# Fragmenta Fragment 7.A.1

Hesychius Milesius, Fragmenta, Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-milesius/fragmenta/Fragment%207.A.1

1. Ἀπολλώνιον τὸν Τυανέα κύουσα ἡ μήτηρ, δαίμονα ἐθεάσατο λέγοντα, ὡς αὐτὸς εἴη, ὃν κύει· εἶναι δὲ αὐτὸν Πρωτέα τὸν Αἰγύπτιον, ὅθεν ὑπολῆφθαι αὐτὸν Πρωτέως εἶναι υἱόν. 2. Ἀριστέου τοῦ Προκοννησίου φασὶ τὴν ψυχὴν ἐξιέναι, ὅτε ἐβούλετο, καὶ ἐπανιέναι πάλιν. 3. Αἰσχίνης ὁ τοῦ ἀλλαντοποιοῦ διεβάλλετο ὑπὸ Μενεδήμου τοῦ Ἐρετριέως, ὡς τοῦ πλείστους διαλόγους ὄντας Σωκράτους ὑποβάλλοιτο, λαμβάνων παρὰ Ξανθίππης· ὧν οἱ καλούμενοι ἀκέφαλοι σφόδρα εἰσὶν ἐκλελυμένοι καὶ οὐκ ἐπιφαίνοντες τὴν Σωκρατικὴν εὐτονίαν. Τοῦτόν φασι δι ̓ ἀπορίαν ἐλθεῖν εἰς Σικελίαν πρὸς Διονύσιον, καὶ ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δ ̓ Ἀριστίππου συσταθῆναι, δόντα τέ τινας τῶν λόγων (διαλόγων Diog.) δῶρα λαβεῖν, ἔπειτ ̓ ἀφικόμενον Ἀθήναζε μὴ τολμᾶν σοφιστεύειν, ἐνευδοκιμούντων (εὐδοκιμ. Diog. e nostro corrigendus) τότε τῶν περὶ Πλάτωνα [καὶ Ἀρίστιππον add. D.], ἐμμίσθους δὲ τὰς ἀκροάσεις ποιεῖσθαι. Τούτου τοὺς διαλόγους καὶ Ἀρίστιππος ὑπώπτευεν. Ἐν γοῦν Μεγάροις ἀναγινώσκοντος αὐτοῦ φασὶ σκῶψαι, εἰπόντα, Πόθεν σοὶ, λῃστὰ, ταῦτα; 4. Ἀρίστιππος ὁ Κυρηναῖος τὰς ἡδονὰς μὲν μετεδίωκε, πόνῳ δὲ οὐδεμίαν ἀπόλαυσιν ἐθήρα τῶν οὐ παρόντων· ὅθεν ὁ Διογένης βασιλικὸν κύνα αὐτὸν ἐκάλει. Οὗτος ἐρωτηθεὶς, τί πλέον ἔχουσιν οἱ φιλόσοφοι, ἔφη, «ἂν πάντες οἱ νόμοι ἀναιρεθῶσιν, ὁμοίως βιώσομεν» . Ἀργύριον εἶπε παρὰ τῶν γνωρίμων λαμβάνειν, οὐχ ἵν ̓ αὐτὸς χρῷτο, ἀλλ ̓ ἵν ̓ ἐκεῖνοι εἰδεῖεν, εἰς τίνα δεῖ χρῆσθαι τοῖς ἀργυρίοις. Πρὸς τὸν αἰτιώμενον, ὅτι Σῳκράτους ὢν μαθητὴν ἀργύριον λαμβάνει· «Καὶ μάλα,» εἶπε· καὶ γὰρ Σωκράτη, πεμπόντων αὐτῷ τινῶν καὶ σῖτον καὶ οἶνον, ὀλίγα λαμβάνοντα τὰ λοιπὰ ἀποπέμπειν. * Εὐτυχίδῃ δὲ τῷ ἀργυρωνήτῳ. Ἐχρῆτο