Ancient Greek
Section 1
Hesychius Hierosolymitanus, In sanctos Jacobum et David (homilia 10) (e Photii Bibliotheca cod. 275) 1
Not analysed yet
Εἰ μὴ «ἐταπείνωσεν ἑαυτὸν γενόμενος» ὁ σωτὴρ ἡμῶν «ὑπήκοος μέχρι θανάτου», οὐκ ἂν οἰκέται συγγενεῖς ἐχρημάτιζον, οὐκ ἂν ὁ πηλὸς πατὴρ τοῦ κεραμέως ἐλέγετο. Ἐν τῇ Σιὼν τὴν Βηθλεὲμ ὡς παροῦσαν ἀσπάζομαι, ἐν τῇ θυγατρὶ τὴν μητέρα βλέπω. Ἐν σοὶ δᾳδοῦχος ἀστὴρ εἷς ἀνήφθη, ἐν ταύτῃ δὲ πολλοί. Ἐκεῖνος τοὺς Μάγους ὡδήγησεν, αὕτη Πάρθους καὶ Μήδους καὶ Ἐλαμίτας καὶ τοὺς ἐξ ἐθνῶν πάντων τῷ φωτὶ τῆς ἀστραπῆς ἐδᾳδούχησε. Σὺ γάλα ἕλκεις ἐκ μασθῶν παρθενικῶν, αὕτη πνεῦμα ἐκ κόλπων κατάγει πατρικῶν. Σὺ τὸν ἄρτον ἐζύμωσας, ἀλλ' ἡ Σιὼν δεῖπνον ἀνέδειξε. Σὺ τὸν μόσχον ἐπὶ τῆς φάτνης ἔθρεψας, ἀλλ' ἡ Σιὼν εἰς τὸν βωμὸν ἀνήγαγε. Σὺ τὸν Ἰησοῦν ἐν τοῖς σπαργάνοις ἔκρυψας, αὕτη δὲ τῷ Θωμᾷ τὴν πλευρὰν βουληθέντι ψηλαφῆσαι ἐγύμνωσε. Σὺ παρθένον ἔχεις τίκτουσαν κεκλεισμένων τῶν ὀργάνων τῆς φύσεως, αὕτη παστάδα κεκλεισμένων τῶν θυρῶν ἔνδον τὸν νυμφίον δεχομένην καὶ ἔχουσαν.