# Commentarius magnus in Psalmos (Ms Α) 6.16

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/6.16

Ὅτι ἐπὶ σοὶ κύριε ἤλπισα. Τῷ πατρὶ γὰρ ὡς ἀληθινῷ θαρρῶν καὶ ἀδεκάστῳ μάρτυρι περὶ οὗ αὐτὸς ἔλεγεν· ἔστιν ὁ μαρτυρῶν περὶ ἐμοῦ ὁ πέμψας με πατὴρ ὃν ὑμεῖς οὐκ οἴδατε , τῶν ψευδομαρτυρούντων οὐκ ἐφρόντιζεν. Σὺ εἰσακούσῃ, κύριε ὁ θεός μου. ὅτι εἶπα μήποτε ἐπιχαρῶσιν οἱ ἐχθροί μου. Τί λέγει τὸν πατέρα εἰσακοῦσαι τὴν προσευχὴν ἣν ὥστε μὴ ἐπιχαρῆναι τὸν ἐχθρόν, δηλαδὴ τὰς ἀντικειμένας δυνάμεις, ὑπὲρ τῶν ἀποστόλων προσεύξατο· πάτερ ἅγιε τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου οὓς ἔδωκάς μοι ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. καὶ πάλιν· οὐκ ἐρωτῷ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ· εἰ γὰρ μὴ αὐτὴ ἐπληρώθη ἡ προσευχὴ μηδὲ τῶν ἀποστόλων ὁ χορὸς ἐφυλάχθη ἄν, ἐπιχαίρειν ὁ διάβολος ὁ ἀληθὴς ἐχθρὸς καὶ οἱ σὺν αὐτῷ ἔμελλον. Καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ’ ἐμὲ ἐμεγαλορημόνησαν. Πόδες τοῦ Χριστοῦ οἱ μαθηταί, αὐτὸς γὰρ αὐτῶν κεφαλή· διόπερ αὐτῶν καὶ νίψαι τοὺς πόδας οὐκ ἀπηξίωσεν. ὅτε τοίνυν διὰ τὸν σταυρὸν πρὸς μικρὸν οἱ μαθηταὶ ἐσαλεύθησαν, ἐμεγαλορημόνουν κατὰ τοῦ Χριστοῦ οἱ Ἰουδαῖοι, ὡς πάντων γυμνωθέντος καὶ μηδὲ τοῦς μαθητὰς παρ’ ἑαυτῷ κατασχεῖν ἰσχύσαντος.

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