καὶ Λαΐδι τῇ ἑταίρᾳ. Πρὸς οὖν τοὺς μεμφομένους ἔφη· «Ἔχω Λαΐδα, ἀλλ ̓ οὐκ ἔχομαι, ἐπεὶ τὸ κρατεῖν καὶ μὴ ἡττᾶσθαι ἡδονῶν ἄριστον, οὐ τὸ μὴ χρῆσθαι.» Ἐρωτηθεὶς, τίνα ἐστὶν ἃ δεῖ (τοὺς D.) καλοὺς παῖδας μανθάνειν, ἔφη· «Οἷς ἄνδρες γενόμενοι χρήσονται.» Τέλος δὲ ἀπέφαινε τὴν λείαν κίνησιν εἰς αἴσθησιν ἀναδιδομένην. 5. Ἀλεξῖνος ὁ Ἠλεῖος διὰ τὸ φιλονεικότατος εἶναι Ἐλεγξῖνος ἐπεκλήθη. Τοῦτόν φασιν, ὡς ἐκ τῆς Ἤλιδος ἀπελθὼν ἐν Ὀλυμπίᾳ φιλοσοφοίη. Τῶν δὲ μαθητῶν αὐτοῦ πυνθανομένων, διὰ τί τῇδε κατοικεῖ, φάναι βούλεσθαι αἵρεσιν συστήσασθαι, ἣν Ὀλυμπιακὴν κληθήσεσθαι· τοὺς δὲ καὶ [τοῖς add. D.] ἐφοδίοις θλιβομένους καὶ τὸ χωρίου νοσερὸν καταγνόντας ἀπελθεῖν, καὶ τοῦ λοιποῦ διατρίβειν [ἔρημον add. D.] Ἀλεξῖνον σὺν οἰκέτῃ μόνῳ· ἔπειτα μέντοι νηχόμενον ἐν τῷ Ἀλφειῷ νυχθῆναι καλάμῳ, καὶ [οὕτως add. D.] τελευτῆσαι. Καὶ ἔστιν εἰς αὐτὸν ἐπίγραμμα· Οὐκ ἄρα μῦθος ἦν ἐκεῖνος εἰκαῖος, ὡς ἀτυχής τις ἐὼν τὸν πόδα κολυμβῶν περιέπειρέ πως ἥλῳ. Καὶ γὰρ ὁ σεμνὸς ἀνὴρ, πρὶν Ἀλφεόν ποτ ̓ ἐκπερᾶν Ἀλεξῖνος θνήσκει νυχθεὶς καλάμῳ. 6. Ἀριστοτέλη τὸν Σταγειρίτην φασὶ παιᾶνα εἰς τὸν θλαδίαν Ἑρμείαν ποιήσαντα, ὃς ἦν αὐτοῦ πενθερὸς, κατακριθῆναι πιεῖν ἀκόνιτον, καὶ ἀποθανεῖν. Οὗτος βούλεται διττὸν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον, τὸν μὲν πρακτικὸν, τὸν δὲ θεωρητικόν· καὶ τοῦ πρακτικοῦ τόν τε ἠθικὸν καὶ πολιτικὸν, οὗ τά τε περὶ πόλιν καὶ τὰ περὶ οἶκον [ὑπο]γεγράφθαι· τοῦ δὲ θεωρητικοῦ τόν τε φυσικὸν καὶ λογικὸν, οὗ τὸ λογικὸν οὐχ ὁλομερῶς, ἀλλ ̓ ὡς ὄργανον προσηκριβωμένον· καὶ τούτου διττοὺς ὑποθέμενος σκοποὺς, τό τε πιθανὸν καὶ τὸ ἀληθὲς διεσάφησε. Δύο δὲ πρὸς ἑκάτερον δυνάμεσιν ἐχρήσατο, διαλεκτικῇ μὲν καὶ ῥητορικῇ πρὸς τὸ πιθανὸν, ἀναλυτικῇ δὲ καὶ φιλοσοφίᾳ πρὸς τὸ ἀληθὲς, οὔ τι ὑπολειπόμενος οὔτε τῶν πρὸς εὕρεσιν, οὔτε τῶν πρὸς κρίσιν, οὔτε μὴν τῶν πρὸς