὸς ὑπό τινων δωρημάτων παρασχεθέντα ἡμῖν ὑπὸ τοῦ θεοῦ. ἑρμηνεύεται δὲ αὐτὸ τὸ ἀλληλούϊα αἶνος καὶ ὕμνος τῷ θεῷ. Ἰδοὺ τὴν πᾶσαν διήγησιν ἐποιησάμεθα περὶ τῶν διαιρέσεων τὴν εὔδηλον αὐτῶν ἐν τῷ προλόγῳ φήσαντες. ἐνόμισαν γὰρ οἱ παῖδες τῶν Ἑβραίων μὴ εἶναι τοὺς πάντας τοῦ Δαυείδ, ἀποδέδεικται δὲ διαφόρως αὐτοῦ εἶναι τοὺς πάντας τοῦ Δαυείδ· ὅθεν καὶ αὐτὸς τοὺς περὶ τοῦ Ἀσὰφ κατέστησεν εἰς τὸ ψάλλειν πάντας, διαμερίσας αὐτοὺς καὶ τὰ παρ’ αὐτοῖς ἐκφωνηθέντα ἐν τῇ βίβλῳ τῶν ψαλμῶν. προφῆται οὖν εἴρηνται οἱ περὶ τὸν Ἀσὰφ κατὰ τὸ εἰρημένον περὶ αὐτῶν ἐν Παρα λειπομέναις Καὶ Ἀσὰφ καὶ Αἱμὰν καὶ Αἱμὰν καὶ Ἰδιθοὺμ τῶν προφητῶν τοῦ βασιλέως· ὅμως οὐκ ἀπὸ τούτων χρὴ νομίζεσθαι αὐτοὺς τῶν ψαλμῶν εὑρετὰς εἶναι, ἀλλὰ ψαλτῳδοὺς καὶ διδασκάλους κατασταθέντας ὑπὸ κυρίου διὰ Δαυεὶδ τοῦ βασιλέως. οὕτως γὰρ εὑρήσεις τοὺς ψαλτῳδοὺς καὶ νῦν τύπον ἔχοντας τὸν περὶ τοῦ Ἀσὰφ καὶ τοῖς υἱοῖς Κορὲ καὶ τοὺς Λευΐτας, ὅτι περ τὰ περὶ τοῦ Δαυεὶδ ἐκφωνηθέντα ἐν ἐκκλησίᾳ κυρίου ταῦτα ψάλλουσιν εἰς ὑπακοὴν τοῦ λαοῦ. δύνανται δὲ οἱ περὶ τὸν Ἀσὰφ προφῆται δείκνυσθαι καὶ ἀρχηγοὶ καὶ διδάσκαλοι κατασταθέντες ὑπὸ τοῦ Δαυεὶδ εἰς τοὺς λαοὺς εἰς τὸ αἰνεῖν τὸν κύριον καὶ ἐξομολογεῖσθαι αὐτῷ. Καὶ ταῦτα μὲν οὕτως ἡμῖν εἴρηται· περὶ δὲ τῶν λοιπῶν τῶν εὑρισκομένων, εἰ τύχοι, διαψάλματος ἢ ὀβελοῦ ἢ λημνίσκου ἤ τινος ἑτέρου, μνήμην ἑκάστου ψαλμοῦ τῇ τοῦ κυρίου χάριτι ὁδηγούμενος καὶ συμβιβαζόμενος τῇ ἐκείνου δυνάμει λέξω, καὶ πάλιν καὶ περὶ αὐτῶν δὲ τῶν προλεχθέντων ἐν τοῖς ἑξῆς πλατύτερον τὸν λόγον διηγήσομαι τῇ τοῦ κυρίου χάριτι.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
