Ancient Greek
Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS
HESYCHIUS MILESIUS, Fragmenta Fragment 7.D.1
Not analysed yet
14. Δαφίδας ὁ Τελμισσεὺς πᾶσιν ἐλοιδορεῖτο, μηδὲ αὐτῶν φειδόμενος τῶν θεῶν· διὸ καὶ ἐχθρὸς ἦν Ἀττάλῳ τῷ βασιλεῖ Περγάμου. Οὗτος ἐλθών ποτε εἰς Πυθίαν, ἔσκωπτεν εἶς τὸ μαντεῖον καὶ ἐπεγγελῶν ἠρώτα, εἰ τὸν ἵππον εὑρήσοι· ἔχρησε δὲ αὐτῷ εὑρήσειν ταχέως. Ἐκεῖνος δὲ διεθρύλλησε τοῦτο, ὡς οὐδὲ ἦν αὐτῷ ἵππος, οὐδὲ ἀπώλετο. Ἀναχωρήσαντα δὲ συλλαβόμενος Ἄτταλος ἐκέλευσε κρημνισθῆναι. Ὁ δὲ τόπος, ἐν ᾧ τοῦτο ἐγένετο, ἐκαλεῖτο Ἵππος, καὶ ἔγνω πρὸς τῷ θανάτῳ, μὴ ἐψεῦσθαι τὸ λόγιον. 15. Διαγόραν τὸν Τηλεκλείδου εὐφυᾶ θεασάμενος Δημόκριτος ὁ Ἀβδηρίτης ὠνήσατο αὐτὸν δοῦλον ὄντα μυρίων δραχμῶν, καὶ μαθητὴν ἐποιήσατο. Ὁ δὲ τῇ λυρικῇ ἐπέθετο· ἐπεκλήθη δὲ ἄθεος, [δι]ότι [τοῦτο ἐδόξαζεν, ἀφ ̓ οὗ] ὁμότεχνός τις αἰτιαθεὶς ὑπ ̓ αὐτοῦ, ὡς δὴ παιᾶνα ὑφελόμενος, ὃν αὐτὸς ἐποίησεν, ἐξωμόσατο μὴ κεκλοφέναι αὐτόν· μικρὸν δὲ ὕστερον ἐπιδειξάμενος αὐτὸν εὐημέρησεν. Ἐντεῦθεν ὁ Διαγόρας λυπηθεὶς ἔγραψε τοὺς Ἀποπυργίζοντας λόγους, ἔκπτωσιν ἔχοντας τῆς περὶ τὸ θεῖον δόξης. 16. Διόδωρος Ἰασεὺς, ὁ Κρόνος ἐπίκλην, διαλεκτικὸς, ὃς πρῶτος ἔδοξεν εὑρεῖν τὸν κερατίνην καὶ τὸν ἐγκεκαλυμμένον [λόγον], παρὰ Πτολεμαίῳ τῷ Σωτῆρι διατρίβων, λόγους τινὰς διαλεκτικοὺς ἠρωτήθη πρὸς Στίλπωνος. Καὶ παραχρῆμα μὴ δυνάμενος διαλύσασθαι, ὑπὸ τοῦ βασιλέως τά τε ἄλλα [ἐπ]ετιμήθη, καὶ [δὴ καὶ] Κρόνος ἤκουσεν ἐν σκώμματος μέρει· ἐξελθὼν δὲ τοῦ συμποσίου, καὶ λόγον γράψας περὶ τοῦ προβλήματος, ἀθυμίᾳ τὸν βίον κατέστρεψε. Καὶ ἔστιν εἰς αὐτὸν ἐπίγραμμα· Κρόνε Διόδωρε, τίς σε δαιμόνων κακῇ ἀθυμίῃ ξυνείρυσεν, ἴν ̓ αὐτὸς αὑτὸν ἐμβάλῃς εἰς Τάρταρον Σπίλπωνος οὐ λύσας ἔπη αἰνιγματώδη; τοιγὰρ εὑρέθης Κρόνος ἔξωθεν τοῦ ῥῶ κάππα τε. Περὶ τούτου φησὶ Καλλίμαχος ἐν ἐπιγράμμασι· . . . . . . αὐτὸς ὁ Μῶμος ἔγραφεν ἐν τοίχοις, «Ὁ Κρόνος ἐστὶ σοφός». 17. Δημήτριος ὁ Φαληρεὺς τοσοῦτον ἦν εὐπρεπὴς, ὡς ὑπὸ τινων προσαγορευθῆναι Λαμπετὼ καὶ χαριτοβλέφαρος. 18. Δημήτριός τις ἕτερος Ἰξίων ἐπεκλήθη, διότι λεπίδας χρυσᾶς κλέπτων τοῦ ἐν Ἀλεξανδρείᾳ τῆς Ἥρας ἀγάλματος ἐφωράθη. 19. Δίδυμος ὁ Ἀλεξανδρεὺς διὰ τὴν πρὸς τὰ βιβλία ἐπιμονὴν Χαλκέντερος ἐπεκλήθη. Φασὶ δὲ αὐτὸν συγγεγραφέναι ὑπὲρ τὰ τρισχίλια πεντακόσια βιβλία. 