# Commentarius magnus in Psalmos (Ms Α) 6.14

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/6.14

Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Ὅπερ φησὶν τοῖς ἀλάλοις συμβαίνει τοῖς βεβλαμμένοις τὰς αἰσθήσεις ἐκ φύσεως, αὐτὸς τοῦτο ἐκ προαιρέσεως ἔπασχεν, λοιδορούμενος οὐκ ἐκινεῖτο πρὸς ὀργήν· κωφῶν δὲ τοῦτο ἴδιον οὐκ ὀργίζεσθαι λοιδορουμένους, ἐπειδὴ τὰς περὶ αὐτῶν λοιδορίας οὐκ ἀκούουσιν· ἔτι μὴν συκοφαντούμενος ἐξὸν τοὺς συκοφαντοῦντας ἐλέγχειν, τὸ στόμα οὐκ ἤνοιγεν, ἀλάλων τοῦτο κωλυομένων ὑπὸ τῆς φύσεως φθέγγεσθαι· ὅτι δὲ οὔτε κωφὸς ἦν οὔτε ἄλαλος ἀλλὰ τούτους ἐζήλου ταπεινούμενος, Ἠσαίας δηλοῖ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ ἐν τῇ ταπεινώσει αὐτοῦ , οἷς συμφωνεῖ καὶ ἅπερ νῦν ὁ ψαλμωδὸς ἐκ προσώπου τοῦ σωτῆρος ἐπήγαγεν.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
