# Commentarius magnus in Psalmos (Ms Α) ᾨδὴ ψαλμοῦ τῷ Ἀσάφ. πβʹ..1

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, ᾨδὴ ψαλμοῦ τῷ Ἀσάφ. πβʹ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/%E1%BE%A8%CE%B4%E1%BD%B4%20%CF%88%CE%B1%CE%BB%CE%BC%CE%BF%E1%BF%A6%20%CF%84%E1%BF%B7%20%E1%BC%88%CF%83%CE%AC%CF%86.%20%CF%80%CE%B2%CA%B9..1

αʹ. Εἰκότως ᾠδὴν καὶ ψαλμὸν τὴν παροῦσαν προσηγόρευσεν ἔκθεσιν· ἐπειδὴ τῇ προφητείᾳ (καλεῖ δὲ ταύτην ὡς ἐπὶ πολὺ ψαλμὸν) ᾠδὴν κατά τινων ἐχθρῶν ἐπινίκιον ἔμιξεν. Ὁ Θεός, τίς ὁμοιωθήσεταί σοι; Οὐκ ἐρωτῶν ὁ προφήτης τοῦτο (ἀνόητος ἂν ὑπῆρχεν ἐρώτησις), ἀλλ’ ἐκθειάζων τὸ ἀπειρομέγεθες τοῦ Θεοῦ καὶ τὸ ἐν πᾶσιν ἀπαράβλητον ἔγραψεν. Οὐδεὶς γὰρ κατ’ οὐδὲν ὁμοιωθῆναι Θεῷ τῷ πάντα αἰτίῳ τῶν ὄντων καυχήσεται. Ἐπειδὴ δὲ τὴν διαφορὰν ἐπιτηρεῖν προσήκει τῶν λέξεων· οὐδὲ γὰρ εἶπε, τίς ὡμοιώθη σοι, ἀλλ’, Ὁμοιωθήσεταί σοι· καὶ διὰ τούτου καιρὸν ἐδήλωσε μέλλοντα· ἄρα τὴν μετὰ σαρκὸς τοῦ Μονογενοῦς οἰκονομίαν αἰνίττεται πρὸς τινὰς προφήτας ἔχειν ὁμοίαν τὴν δόξαν· ὅθεν αὐτὸν οἱ μὲν Ἠλίαν, οἱ δὲ ἕνα τῶν προφητῶν ἐνόμιζον· ἀλλ’ οὐδεὶς αὐτῷ ὁμοιωθῆναι τῶν εἰρημένων ἠδύνατο. Μόνος γὰρ Θεὸς ὑπῆρχε καὶ ἄνθρωπος, μόνος τὸ γένος ἔσωσε τὸ ἡμέτερον. Μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς, ὁ Θεός· τουτέστι, μὴ ἐπὶ πολὺ μακροθυμήσῃς· σιγὴν γὰρ τοῦ καιροῦ τὴν πρὸς τοὺς ἁμαρτωλοὺς μακροθυμίαν ἐκάλεσεν. Ἀνθ’ ὅτου δὲ τοῦτο προσηύχετο; Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν. Εἰς τοσοῦτον οἱ ἁμαρτωλοί, φησιν, ὑπὸ τῆς σῆς μακροθυμίας ἐπήρθησαν, ὥστε ἠχῆσαι, τουτέστι, παῤῥησιάσασθαι, καὶ τὴν ἑαυτῶν κακίαν καθάπερ σάλπιγγα τῇ ἀναιδείᾳ ποιῆσαι κατάδηλον, ἐπᾶραί τε κεφαλὴν οὐκ αἰσχυνομένους ἐφ’ οἷς πλημμελοῦσιν· ἀλλὰ καὶ ἀλαζονευομένους, ὡς οὐκ ὄντος ὃν δὴ καὶ φοβηθήσονται. Ἐχθροὺς δὲ τοῦ Θεοῦ τοὺς ἁμαρτωλοὺς καλεῖ· ἐπειδὴ ἐχθροὶ ἑαυτῶν εἰσι τὰ μὴ συμφέροντα πράττοντες· φιλάνθρωπος δὲ ὢν ὁ Θεός, καὶ τὸν τοῦ ἁμαρτωλοῦ μὴ βουλόμενος θάνατον, ἐχθροὺς αὐτοὺς ἑαυτοῖς ἐπιβουλεύοντας τίθεται. Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. Ἰδοὺ ἕτερον εἶδος τῆς πρὸς τὸν Θεὸν ἔχθρας ὁ προφήτης ἐξέθετο. Οἱ γὰρ τῷ λαῷ τοῦ Θεοῦ καὶ τοῖς ἁγίοις ἐχθραίνοντες, πρὸς αὐτὸν ἀναιροῦνται πόλεμον, οὗπερ ἐκεῖνοι δοῦλοι καὶ ἀδελφοὶ τυγχάνουσι. Πόλεμον δὲ οὐ μόνον μηνύει τὸ ἑξῆς γεγραμμένον, ἐν ᾧ καὶ τῶν πολεμησάντων τοῖς Ἰουδαίοις ἐθνῶν ἐμνημόνευσεν, ἀλλὰ καί τινα κεκρυμμένον αἰνίττεται, ὃν τοῖς ἁγίοις οἱ ἁμαρτωλοὶ ἐπιφέρειν εἰώθασι. Καὶ τούτου χάριν οὐχ ἁπλῶς αὐτοὺς πανουργεύσασθαί φησιν, ἀλλὰ καταπανουργεύσασθαι, τουτέστι, ποικίλῃ πανουργίᾳ καὶ πολυτρόπῳ χρήσασθαι· ὁποῖοί τινές εἰσιν, ὅσοι χρημάτων πρῶτον ἢ κτημάτων ἤ τινων ἄλλων ἀποστεροῦσι τοὺς ἀνακειμένους Θεῷ, ἵνα πρὸς ἀχαριστίαν αὐτοὺς βλασφημεῖν ἐρεθίσωσιν· ὅταν δὲ πρὸς τοῦτο ἀσθενήσωσι, ἡδονὰς αὐτοῖς ὑποβάλλουσιν, κενῆς δόξης ἐπιθυμίαν, ἀλαζονείαν, φαντασίαν, ὡς φίλοι τὰ ἐχθρῶν συμβουλεύοντες· δηλοῖ δὲ τὰ ἐχόμενα. Εἶπον, δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι. Σαφῶς μὲν ταῦτα τοῖς ἐχθροῖς τοῦ Ἰσραήλ, ὧν ἑξῆς μεμνῆσθαι μέλλει, εἴρηταί τε καὶ πέπρακται· οὐδὲ καὶ τοὺς φαῦλα συμβουλεύοντας ἢ ἀναγκάζοντας νόησον· οὗτοι γὰρ ἡμᾶς ἐξ ἔθνους ἐξολοθρεῦσαι βούλονται, ἵνα μήτε μετὰ ἀνόμων ὀνομασθῶμεν, ἐπειδὴ νόμον ἔχοντες ἁμαρτάνομεν, μήτε μετὰ τῶν ἐννόμων, ἐπειδὴ παραβαίνομεν· ἀλλὰ λήθῃ τὸ ὄνομα τοῦ Ἰσραὴλ παραδοθῆναι βούλονται. Εἰ γὰρ Ἰσραήλ ἐστιν ὁ ὁρῶν Θεόν, οὐ πράττει δέ τις ὅσα δεῖ τὸν ὁρῶντα Θεόν, καὶ πρὸς αὐτὸν τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἔχοντα, ἀνάγκη πάσῃ ἀμνηστίᾳ τὸν τοιοῦτον παραδίδοσθαι· μηδὲ εἰ γέγονεν Ἰσραὴλ ὁ τούτους νοητῶς ὁρῶν, τουτέστι, μηδὲ τὸν Θεὸν εἰδέναι ποτὲ διὰ τὴν ὕστερον ἀπροσεξίαν μνημονευθῆναι δυνάμενον. Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπιτοαυτό, κατὰ σοῦ διαθήκην διέθεντο. Καὶ τίς κατὰ τοῦ Θεοῦ βουλεύσασθαί τι, ἢ διαθέσθαι, ἢ καὶ ὅλως φαντασθῆναι, τοῦ μὴ μόνον ὄψεσιν, ἀλλὰ καὶ λογισμοῖς ἀπροσίτου, δυνήσεται; Ἀλλ’ ἑαυτῷ τὰ τῶν εἰς αὐτὸν πεποιθότων λογίζεται· καὶ τούτου χάριν αἱ κατ’ ἐκείνων ἐπιβουλαὶ κατ’ αὐτοῦ τοῦ Θεοῦ ὡς πατρὸς τῶν ἐπιβουλευομένων, καὶ προστάτου καὶ κηδεμόνος λέγονται. Τίνες δὲ οἱ τὰς ἐπιβουλὰς λογιζόμενοι; Τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοί, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλήκ. Οὗτοι πάντες ἐκ τοῦ Ἀβραὰμ κατάγονται, ὥστε συγγενεῖς τοῦ Ἰσραὴλ ἐτύγχανον. Οἱ μὲν γὰρ Ἰσμαηλῖται πατέρα τὸν Ἰσμαὴλ υἱὸν ὄντα τοῦ Ἀβραὰμ ἐκέκτηντο· οἱ δὲ Ἀγαρηνοὶ οὐκ ἦσαν μὲν ἐξ Ἀβραάμ, ἐκ δὲ τῆς Ἄγαρ, ἥνπερ Σάρα τῷ Ἀβραὰμ πρός τινα καιρὸν ζεύξασα, ζηλώσασα δὲ ὕστερον, μετὰ τοῦ Ἰσμαὴλ ἐκβληθῆναι πεποίηκεν· ἑτέρῳ τοίνυν συναφθεῖσα, τοὺς ἐξ αὐτῆς Ἀγαρηνοὺς δέδωκεν ὀνομάζεσθαι. Ὡσαύτως ἔγγονος τοῦ Ἡσαῦ Ἀμαλὴκ ἐτύγχανε, Μωὰβ δὲ καὶ Ἀμμὼν υἱοὶ τῷ Λὼτ ἐκ τῶν θυγατέρων αὐτοῦ μετὰ τὸν ἐμπρησμὸν τῶν Σοδόμων γενόμενοι, οἷς ὁ Γεβὰλ ὅμορος, ἴσως δὲ καὶ ἀγχιστεύων ἦν, διόπερ αὐτῶν εἰς μέσον ἠρίθμηται. Τί τοίνυν ὁ λόγος ἐνταῦθα παραστῆσαι ἐσκόπησεν; ἢ τίνος χάριν αὐτοὺς συγγενεῖς ἀπέδειξεν; Ἵνα γνῷς ὅτι ἐν τοῖς ἐχθροῖς οἱ οἰκειακοί, καθά φησιν ὁ Χριστός, τουτέστιν, οἱ συγγενεῖς πρωτεύουσιν· ὅθεν ὁ προφήτης ἐν ὑστέρᾳ τάξει τοὺς ἀλλοτρίους ἔταξε· τοιγαροῦν οὕτως ἐπήγαγεν· Ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. Καὶ γὰρ Ἀσσοὺρ συμπαρεγένετο μετ’ αὐτῶν. Οὐ μετὰ τῶν κατοικούντων Τύρον, ἀλλὰ μετὰ Μωὰβ καὶ Ἀμμὼν καὶ τῶν ἄλλων, οὓς ἀγχιστεύειν τῷ λαῷ τῶν Ἰουδαίων ἐδείξαμεν, ὥστε οὐκ ἀφ’ ἑαυτῶν εἰς τὸν κατ’ ἐκεῖνον πόλεμον, ἀλλὰ παρὰ τῶν συγγενῶν παροξυνθέντες ἤρχοντο· ὅθεν ἐπήγαγεν. Ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ· τουτέστιν, εἰς ἐκείνων ἐπικουρίαν ἀπήντησαν. Φυλάττου τοίνυν τοὺς ἔνδον ἐχθρούς· αὐτοὶ γὰρ ἐκτὸς ὁπλίζουσιν. Καὶ μὴ θάῤῥει συγγενείᾳ, ἐπειδήπερ εἰς ἔχθραν ὡς τὰ πολλὰ μεταβάλλεται· κατανόει δὲ καὶ τὴν ἀράν, ἥνπερ αὐτοῖς ἐπήγαγεν. Διάψαλμα· ἐπειδὴ τὸν λόγον εἰς προσευχὴν μετέστησεν. Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ, ὡς τῷ Ἰαβεὶμ ἐν τῷ χειμάῤῥῳ Κισσῶν. Ἐξωλοθρεύθησαν ἐν Ἀενδώρ. βʹ. Οὐ μάτην τούτους ἀπὸ πάντων ἐκλέλεκται, ἀλλ’ ἐπειδὴ παραδόξως ὁ ἐπ’ αὐτοῖς τετρόπωται πόλεμος· τὸν μὲν γὰρ Μαδιὰμ τὴν γῆν διὰ τὸ πλῆθος καλύπτοντα ὁ Γεδεὼν χωρὶς ὅπλων ἐπελθὼν καθεῖλε, καὶ διέφθειρεν ἀνδράσι τριακοσίοις, οὐ ῥομφαίας, οὐ θυρεούς, οὐ κράνη, οὐδὲ ἄλλα ὅσα πολεμίων ὄργανα, λαμπάδας δὲ μόνας ἔχουσι, καὶ σάλπιγγας κερατίνας, αἷς ἐκέχρηντο. Τὸν Σισάρα δὲ ἄρχοντα τοῦ ἔθνους τοῦ Ἰαβεὶμ τυγχάνοντα, καὶ μετὰ σιδηρῶν ἐννακοσίων ἁρμάτων στρατευόμενον πτοήσας ὁ Θεός, καὶ τρέψας εἰς φυγήν, γυναικὶ Χαβὲρ τοῦ Κιναίου παραδέδωκεν, ἥτις αὐτὸν ἀνεῖλεν ἐκβαλοῦσα διὰ τῆς γνάθου πάσσαλον. Χειρὶ τοίνυν τοῦ Θεοῦ καθάπερ τούτους κἀκείνους πεσεῖν τοὺς ἐχθρούς, οὓς ἔμπροσθεν ἀπηρίθμησεν, εὔχεται. Τοῦ γὰρ δὴ χειμάῤῥου Κισσῶν καὶ τῆς Ἀενδώρ, ὡς ἐκεῖ τοῦ πολέμου κατὰ τὸν Σισάρα συγκροτηθέντος μέμνηται. Ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. Εἰς τοσοῦτον γὰρ αὐτῶν κατηνέχθη διὰ τὴν ἧτταν τῆς ἀλαζονείας τὸ φρύαγμα, ὥστε κόπρος εὐτελισθέντες νομίζεσθαι. Καλῶς δὲ κόπρος εἴρηται. Καθάπερ ἐκείνη καρποφορεῖν παρασκευάζει τὴν γῆν, εὐτελὴς καὶ τοῦτο τυγχάνουσα· οὕτως ἡ τῶν ὑπερηφάνων πτῶσις καὶ εὐτέλεια γονίμους ἀρετῶν τὰς ψυχὰς τὰς ἡμετέρας ἐργάζεται. Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρήβ, καὶ Ζήβ, καὶ Ζηβαιέ, καὶ Σαλμωνάν. Ἀνδρῶν μέμνηται, οἵτινες ὑπὸ τοῦ Γεδεὼν ἀνῃρέθησαν· κατὰ τούτους γενέσθαι τοὺς ἄρχοντας ᾔτησε. Τίνας δὲ ἄρχοντας, σαφέστερον μηνύει τὰ ἐχόμενα. Πάντας τοὺς ἄρχοντας αὐτῶν, οἵτινες εἶπον, Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ. Ἄρχοντας τοίνυν, οὐ τοὺς ἐν ἀξίᾳ τοσοῦτον, ὅσον ἐν κακίᾳ λέγει· ὅθεν αὐτῶν κληρονομίαν τὸ ἁγιαστήριον τοῦ Θεοῦ γενέσθαι φαντάζονται, ὥστε τοῖς ἁγίοις εἰς εὐπορίαν, καὶ τοῖς θείοις εἰς κέρδος οἰκεῖον ἀποχρήσασθαι. Οὐ μόνον δὲ τοῦτο ποιοῦσιν οἱ ἁρπάζοντες τὰ ἱερὰ σκεύη καὶ ἀπεμπολοῦντες τὰ ἅγια, ἀλλ’ ὅσοι τὰ θεῖα καπηλεύουσι πωλοῦντες τὰ τοῦ Θεοῦ, καὶ ἀγοράζοντες καὶ συναλλάγματα συναλλάσσοντες ἄθεσμα· οἷος ἦν ὁ Σίμων ἀργυρίου βουληθεὶς τὰ χαρίσματα κτήσασθαι, ὅθεν αὐτὸν Πέτρος ἀνάξιον ἔκρινε τῆς δωρεᾶς τοῦ ἁγίου Πνεύματος. Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν· ἐν σάλῳ καὶ ἀστάτῳ φορᾷ καὶ διηνεκεῖ μεταβολῇ· τοῦτο γὰρ τροχοῦ ἴδιον. Ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου· ὥστε μηδαμοῦ στῆναι, πανταχοῦ δὲ ἀφανῆ αὐτῶν γενέσθαι τὴν ὑπόστασιν σκεδασθεῖσαν τῇ ῥύμῃ τοῦ ῥιπίζοντος. Ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμόν, ὡσεὶ φλὸξ κατακαύσαι ὄρη. Ἀκαρπίαν αὐτοῖς πανταχόθεν ἐπεύχεται. Πῦρ γὰρ ἐκεῖνο χρήσιμον, ᾧ χρυσίον χωνεύεται, ἢ ἀργύριον, ἢ ἄρτος ὀπτᾶται, ἤ τι θερμαίνεται φάρμακον, ἤ τι τῶν εἰς χρείαν ἡμετέραν ἕψηται· ᾧ δὲ φλέγεται δρυμός, ἢ ὄρος κατακαίεται, οὐδεμία ἐξ αὐτοῦ ὠφέλεια, οὐδὲ χρῆσις εὑρίσκεται, ἀλλ’ ἅπτεται μὲν σφοδρότερον, σβεσθὲν δὲ εἰς οὐδὲν πλὴν αἰθάλην καὶ σποδὸν περιίσταται· ὁποῖοί τινες οἱ ἁμαρτωλοὶ μετὰ τὴν ὀργὴν τὴν παρὰ Θεοῦ ἐπενεχθεῖσαν εὑρίσκονται. Οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου συνταράξεις αὐτούς. Καταιγίδα καλεῖ τὴν ἀθρόον τοῦ Θεοῦ καὶ σφοδροτάτην ἐπὶ τοὺς ἁμαρτάνοντας κίνησιν, ἥτις αὐτοὺς διωχθῆναι καὶ ταραχθῆναι βούλεται· οὕτω δὲ πῶς διὰ τῶν πρόσθεν εἴρηται· ὥστε σκεδασθῆναι μὲν εἰς λεπτὸν καθάπερ ἡ καλάμη σκεδάννυται· εἰς γῆν δὲ αὐτοὺς καὶ κόνιν μεταπεσεῖν, πυρὸς δίκην σβεσθέντος αὐτοῖς τοῦ προσκαίρου φρυάγματος. Ἀλλὰ τοῦτο ἐπωφελῶς αὐτοῖς, οὐκ ἐπιβλαβῶς εὔχεται. Τί γὰρ δὴ καὶ ἐπήγαγεν; Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε. Ὅταν γὰρ ἐκείνης τῆς ἐλπίδος ἐκπέσωσιν, ἧς ἕνεκα τῆς εἰς Θεὸν ἠμέλουν, αἰσχύνην