# Fragmenta Fragment 7.B

Hesychius Milesius, Fragmenta, Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-milesius/fragmenta/Fragment%207.B

12. Βίων ὁ Βορυσθενίτης ἔλεγε μὴ εἶναι θεοὺς· διὸ καί ἐστιν εἰς αὐτὸν ἐπίγραμμα· Βίωνα, τὸν Βορυσθένης ἔφυσε γῆ Σκύθισσα, λέγειν ἀκούομεν θεοὺς ὡς οὐδέν εἶσιν ὄντως. Καὶ μὲν τὸ δόγμα τοῦτ ̓ ἔχων ἔμιμνεν, ἦν ἄν εἰκὸς λέγειν, φρονεῖν ὅπως δοκεῖ· κακῶς μὲν, ἀλλ ̓ ἔδοξε. Νῦν δ ̓ ἐς νόσον πεσὼν μακρὴν καὶ μὴ θάνῃ δεδοικὼς ὁ μὴ θεοὺς εἶναι λέγων, ὁ νηὸν οὐδὲ βλέψας, ὁ πολλὰ χλευάσας βροτοὺς, ὅσοι θεοῖς ἔθουν, οὐ μοῦνον ἐσχάρης ὕπερ βωμῶν τε καὶ τραπέζης κνίσῃ, λίπει, θυλήμασιν θεῶν ἔδαισε ῥῖνας· οὐδ ̓ εἶπε μοῦνον, Ἤλιτον, σύγγνωτε τοῖς πρίν· ἀλλὰ καὶ γραὶ δῶκεν εὐμαρῶς τράχηλον εἰς ἐπῳδὴν καὶ σκυτίσιν βραχίονας πεπεισμένως ἔδησε· ῥάμνον τε καὶ κλάδον δάφνης ὑπὲρ θύρην ἔθηκεν, ἅπαντα δ ̓ ὃς ἤθελέν τινος μισθοῦ τὸ θεῖον εἶναι, ὡς τῶν θεῶν ὄντων ὅταν Βίων θέλῃ νομίζειν. Τοιγὰρ μάτην φρονῶν, ὅτ ̓ ἦν ἅπας ὁ λέμφος ἄνθραξ, τὴν χεῖρα τείνας ὧδέ πως, Χαῖρ ̓, εἶπε, χαῖρε, Πλουτεῦ. Βίων ἄλλος Ἀβδηρίτης ἔγραψεν εἶναί τινας οἰκήσεις, ἔνθα γίνεσθαι ἓξ μηνῶν τὴν νύκτα καὶ ἓξ τὴν ἡμέραν.

---

HESYCHIUS MILESIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2274.tlg007.local002/.
