# Fragmenta Fragment 7.E.1

Hesychius Milesius, Fragmenta, Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-milesius/fragmenta/Fragment%207.E.1

23. Ἐπιμενίδου τοῦ Κρητὸς λόγος, ὡς ἐξήρχετο ἡ Ψυχὴ, ὅτε ἠβούλετο, καὶ ὁπόσον ἤθελε καιρὸν, καὶ πάλιν ἐπανήρχετο· τελευτήσαντος δὲ αὐτοῦ, τὸ δέρμα εὑρέθη γράμμασι κατάστικτον. 24. Ἑρμογένης ὁ ῥήτωρ τελευτήσας ἀνετμήθη, καὶ εὑρέθη ἡ καρδία αὐτοῦ τετριχωμένη, καὶ τῷ μεγέθει πολὺ τῆς ἀνθρωπείας φύσεως ὑπερβάλλουσα. 25. Ἐρατοσθένης διὰ τὸ δευτερεύειν παντὶ εἴδει παιδείας τοῖς ἄκροις ἐγγίζων, Βῆτα ἐκλήθη. 26. Εὐριπίδης κατὰ τὴν ἡμέραν, ἣν ἐνίκων Ἕλληνες Πέρσας ἐν τῇ κατὰ Ξέρξου ναυμαχίᾳ, γεννᾶται, εὐτυχίαν προσημαίνων Ἀθηναίοις. 27. Εὐκλείδης ὁ Μεγαρικὸς μετὰ τὴν τοῦ Σωκράτους τελευτὴν Πλάτωνα καὶ τοὺς λοιποὺς φιλοσόφους ἐδέξατο, δείσαντας τὴν ὠμότητα τῶν τυράννων. Οὗτος ἓν τὸ ἀγαθὸν ἀπεφαίνετο πολλοῖς ὀνόμασι καλούμενον, ὁτὲ μὲν γὰρ φρόνησιν, ὁτὲ δὲ θεὸν, καὶ ἄλλοτε νοῦν καὶ τὰ λοιπά. Τὰ δ ̓ ἀντικείμενα τῷ ἀγαθῷ ἀνῄρει, φάσκων μὴ εἶναι. Ταῖς δὲ ὑποδείξεσιν ἐνίστατο, οὐ κατὰ λήμματα, ἀλλὰ κατ ̓ ἐπιφοράν. 28. Ἐπίκουρόν τινες διαβάλλοντες φασὶ πρὸς Πυθοκλέα ὡραῖον ὄντα γράψαι αὐτόν· «Καθεδοῦμαι προσδοκῶν τὴν ἱμερτὴν καὶ ἰσόθεόν σου εἴσοδον.» Καὶ ἐν τῷ Περὶ τέλους οὕτω γράφειν· «Οὐ γὰρ ἔγωγε ἔχω τί νοήσω τἀγαθὸν, ἀφαιρῶν μὲν τὰς δι ̓ ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς διὰ χυλῶν ἡδονὰς, καὶ τὰς δι ̓ ἀκροαμάτων [καὶ τὰς διὰ μορφῶν add. Diog.].» Φασὶ καὶ περὶ Ναυσιφάνους τοῦ μαθητοῦ Πύρρωνος γράφειν αὐτόν· «Ταῦτα ἤγαγεν αὐτὸν εἰς ἔκστασιν τοιαύτην, ὥστε μοι λοιδορεῖσθαι, καὶ ἀποκαλεῖν διδάσκαλον.» Πνεύμονά τε αὐτὸν ἐκάλει, καὶ ἀγράμματον καὶ ἀπατεῶνα καὶ πόρνον. Τούς τε περὶ Πλάτωνα Διονυσοκόλακας, καὶ αὐτὸν Πλάτωνα χρυσοῦν, καὶ Ἀριστοτέλη ἄσωτον· φαγόντα γὰρ τὴν πατρῴαν οὐσίαν στρατεύεσθαι καὶ φαρμακοπωλεῖν· φορμοφόρον τε Πρωταγόραν, καὶ γραφέα Δημοκρίτου, καὶ ἐν κώμαις γράμμαστα διδάσκειν. Ἡράκλειτόν τε μιμητὴν (l. κυκητὴν ex D.), καὶ Δημόκριτον Ληρόκριτον, καὶ Ἀντίδωρον Σαινίδωρον, τούς τε Κυζικηνοὺς (Κυνικοὺς em. Reines.) ἐχθροὺς τῆς Ἑλλάδος, καὶ τοὺς διαλεκτικοὺς πολυφθονεροὺς, Πύρρωνά τε ἀμαθῆ καὶ ἀπαίδευτον. Χρύσιππος δὲ ἐζήλου αὐτὸν ἐν πολυγραφίᾳ· ὅθεν αὐτὸν Καρνεάδης παράσιτον τῶν ἐκείνου βιβλίων ἀποκαλεῖ· εἰ γάρ τι γράψαι ὁ Ἐπίκουρος, ἐφιλονείκει τοσοῦτον γράψαι ὁ Χρύσιππος, καἲ διὰ τοῦτο πολλάκις τὰ αὐτὰ γέγραφε καὶ τὸ ἐπελθὸν, καὶ ἀδιόρθωτα εἴακε τῷ ἐπείγεσθαι, καὶ τὰ μαρτύρια τοσαῦτά ἐστιν, ὡς ἐκείνων μόνον