# Commentarius magnus in Psalmos (Ms Α) 2

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/2

Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Πολλάκις ἡμῖν εἴρηται τὸν Χριστὸν ὥσπερ ἐν τοῖς πάθεσιν οὕτως καὶ ἐν τῇ προφητείᾳ τὸ πρόσωπον ἀναλαβεῖν τῆς ἀνθρωπότητος, ἀφ’ οὗ καὶ νῦν ταῦτα διαλέγεται, ἐλεχθῆναι μὲν τὴν φύσιν, ἀλλ’ οὐκ ἐν ὀργῇ, παιδευθῆναί τε αὐτὴν οὐκ ἐν θυμῷ βουλόμενος. ποῖον οὖν ἔλεγχον; τὸν ἐπὶ σωτηρίᾳ. ὁμοίως δὲ καὶ παιδείαν τὴν ἐν εἰρήνῃ βούλεται, ὅπερ οὐκ ἦν ἄλλως συμβῆναι εἰ μὴ τὸν ἐφ’ ἡμῖν ἔλεγχον ὁ Χριστὸς καὶ τὴν παιδείαν ἀνέλαβεν, ἐλέγχων ὁ αὐτὸς καὶ ἐλεγχόμενος, ὡς μὲν θεὸς ἐλέγχων, ὡς ἄνθρωπος δὲ ὑπὲρ ἡμῶν ἐλεγχόμενος. ἑκάτερον τοιγαροῦν τότε τοῦ ἐλέγχοντος καὶ τοῦ ἐλεγχομένου συναγαγὼν πρόσωπον, τοιαῦτα διὰ τῆς Ἡσαίου προφητείας ἐφθέγγετο· ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον ὡς ἔριον λευκανῶ. ἀλλὰ μὲν καὶ τὴν παιδείαν ὁμοίως περὶ ἧς ὁ αὐτὸς προφήτης διαλέγεται· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν, τῷ μώλωπι αὐτοῦ πάντες ἡμεῖς ἰάθημεν.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
