# Fragmenta Fragment 7.N

Hesychius Milesius, Fragmenta, Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hesychius-milesius/fragmenta/Fragment%207.N

44. Νικόλαος φιλόσοφος, ὁ Δαμασκηνὸς, τοσοῦτον ἠγαπήθη παρὰ τοῦ Αὐγούστου Καίσαρος, ὥστε τοὺς ὑπ ̓ ἐκείνου πεμπομένους πλακοῦντας τῷ Καίσαρι Νικολάους αὐτὸν καλεῖν. Καὶ διαμένει τοῦτο ἄχρι τῆς σήμερον. 45. Νουμήνιος Πυθαγορικὸς φιλόσοφος, ὁ Ἀπαμεὺς, τὴν Πλάτωνος διάνοιαν ἤλεγξεν, ὡς ἐκ τῶν Μωσαῖκῶν βιβλίων τὰ περὶ θεοῦ καὶ κόσμου ἀποσυλήσασαν· διὸ καὶ φησί· «Τί γάρ ἐστι Πλάτων ἢ Μωσῆς ἀττικίζων;» 46. Νέστωρ ἐποποιὸς, ὁ ἐκ Λυκίας, ἔγραψεν Ἰλιάδα λειπογράμματον. Ἔστι γὰρ ἐν τῷ αʹ μὴ εὑρίσκεσθαι α, καὶ κατὰ ῥαψῳδίαν οὕτω τὸ ἑκάστης ἐκλιμπάνειν στοιχεῖον. Ἐποίησε δὲ καὶ Τρυφιόδωρος Ὀδύσσειαν ὁμοίως αὐτῷ.

---

HESYCHIUS MILESIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2274.tlg007.local002/.