μὲν ἀναγκαίως καὶ ἀτιμίαν ὡς θαῤῥήσαντες ἐπὶ ματαίοις ὑφίστανται, ὅτι τὰ φεύγοντα ὡς ἑστῶτα ἐλογίσαντο· μεταβαλλόμενοι δὲ τὸ ὄνομα τοῦ Θεοῦ ζητοῦσι, τὴν εἰς αὐτὸν οἰκείωσιν ἀντὶ πάντων αἱρούμενοι. Ἐπειδὴ κατὰ τὸ παρὸν οὐ πᾶσι τοῦτο τοῖς ἁμαρτάνουσι γίνεται· οἱ μὲν γὰρ μέχρι τέλους εὐθηνούμενοι μένουσιν· οἱ δὲ καὶ παυσάμενοι τῆς εὐθηνίας, πρὸς τὸν Θεὸν οὐκ ἐπιστρέφουσιν· ἄκουε τί περὶ τούτων ἐπήγαγεν· Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Εὔδηλον ὅτι λέγει τὸν μέλλοντα, ἔνθα οἱ ἁμαρτωλοὶ μὴ μόνον αἰσχύνονται, ἀλλὰ γὰρ καὶ ταράττονται καὶ ἐντραπέντες ἀπόλλυνται, ἐπειδὴ καιρὸν ἐκεῖ μεταμελείας οὐκ ἔχουσιν. Οὐδὲ γὰρ καλύψαι μετάνοιαν αὐτοί, τὴν ἐντροπὴν τὴν οἰκείαν δύνανται· ἐντρέπονται δὲ οὐ μόνον τὸν κριτήν, ἀλλὰ καὶ τούτους πρὸς οὓς κρίνονται, οὓς ἠδίκησαν τυχόν, οἷς μάτην ἐπεβούλευσαν. Τούτους ἀναγκαίως ἐντρέπονται, ὁρῶντες αὐτοὺς ἐν ἀγαθοῖς, ἑαυτοὺς δὲ ἐν κακοῖς. Τότε τοίνυν εἴσονται μὲν καὶ πρὸς ἀνάγκην τὸν Θεόν, ἀναγκάζοντος καὶ φόβου καὶ τῆς κρίσεως· ζητῆσαι δὲ αὐτὸν ὥστε αὐτῷ προσδραμεῖν εἰκότως οὐχ ἕξουσιν, ὡς τὰ ἑξῆς παρίστησιν· Καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, σὺ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Ἐνταῦθα γνῶσιν οὐ τὴν ἀπὸ γνώμης ἐπίγνωσιν, ἀλλὰ τὴν ἐξ ἀνάγκης ὁμολογίαν λέγει. Ὥσπερ γὰρ ἰδόντες τὸ ξίφος ὅτι ὀξύ, ὅταν αὐτοῦ πειραθῶμεν, τότε ὄντως γινώσκομεν· ἔτι δὲ καὶ πῦρ ὁμολογοῦντες ὅτι θερμόν, κηρύττομεν τοῦτο μᾶλλον, ὅταν αὐτῷ προσέλθωμεν· οὕτω πάντες οἱ ἄπιστοι κατὰ τὸν καιρὸν τῆς κρίσεως τὸν Θεὸν ἐπιγνώσονται, καὶ εἴσονται αὐτὸν μόνον Ὕψιστον ἐπὶ πᾶσαν τὴν γῆν· οὐχ ὥσπερ νῦν τινες τῶν ἀσεβῶν δοκοῦσι, τὴν ἀρχὴν πρὸς τὰ εἴδωλα μεμερισμένην ἔχοντα· ἀφ’ ὧν δὲ μακροθυμεῖ, οὐ πάντα οὐδὲ ἐπὶ πᾶσιν ἡγούμενοι δύνασθαι. Τότε γε μὴν οὐκ ἐροῦσι τοῦτο· οὐκ ἔτι γὰρ αὐτοῖς μακροθυμίᾳ, δικαιοσύνῃ δὲ κέχρηται.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