20. Δρᾴκων ὁ νομοθέτης εἰς Αἴγιναν ἐπὶ νομοθεσίαις εὐφημούμενος ὑπὸ τῶν Αἰγινητῶν ἐν τῷ θεάτρῳ ἐπιρριψάντων αὐτῷ ἐπὶ τὴν κεφαλὴν πετάσους πλείονας καὶ χιτῶνας [καὶ ἱμάτια add. Suid.] ἀπεπνίγη. 21. Δημόκριτος ἤσκει ποικίλως δοκιμάζειν τὰς φαντασίας, ἐρημάζων ἐνίοτε καὶ τοῖς τάφοις ἐνδιατρίβων. Οὗτος νειμάμενος τὴν οὐσίαν τῷ ἀδελφῷ, καὶ τὴν ἐλάττω μοῖραν ἑλόμενος, τοῖς γυμνοσοφισταῖς συνέμιξε καὶ εἰς Ἰνδίαν ἀπῆρε καὶ Αἰθιοπίαν. Ἐλθὼν (ἀνελθὼν̣) δὲ ταπεινότατα διῆγεν, ἅτε τὴν πᾶσαν οὐσίαν καταναλωκὼς, ἐτρέφετό τε διὰ τὴν ἀπορίαν ὑπὸ τῆς ἀδελφῆς (l. τοῦ ἀδελφοῦ) Δαμάσου. Ὡς δὲ προειπὼν τινὰ τῶν μελλόντων ηὐδοκίμησεν, ἐνθέου δόξης παρὰ τοῖς πλείστοις ἠξιώθη. Ἐδόκει δὲ αὐτῷ, ἀρχὰς εἶναι τῶν ὅλων ἀτόμους, καὶ κενὸν, τὰ δ ̓ ἄλλα πάντα νενομίσθαι (δοξάζεσθαι D.) · ἀπείρους τε εἶναι κόσμους, καὶ γεννητοὺς καὶ φθαρτοὺς, μηδέν τε ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, μηδὲ εἰς τὸ μὴ ὂν φθείρεσθαι. Καὶ τὰς ἀτόμους ἀπείρους εἶναι κατὰ μέγεθος καὶ πλῆθος, φέρεσθαι δ ̓ ἐν τῷ ὅλῳ δινουμένας· καὶ οὕτω πάντα τὰ συγκρίματα γεννᾶν πῦρ, ὕδωρ, ἀέρα, γῆν· εἶναι γὰρ καὶ ταῦτα ἐξ ἀτόμων τινῶν συστήματα, ἅπερ εἶναι ἀπαθῆ καὶ ἀναλλοίωτα διὰ τὴν στερρότητα. Τόν τε ἥλιον καὶ τὴν σελήνην ἐκ τοιούτων δι ̓ ὧν (l. δινῶν Steph. ; λείων Menag.) καὶ περιφερῶν ὄγκων συγκεκρίσθαι, καὶ τὴν ψυχὴν ὁμοίως, ἣν καὶ νοῦν ταὐτὸν εἶναι. Ὁρᾶν δ ̓ ἡμᾶς κατ ̓ εἰδώλων ἐμπτώσεις, πάντα τε κατ ̓ ἀνάγκην γίνεσθαι, τῆς δίνης αἰτίας οὔσης τῆς γενέσεως πάντων, ἣν ἀνάγκην λέγει. Τέλος δ ̓ εἶναι τὴν εὐθυμίαν, οὐ τὴν αὐτὴν οὖσαν τῇ ἡδονῇ, ὡς ἔνιοι παρακούσαντες ἐξεδέξαντο (ἐξηγήσαντο D.) ,ἀλλὰ καθ ̓ ἣν γαληνῶς καὶ εὐσταθῶς ἡ ψυχὴ διάγει, ὑπὸ μηδενὸς ταραττομένη φόβου ἢ δεισιδαιμονίας, ἢ ἄλλου τινὸς πάθους. Καλεῖ δὲ αὐτὴν καὶ εὐεστὼ καὶ πολλοῖς ἄλλοις ὀνόμασι. Ποιητὰ δὲ νόμιμα εἶναι, φύσει δὲ ἄτομα καὶ κενά (l. κενόν ex D.) . 22. Διογένης ὁ Ἀπολλωνιάτης ἔλεγε στοιχεῖον εἶναι ἀέρα, κόσμους ἀπείρους καὶ κενὸν ἔπειρον, τόν τε ἀέρα πυκνούμενον καὶ ἀραιούμενον γεννητικὸν εἶναι τῶν κόσμων. Οὐδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, οὐδὲ εἰς τὸ μὴ ὂν φθείρεσθαι. Τὴν γῆν στρογγύλην, ἐρηρεισμένην ἐν τῷ μέσῳ τὴν σύστασιν εἰληφυῖαν κατὰ τὴν ἐκ τοῦ θερμοῦ περιφορὰν, καὶ πῆξιν ὑπὸ τοῦ ψυχροῦ.