γέμειν τὰ βιβλία. Καὶ τοῦτόν φασι τὴν ἀρχὴν γραμματοδιδάσκαλον γεγενῆσθαι, ἔπειτα περιτυχόντα τοῖς Δημοκρίτου βιβλίοις ἐπὶ φιλοσοφίαν ἀΐξαι· διὸ καὶ Τίμων οὕτω λέγει περὶ αὐτοῦ· Ὕστατος αὖ φυσικῶν καὶ κύντατος ἐκ Σάμου ἐλθὼν γραμμαδιδασκαλίδης, ἀναγωγότατος ζωόντων. Νοσήσας δὲ ιδʹ ἡμέρας, εἰς πύελον ἐνέβη χαλκῆν κεκραμένην ὕδατι θερμῷ, καὶ αἰτήσας ἄκρατον ἐρρόφησε, τοῖς τε φίλοις παραγγείλας τῶν δογμάτων μεμνῆσθαι, ἐτελεύτησε. Καὶ ἔστιν εἰς αὐτὸν ἐπίγραμμα· Χαίρετε καὶ μέμνησθε τὰ δόγματα, τοῦτ ̓ Ἐπίκουρος ὕστατον εἶπε φίλοις πρῶτος (οἶσιν D.) ἀποφθίμενος. Χαλκῆν (l. θερμὴν ex D.) εἰς πύελον γὰρ ἐσήλυθε, καὶ τὸν [ἄκρατον ἔσπασεν· εἶτ ̓ ἀΐδην ψυχρὸν ἐπεσπάσατο. 29. Ἐμπεδοκλῆς. Ἄκρωνος τοῦ ἰατροῦ τόπον αἰτοῦντος παρὰ τῆς βουλῆς Ἀκραγαντίνων εἰς κατασκευὴν πατρῴου μνήματος, διὰ τὴν ἐν τοῖς ἰατροῖς ἀκρότητα, παρελθὼν ὁ Ἐμπεδοκλῆς ἐκώλυσε, τά τε ἄλλα περὶ ἰσότητος διαλεχθεὶς, καὶ τοιοῦτόν τι ἐρωτήσας, «Τί δ ̓ ἐπιγράψομεν ἐλεγεῖον; ἢ τοῦτο; Ἄκρον ἰητρὸν Ἄκρων ̓ Ἀκραγαντῖνον πατρὸς ἄκρον κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης.» Οὗτος ἀποστείλας τὴν νεκρὰν ἄνθρωπον ζῶσαν, καὶ δοξασθεὶς θυσίαν συνετέλει. Παρῆσαν δὲ καὶ τῶν φίλων τινές. Μετὰ δὲ τὴν εὐωχίαν, οἱ μὲν ἄλλοι χωρισθέντες ἀνεπαύσαντο, οἱ μὲν ὑπὸ τοῖς δένδρεσιν, ὡς ἀγροῦ παρακειμένου, οἱ δ ̓ ὅπη βούλοιντο· αὐτὸς δὲ ἔμεινεν ἐπὶ τοῦ τόπου, ἐφ ̓ οὗπερ κατεκέκλιτο. Ὡς δ ̓ ἡμέρας γενηθείσης ἐξανέστησαν, οὐχ εὑρέθη μόνος. Ζητουμένου δὲ καὶ τῶν οἰκετῶν ἀνακρινομένων, καὶ φασκόντων μὴ εἰδέναι, εἷς τις ἔφη μέσων νυκτῶν φωνῆς ὑπερμεγέθους ἀκοῦσαι προσκαλουμένης Ἐμπεδοκλέα, εἶτα ἐξαναστάντα ἑωρακέναι φῶς οὐράνιον, ἄλλο δὲ μηδέν. Τῶν δὲ ἐκπλαγέντων ἐνομίσθη δεῖν θύειν αὐτῷ καθάπερ θεῷ. Τὴν ἄπνουν φασὶ τοιοῦτόν τι εἶναι, ὡς τριάκοντα ἡμερῶν τηρεῖν ἄπνουν τὸ σῶμα καὶ ἄσιτον (l. ἄσφυκτον). Οὗτος ὁ Ἐμπεδοκλῆς πολλὰς τῶν πολιτίδων ἀπροίκους οὔσας ἐπροίκισε διὰ τὸν παρόντα πλοῦτον· διὸ καὶ πορφύραν ἀνέλαβε καὶ στρόφιον ἐπέθετο χρυσοῦν, ἔτι τε ἐμβάδας χαλκᾶς καὶ στέμμα Δελφικόν. Κόμη τε ἦν αὐτῷ βαθεῖα. Καὶ παῖδες ἀκόλουθοι, καὶ αὐτὸς ἀεὶ σκυθρωπὸς ἐφ ̓ ἑνὸς σχήματος ἦν. Τοιοῦτος δὴ προῄει, τῶν πολιτῶν ἐντυχόντων καὶ τοῦτο ἀξιωσάντων οἱονεὶ βασιλείας τινὸς παράσημον. Ὕστερον δὲ διά τινα πανήγυριν πορευόμενος ἐφ ̓ ἁμάξης ὡς εἰς Μεσσήνην, ἔπεσε, καὶ τὸν μηρὸν ἐκλάσθη, καὶ νοσήσας ἐκ τούτου ἐτελεύτησεν, ὥς φησι Νεάνθης ὁ Κυζικηνός.

---

HESYCHIUS MILESIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2274.tlg007.local002/.