χρῆσιν. Πρὸς μὲν οὖν τὴν εὕρεσιν τά τε τοπικὰ καὶ μεθοδικὰ παρέδωκε προτάσεων πλῆθος, ἐξ ὧν πρὸς τὰ προβλήματα πιθανῶν ἐπιχειρημάτων οἷόν τε εὐπορεῖν, πρὸς δὲ τὴν κρίσιν τὰ ἀναλυτικὰ πρότερα καὶ ὕστερα. Διὰ μὲν οὖν τῶν προτέρων τὰ λήμματα κρίνεται, διὰ δὲ τῶν ὑστέρων ἡ συναγωγὴ ἐξετάζεται. Πρὸς δὲ τὴν χρῆσιν τά τε ἀγωνιστικὰ καὶ τὰ περὶ ἐρωτήσεως ἐριστικά τε καὶ σοφιστικῶν ἐλέγχων τε καὶ συλλογισμῶν καὶ τῶν ὁμοίων τούτοις. Κριτήριον δὲ τῆς ἀληθείας τῶν μὲν κατὰ φαντασίαν ἐνεργημάτων τὴν αἴσθησιν ἀπεφήνατο, τῶν δὲ ἠθικῶν, τῶν περὶ πόλιν καὶ περὶ οἶκον καὶ περὶ νόμους, τὸν νοῦν. Τέλος δὲ ἓν ἐξέθετο, χρῆσιν ἀρετῆς ἐν βίῳ τελείῳ. Ἔφη δὲ τὴν εὐδαιμονίαν συμπλήρωμα ἐκ τριῶν ἀγαθῶν εἶναι· τῶν περὶ ψυχὴν, ἃ δὴ καὶ πρῶτα τῇ δυνάμει καλεῖ· ἐκ δευτέρων δὲ τῶν περὶ σῶμα, ὑγιείας καὶ ἰσχύος καὶ κάλλους καὶ τῶν παραπλησίων· [ἐκ τρίτων δὲ] τῶν ἐκτὸς, πλούτου καὶ εὐγενείας καὶ δόξης καὶ τῶν ὁμοίων. Τήν τε ἀρετὴν μὴ εἶναι αὐτάρκη πρὸς εὐδαιμονίαν, προσδεῖσθαι γὰρ τῶν τε περὶ σῶμα καὶ τῶν ἐκτὸς ἀγαθῶν, [ὡς] κακοδαιμονήσοντος τοῦ σοφοῦ, κἂν ἐν πόνοις ᾖ, κἂν ἐν πενίᾳ καὶ τοῖς ὁμοίοις. Τὴν μέντοι κακίαν αὐτάρκη πρὸς κακοδαιμονίαν, κἂν ὅτι μάλιστα παρῇ αὐτῇ τὰ ἐκτὸς ἀγαθὰ καὶ τὰ περὶ (τὸ) σῶμα. Τάς τ ̓ ἀρετὰς, ἔφη, μὴ ἀντακολουθεῖν· ἐνδέχεσθαι γὰρ φρόνιμόν τινα καὶ δίκαιον ὄντα ἀκόλαστον καὶ ἀκρατῆ εἶναι. Ἔφη [δὲ] τὸν σοφὸν μὴ εἶναι μὲν ἀπαθῆ, μετριοπαθῆ δέ. Τήν τε φιλίαν ὡρίσατο ἰσότητα εὐνοίας ἀντίστροφον· ταύτης δὲ τὴν μὲνεἶναι ξενικὴν, [τὴν δὲ ἐρωτικὴν,] τὴν δὲ συγγενικήν. Εἶναι δὲ καὶ τὸν ἔρωτα μὴ μόνον συνουσίας, ἀλλὰ καὶ φιλοσοφίας· καὶ ἐρασθήσεσθαι δὲ τὸν σοφὸν καὶ πολιτεύσεσθαι, γαμήσειν τε [μὴν add. D.] καὶ βασιλεῖ συμβιώσειν. Βίων τε τριῶν ὄντων, θεωρητικοῦ, ἡδονικοῦ, πρακτικοῦ, τὸν θεωρητικὸν [προ]έκρινεν. Εὔχρηστα δὲ καὶ τὰ ἐγκύκλια μαθήματα πρὸς ἀρετῆς