# Commentarius magnus in Psalmos (Ms Α) 6.22

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α), Ψαλμὸς τοῦ δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-hierosolymitanus/commentarius-magnus-in-psalmos-ms/6.22

Πρόσχες εἰς τὴν βοήθειάν μου, κύριε τῆς σωτηρίας μου. Βοήθειαν ἑαυτοῦ τὴν ἐκκλησίαν καλεῖ, τὴν εἰκόνα τοῦ Ἀδὰμ σῶσαι καὶ κατὰ τοῦτο βουλόμενος. ἐκείνῳ γὰρ ἡ γυνὴ πρὸς βοήθειαν ἐδέδοτο. ποιήσωμεν γάρ, φησὶν ὁ θεός, βοηθὸν αὐτῷ κατ’ αὐτόν. διὸ καὶ εἰς Χριστὸν ὁ Παῦλος τὰ περὶ τοῦ Ἀδὰμ καὶ τῆς Ἔυας ἐξέλαβεν ῥήματα· ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. εἶτα τί τούτοις ἐπήγαγεν; τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἶς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. εἰς ταύτην τοίνυν τὸν πατέρα προσχεῖν καὶ ἐπιβλέψαι βούλεται, οὐκ αὐτὸς ἀσθενῶν τῇ ἐκκλησίᾳ πρὸς ἄμυναν, ἀλλ’ ἐμφανίσαι τῷ πατρὶ πόσον τὸν μέσον τῆς συναγωγῆς καὶ τῆς τῶν ἐθνῶν ἐκκλησίας βουλόμενος, καὶ ὅπως οἱ μὲν πολλῶν αὐτὸν κηρυξάντων καὶ αὐτοῦ δὲ τοῦ Χριστοῦ προστεθέντος, οὐκ ἐσώθησαν, τὰ δὲ ἔθνη μονῆς τῆς τοῦ σωτῆρος φωνῆς ἀκούσαντα παραχρῆμα ἐσώζετο. διόπερ ἀκολούθως προσέθηκεν· κύριε τῆς σωτηρίας μου , σωτηρίαν ἑαυτοῦ πάλιν τὴν σωτηρίαν τῶν ἐθνῶν λέγων. εἰ γὰρ ἁμαρτίας οἰκείας τὰς ἡμετέρας πεποίηται, πῶς οὐ πολὺ μᾶλλον σωτηρίαν ἰδίαν τὴν ἡμετέραν λογίζεται;

---

Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2797.tlg005.local002/.
