# Commentarius magnus in Psalmos (Ms Α) 4

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/4

Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Δείκνυσιν ὅτι δικαίως παραιτεῖται τὴν ὀργὴν ὡς οὐκ ἄδικον, ἀλλ’ ὡς οὐκ ἔχουσαν ἴασιν. ποῖον γὰρ ὀργῆς θεοῦ εὑρεθήσεται φάρμακον; σὺ δὲ θεώρει τῶν λέξεων τὴν ἀκρίβειαν. οὐδὲ γὰρ εἶπεν· οὐκ ἔστιν ἴασίς μοι, ἀλλ’ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· δηλονότι ταῦτα ἐκ προσώπου τῆς ἀνθρωπότητος, καὶ τὰ πάθη τὰ ὑπὲρ ἡμῶν λέγεται. μήποτε δὲ ἄδικον τὴν ὀργὴν τοῦ κριτοῦ τοῦ δικαίου νομίσωμεν, δηλοῖ πόθεν ἐπήχθη τοῖς ἑξῆς καὶ συνίστησιν. Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὀστᾶ πάλιν λέγει τὴν ἑαυτοῦ ἀνθρωπότητα· δηλοῖ δὲ αὐτὸς εἰπὼν τοῖς μαθηταῖς μετὰ τὴν ἀνάστασιν ἡνίκα τῆς σαρκὸς τὴν οἰκονομίαν βεβαιῶσαι ἐβούλετο· ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. ἀπὸ προσώπου τοίνυν τῶν ἁμαρτιῶν μου, ἃς ὑπὲρ ἡμῶν ἐβάστασεν, οὐκ εἶχεν εἰρήνην ἀλλὰ τάραχον ἐν τοῖς ὀστέοις αὐτοῦ, τουτέστι ἐν τῇ ἀνθρωπότητι· ταράχου γὰρ παντὸς θεότης ἐλευθέρα ἐφυλάττετο. μαθήσῃ δὲ αὐτοῦ καὶ τοῦτο τοῦ Μονογενοῦς λέγοντος· νῦν ἡ ψυχή μου τετάρακται; διὰ γὰρ τῆς ψυχῆς ἐδήλου τὴν ἀνθρωπότητα. ὁ Ἰησοῦς ἐπιφέρει τῆς ἐν αὐτῷ ταραχῆς τὴν ὑπόθεσιν· καὶ τί εἴπω; πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης, ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην, τουτέστι μάτην ἀγωνιῶ τῇ σαρκὶ ἐπειδὴ ὡς θεὸς θανάτου τυγχάνω ἀνώτερος, καὶ τοῦτο μετὰ σαρκὸς ἦλθον καὶ τὰς ἁμαρτίας τοῦ γένους ἐβάστασα ἵνα θανάτῳ πάσας οἰκείῳ λυτρώσωμαι.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