ἀνάληψιν. Ἔν τε τοῖς φυσικοῖς αἰτιολογικώτατος παρὰ πάντας ἐγένετο, ὥστε καὶ περὶ τῶν ἐλαχίστων [τὰς] αἰτίας ἀποδιδόναι. Τὸν [δὲ] θεὸν ἀσώματον ἀπέφαινεν, ὡς ὁ Πλάτων· διατείνειν δὲ αὐτοῦ τὴν πρόνοιαν μέχρι τῶν οὐρανίων, καὶ εἶναι ἀκίνητον αὐτόν· τὰ δ ̓ ἐπίγεια κατὰ τὴν πρὸς ταῦτα συμπάθειαν κινεῖσθαι (οἰκονομεῖσθαι D.). Εἶναι δὲ ὰπαρ τὰ τέσσαρα στοιχεῖα καὶ ἄλλο πέμπτον, ἐξ οὗ τὰ αἰθέρια συνεστάναι, ἀλλοίαν δὲ αὐτοῦ τὴν κίνησιν εἶναι· κυκλοφορητικὴν γάρ. Καὶ τὴν ψυχὴν [δὲ] ἀσώματον, ἐντελέχειαν οὖσαν τὴν πρώτην· σώματος γὰρ φυσικοῦ καὶ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. Διττὴ δ ̓ ἔστιν αὕτη κατ ̓ αὐτόν. Λέγει δὲ (τὴν) ἐντελέχειαν, ἧς ἐστιν εἶδός τι ἀσώματον. Ἡ μὲν κατὰ δύναμιν, ὡς ἐν τῷ κηρῷ [ὁ] Ἑρμῆς ἐπιτηδειότητα ἔχων ἐπιδέξασθαι τοὺς χαρακτῆρας, καὶ ὁ ἐν τῷ χαλκῷ ἀνδριάς· καθ ̓ ἕξιν δὲ λέγεται ἐντελέχεια ἡ τοῦ· συντετελεσμένου Ἑρμοῦ ἢ ἀνδριάντος. Σώματος δὲ φυσικοῦ, ἐπεὶ τῶν σωμάτων τὰ μέν ἐστι χειρόκμητα, ὡς τὰ ὑπὸ τεχνιτῶν γινόμενα, οἷον πύργος, πλοῖον· τὰ δὲ ὑπὸ φύσεως, ὡς φυτὰ καὶ τὰ τῶν ζῴων. Ὀργανικοῦ δὲ εἶπε, τουτέστι πρὸς τι κατεσκευασμένου, ὡς ἡ ὅρασις πρὸς τὸ ὁρᾶν καὶ [ἡ] ἀκοὴ πρὸς τὸ ἀκούειν· δυνάμει δὲ ζωὴν ἔχοντος, οἷον ἐν ἑαυτῷ. Τὸ δυνάμει δὲ διττὸν, [ἢ καθ ̓ ἕξιν] ἢ κατ ̓ ἐνέργειαν· κατ ̓ ἐνέργειαν μὲν, ὡς ὁ ἐγρηγορὼς λέγεται ψυχὴν ἔχειν· κατὰ ἕξιν δ ̓, ὡς ὁ καθεύδων. Ἵν ̓ οὖν καὶ οὗτος ὑποπίπτῃ, τὸ δυνάμει προσέθηκεν. 7. Ἀντισθένης ὁ κυνικὸς, ἁπλοκύων ἐπεκαλεῖτο. Διογένης δὲ Λαέρτιος σκώπτει αὐτὸν ὡς φιλόζωον ἐν ἐπιγράμματι οὕτως ἔχοντι· Τὸν βίον ἦσθα κύων, Ἀντίσθενες. ὧδε πεφυκὼς ὥστε δακεῖν κραδίην ῥήμασιν, σὺ στόμασιν. Ἀλλ ̓ ἔθανες φθισικός. Τάχ ̓ ἐρεῖ τις ἴσως, Τί δὲ τοῦτο; Πάντως εἰς Ἀίδην δεῖ τιν ̓ ὁδηγὸν ἔχειν. Ἤρεσκε δὲ αὐτῷ τάδε· διδακτὴν ἀπεδείκνυε τὴν ἀρετήν· τῶν ἔργων τε εἶναι αὐτὴν, μήτε λόγων πλείστων δεομένην μήτε μαθημάτων. Αὐτάρκη τε εἶναι τὸν σοφόν· πάντα γὰρ αὐτοῦ εἶναι τὰ τῶν ἄλλων. Τήν τε ἀδοξίαν ἀγαθὸν καὶ ἴσον τῷ πόνῳ. Καὶ τὸν σοφὸν οὐ κατὰ τοὺς κειμένους νόμους πολιτεύεσθαι, ἀλλὰ κατὰ τὸν τῆς ἀρετῆς. Γαμήσειν τε τεκνοποιίας χάριν, ταῖς εὐφυεστάταις συνιόντα γυναιξί. Καὶ ἐρασθήσεσθαι δέμόνον γὰρ εἰδέναι τὸν σοφὸν τίνων δεῖ ἐρᾶν. Τῷ σοφῷ ξένον οὐδέν [οὐδ ̓ ἄπορον D.]. Ἀξιέραστος ὁ ἀγαθός. Οἱ σπουδαῖοι φίλοι. Συμμάχους ποιεῖσθαι τοὺς εὐψύχους ἅμα καὶ δικαίους. Ἀναφαίρετον ὅπλον [ἡ] ἀρετή. Κρεῖττόν ἐστι μετ ̓ ὀλίγων ἀγαθῶν πρὸς ἅπαντας [τοὺς] κακοὺς, ἢ μετὰ πολλῶν κακῶν πρὸς ὀλίγους [ἀγαθοὺς] μάχεσθαι. Προσέχειν τοῖς ἐχθροῖς· πρῶτοι γὰρ τῶν ἁμαρτημάτων αἰσθάνονται. Τὸν δίκαιον περὶ πλείονος ποιεῖσθαι τοῦ συγγενοῦς. Ἀνδρὸς καὶ γυναικὸς ἡ αὐτὴ ἀρετή. Τὰ ἀγαθὰ καλὰ, τὰ κακὰ αἰσχρά. Τὰ πονηρὰ πάντα νόμιζε ξενικά. Τεῖχος ἀσφαλέστατον φρόνησιν· μήτε γὰρ καταρρεῖν, μήτε προδίδοσθαι. Τείχη κατασκευαστέον ἐν τοῖς αὑτῶν ἀναλώτοις λόγοις (l. λογισμοῖς ex D.). 8. Ἀρκεσίλαος. Οὗτος πρὸς τὸν θρασύτερον διαλεγόμενον νεανίσκον, οὐ λήψεταί τις, ἔφη, τοῦτον ἀστραγαλωτί (ἀστραγλωτῇ̣ Ἀστραγάλῳ Diog.); Πρὸς [δὲ] τὸν αἰτίαν ἔχοντα περαίνεσθαι, ὡς ἀνήνεγκεν αὐτῷ, ὅτι οὐ δοκεῖ ἕτερον ἑτέρου μεῖζον εἶναι, ἠρώτησεν, εἰ οὐδὲ τὸ δεκαδάκτυλον τοῦ ἑξαδακτύλου. Πρὸς Ἀλεξίνειόν τινα διαλεκτικὸν μὴ δυνάμενον κατ ̓ ἀξίαν τῶν Ἀλεξίνου τι διηγήσασθαι, τὸ Φιλοξένῳ πρὸς τοὺς πλινθιακοὺς πραχθὲν εἶπεν· ἐκεῖνος γὰρ τὰ αὐτοῦ κακῶς ᾄδοντας τούτους καταλαβὼν, αὐτὸς τὰς πλίνθους αὐτῶν συνεπάτησεν, εἰπών· ὡς ὑμεῖς τὰ ἐμὰ διαφθείρετε, οὕτω κἀγὼ τὰ ὑμέτερα, Ἦν δὲ εὑρεσιλογώτατος ἀπαντῆσαι εὐστόχως, πειστικώτατος δὲ ὑπὲρ ὁντινοῦν· παρὸ καὶ πλείους πρὸς αὐτὸν ἀπήντων εἰς τὴν σχολὴν, καίπερ ὑπ ̓ ὀξύτητος αὐτοῦ ἐπιπληττόμενοι· ἀλλ ̓ ὅμως ἔφερον ἡδέως, καὶ γὰρ ἦν ἀγαθὸς σφόδρα, καὶ ἐλπίδων ὑποπιμπλὰς τοὺς ἀκούοντας, ἔν τε τῷ βίῳ κοινωνικώτατος ἦν, καὶ εὐεργετῆσαι προχειρότατος, καὶ λαθεῖν τὴν χάριν ἀτυφότατος· εἰσελθὼν γοῦν ποτὲ παρὰ Κτησίβιον νοσοῦντα, καὶ ἰδὼν ἀπορίᾳ θλιβόμενον, κρύφα βαλάντιον ὑπέθηκε τῷ προσκεφαλαίῳ· καὶ ὃς εὑρὼν, «Ἀρκεσιλάου, ἔφη, τὸ παίγνιον.» Καὶ τινος ἀργυρώματα λαβόντος εἰς ὑποδοχὴν φίλων, καὶ ἀποστεροῦντος, οὐκ ἀπῄτησεν οὐδὲ προσεποιήσατο (προσεποιήθη Diog.). Οἱ δέ φασιν ἐπίτηδες χρῆσαι, καὶ ἀποδιδόντος, ἐπεὶ πένης ἦν, χαρίσασθαι. Οὐκ ἐθεράπευε δέ τινα τῶν βασιλέων· διὰ καὶ πρεσβεύων πρὸς Ἀντίγονον ὑπὲρ τῆς πατρίδος, οὐκ ἐπέτυχεν. Ἦν δὲ φιλομειράκιος καὶ καταφερὴς, καὶ ἑταίραις συνῴκει. Καί ποτε τὸν ἐρώμενον αὐτῷ Δημοχάρει ὁμιλοῦντα καταλαβὼν, ὑπ ̓ ἀνεξικακίας παραχωρεῖν ἔφη. Πρὸς ἀρίδηλον προτείνοντά τι θεώρημα ἐπὶ συμποσίου καὶ ἀξιοῦντα εἰς αὐτὸ λέγειν, εἶπεν· Ἀλλ ̓ αὐτὸ τοῦτο μάλιστα φιλοσοφίας ἴδιον, [τὸ] τὸν καιρὸν ἑκάστων ἐπίστασθαι. Τίμων δὲ ὡς φίλοχλον παίζει, λέγων· Ὦς εἰπὼν, ὄχλοιο περίστασιν εἰσκατέδυνεν. Οἱ δέ μιν ἠύτε γλαῦκα πέρι σπίζαι τερατοῦντο, ἠλέματον δεικνύντες· δθ ̓ οὕνεκεν ὀχλοαρέσκης, οὖ μέγα πρῆγμα, τάλας· τί πλατύνεαι, ἠλίθιος ὥς; Οὕτω δὲ ἄτυφος ἦν, ὥστε τοῖς μαθηταῖς παρῄνει καὶ ἄλλων ἀκούειν. 9. Ἀρχύτας ὁ Πυθαγορικὸς στρατηγῶν τῶν πολιτῶν οὐδέποτε ἡττήθη, φθονηθεὶς δ ̓ ἅπαξ ἀφῆκε τὴν στρατηγίαν, καὶ οἳ αὐτίκα ἐλήφθησαν. Ὁ μουσικὸς Ἀρχύτας ὀνειδιζόμενος ἐπὶ τῷ μὴ ἐξακούεσθαι, εἶπε· Τὸ γὰρ ὄργανον ὑπὲρ ἐμοῦ ὀνειδιζόμενον λαλεῖ. 10. Ἀνάξαρχος ὁ Ἀβδηρίτης ἔλεγε μηδὲ αὐτὸ τοῦτο εἰδέναι, ὅτι οὐδὲν οἶδεν. 11. Αἴσωπος, οὐχ ὁ μυθοποιὸς, ἔγραψε περὶ Ἑλένης, ἔνθα φησὶ Πᾶνα ἰχθῦν καλεῖσθαι κητώδη, ἐν τούτῳ δὲ τὸν ἀστερίτην λίθον εὑρίσκεσθαι, ὃς ὑπὸ τῷ ἡλίῳ ἀνάπτεται, ποιεῖ δὲ πρὸς φίλτρα.

---

HESYCHIUS MILESIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2274.tlg007.local002/.
